Humanitext Reader

莫斯霍斯 · 悼比翁 §1-64

哀悼比翁并呼唤自然同悲

第 1 段,共 2 段 · 希腊语

内容简介

诗人哀悼牧歌诗人比翁的逝去,呼吁自然界、诸神、神话生物以及动物们一同加入,为这位伟大歌者的陨落致哀。

§1Αἴλινά μοι στοναχεῖτε νάπαι καὶ Δώριον ὕδωρ,
谷地啊,多里斯的水啊,请与我一同哀悼吧。
§2καὶ ποταμοὶ κλαίοιτε τὸν ἱμερόεντα Βίωνα.
河流啊,请为可爱的比翁哭泣吧。
§3νῦν φυτά μοι μύρεσθε, καὶ ἄλσεα νῦν γοάοισθε, §4ἄνθεα νῦν στυμνοῖσιν ἀποπνείοιτε κορύμβοις, §5νῦν ῥόδα φοινίσσεσθε τὰ πένθιμα, νῦν ἀνεμῶναι, §6νῦν ὑάκινθε λάλει τὰ σὰ γράμματα καὶ πλέον αἰαῖ §7βάμβανε τοῖς πετάλοισι· καλὸς τέθνακε μελικτάς.
如今,植物们啊,请为我垂泪;如今,林苑们啊,请一同哀号;花朵们啊,如今请从耷拉的花簇中吐露哀思;如今,玫瑰啊,请染上悲伤的绯红;如今,银莲花啊;如今,风信子啊,请在你的花瓣上低语你的字迹,更加频繁地吐露“哎哎”之声;美丽的歌者已经逝去。
§8ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
开始吧,西西里的缪斯们,开始这哀歌吧。
§9ἀδόνες αἱ πυκινοῖσιν ὀδυρόμεναι ποτὶ φύλλοις, §10νάμασι τοῖς Σικελοῖς ἀγγείλατε τᾶς Ἀρεθοίσας, §11ὅττι Βίων τέθνακεν ὁ βουκόλος, ὅττι σὺν αὐτῷ §12καὶ τὸ μέλος τέθνακε καὶ ὤλετο Δωρὶς ἀοιδά.
在茂密叶影中哀悼的夜莺们啊,请向阿雷图萨的西西里泉水宣告:牧人比翁已经逝去,与他一同歌声也已消亡,多里斯的诗歌也已毁灭。
§13ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
开始吧,西西里的缪斯们,开始这哀歌吧。
§14Στρυμόνιοι μύρεσθε παρ’ ὕδασιν αἴλινα κύκνοι, §15καὶ γοεροῖς στομάτεσσι μελίσδετε πένθιμον ᾠδάν, §16οἵαν ὑμετέροις ποτὶ χείλεσι γῆρας ἀείδει, §17εἴπατε δ’ αὖ κούραις Οἰαγρίσιν, εἴπατε πάσαις §18Βιστονίαις Νύμφαισιν ἀπώλετο Δώριος Ὀρφεύς.
斯特里蒙河畔的白鸟们啊,请在水边用哀歌与我一同哭泣,用悲伤的口鸣奏出丧恸的旋律,正如暮年对你们的嘴唇所唱出的歌那般;且再次告诉俄阿格罗斯的女儿们,告诉所有的毕斯托尼亚的宁芙们:多里斯的奥菲斯已经毁灭。
§19ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
开始吧,西西里的缪斯们,开始这哀歌吧。
§20κεῖνος ὁ ταῖς ἀγέλαισιν ἐράσμιος οὐκέτι μέλπει, §21οὐκέτ’ ἐρημαίαισιν ὑπὸ δρυσὶν ἥμενος ᾅδει, §22ἀλλὰ παρὰ Πλουτῆϊ μέλος Ληθαῖον ἀείδει.
那位曾受牧群爱戴的人不再歌唱,不再坐在荒僻的橡树下吟吟作乐,却在普鲁托的身边,唱着忘川的歌谣。
§23ὤρεα δ’ ἐστὶν ἄφωνα, καὶ αἱ βόες αἱ ποτὶ ταύροις §24πλαζόμεναι γοάοντι καὶ οὐκ ἐθέλοντι νέμεσθαι.
群山默然,与公牛相伴的母牛们彷徨哀鸣,不愿吃草。
§25ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
开始吧,西西里的缪斯们,开始这哀歌吧。
§26σεῖο Βίων ἔκλαυσε ταχὺν μόρον αὐτὸς Ἀπόλλων, §27καὶ Σάτυροι μύροντο μελάγχλαινοί τε Πρίηποι· §28καὶ Πᾶνες στοναχεῦντο τὸ σὸν μέλος, αἵ τε καθ’ ὕλαν §29Κρανίδες ὠδύραντο, καὶ ὕδατα δάκρυα γέντο.
比翁啊,阿波罗亲自为你的猝逝哭泣,萨堤尔们以及身披黑袍的普里阿普斯们也一同垂泪;潘神们也为你的歌声叹息,林中的泉水宁芙们哀哭,泉水化作了眼泪。
§30Ἀχὼ δ’ ἐν πέτραισιν ὀδύρεται, ὅττι σιωπῇ §31κοὐκέτι μιμεῖται τὰ σὰ χείλεα.
埃科在岩石间哀悼,因为她陷入了沉默,不再模仿你的嘴唇。
σῷ δ’ ἐπ’ ὀλέθρῳ §32δένδρεα καρπὸν ἔριψε, τὰ δ’ ἄνθεα πάντ’ ἐμαράνθη.
因你的毁灭,树木摇落了果实,所有的花朵都已枯萎。
§33μάλων οὐκ ἔρρευσε καλὸν γλάγος, οὐ μέλι σίμβλων, §34κάτθανε δ’ ἐν κηρῷ λυπεύμενον· οὐκέτι γὰρ δεῖ §35τῶ μέλιτος τῶ σῶ τεθνακότος αὐτὸ τρυγᾶσθαι.
羊群不再流出甘美的乳汁,蜂房中没有了蜂蜜,蜜在蜂蜡中因悲伤而死去;因为已不再需要在你这蜜源逝去之后,再去采集它。
§36ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
开始吧,西西里的缪斯们,开始这哀歌吧。
§37οὐ τόσον εἰναλίαισι παρ’ ᾀόσι μύρατο Σειρήν, §38οὐδὲ τόσον ποκ’ ἄεισεν ἐνὶ σκοπέλοισιν Ἀηδών, §39οὐδὲ τόσον θρήνησεν ἀν’ ὤρεα μακρὰ Χελιδών, §40Ἀλκυόνος δ’ οὐ τόσσον ἐπ’ ἄλγεσιν ἴαχε Κῆϋξ, §42οὐδὲ τόσον γλαυκοῖς ἐνὶ κύμασι κηρύλος ᾆδεν, §41οὐ τόσον ἀῴοισιν ἐν ἄγκεσι παῖδα τὸν Ἀοῦς §43ἱπτάμενος περὶ σᾶμα κινύρατο Μέμνονος ὄρνις, §44ὅσσον ἀποφθιμένοιο κατωδύραντο Βίωνος.
塞壬在海滨的汀线前未曾如此哀悼,夜莺在礁石间也未曾如此歌唱,燕子在崇山峻岭间也未曾如此痛哭,刻宇克斯未曾因阿尔库俄涅的痛苦而如此悲鸣,翠鸟在灰绿的波涛间未曾如此低吟,墨姆农的鸟儿飞过他的坟墓,在东方的山谷中未曾为黎明女神之子如此哀婉啼鸣,像他们为逝去的比翁所哀悼的那样深切。
§45ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
开始吧,西西里的缪斯们,开始这哀歌吧。
§46ἀδονίδες πᾶσαί τε χελιδόνες, ἅς ποκ’ ἔτερπεν, §47ἃς λαλέειν ἐδίδασκε, καθεζόμεναι ποτὶ πρέμνοις §48ἀντίον ἀλλάλαισιν ἐκώκυον· αἳ δ’ ὑπεφώνευν §49ὄρνιθες λυπεῖσθ’ αἱ πενθάδες·
所有的夜莺与燕子,这些他曾取悦的鸟儿,他曾教导它们啼鸣,如今它们停歇在树干上,彼此相对着哀号;而其他的鸟儿则应声唱道: “哀悼吧,悲伤的鸟儿们!
ἀλλὰ καὶ ἡμεῖς.
”而我们也是一样。
§50ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
开始吧,西西里的缪斯们,开始这哀歌吧。
§51τίς ποτε σᾷ σύριγγι μελίξεται ὦ τριπόθητε;
谁人会再吹响你的牧笛,哦,倍受思念的人啊?
§52τίς δ’ ἐπὶ σοῖς καλάμοις θήσει στόμα;
谁人会将嘴唇贴在你的芦管上?
τίς θρασὺς οὕτως;
谁人能如此大胆?
§53εἰσέτι γὰρ πνείει τὰ σὰ χείλεα καὶ τὸ σὸν ἆσθμα, §54ἀχὰ δ’ ἐν δονάκεσσι τεᾶς ἔτι βόσκετ’ ἀοιδᾶς.
因为你的双唇与你的气息仍在其中呼吸,你的歌声的回音仍在芦苇间萦绕。
§55Πανὶ φέρω τὸ μέλισμα;
我应将这乐曲献给潘神吗?
τάχ’ ἂν καὶ κεῖνος ἐρεῖσαι §56τὸ στόμα δειμαίνοι, μὴ δεύτερα σεῖο φέρηται.
或许连他也会害怕将双唇贴在上面,唯恐在你的比试中只得第二。
§57ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
开始吧,西西里的缪斯们,开始这哀歌吧。
§58κλαίει καὶ Γαλάτεια τὸ σὸν μέλος, ἅν ποκ’ ἔτερπες §59ἑζομέναν μετὰ σεῖο παρ’ ἀϊόνεσσι θαλάσσας.
伽拉忒亚也在为你的歌声哭泣,你曾取悦她,当她与你一同坐在海边的沙滩上。
§60οὐ γὰρ ἴσον Κύκλωπι μελίσδεο· τὸν μὲν ἔφευγεν §61ἁ καλὰ Γαλάτεια, σὲ δ’ ἅδιον ἔβλεπεν ἅλμας.
因为你歌唱得不像独眼巨人;美丽的伽拉忒亚躲避着他,却凝望着你,视你比海水更加甘甜。
§62καὶ νῦν λασαμένα τῶ κύματος ἐν ψαμάθοισιν §63ἕζετ’ ἐρημαίαισι, βόας δ’ ἔτι σεῖο νομεύει.
如今,她忘记了波涛,在荒凉的沙滩上坐着,依然在为你放牧着牛群。
§64ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
开始吧,西西里的缪斯们,开始这哀歌吧。

词汇与语法注释

  1. §1μοι — 该与格与带有宾语的动词 στοναχεῖτε 连用,应解释为表达说话者深切情感关切的伦理与格(ethical dative),为诗句增添了“与我一同”或“为我而”哀悼的挚切语气。
  2. §33μάλων — 多里斯方言形式 μάλων (= μήλων) 既可指“苹果(果实)”,也可指“羊群(小家畜)”。结合紧随其后的 γλάγος(乳汁),此处最自然地应解释为分泌乳汁的小家畜(绵羊或山羊)的来源或所有格属格。
  3. §35τῶ μέλιτος τῶ σῶ τεθνακότος — 位于无人称动词 δεῖ 之后的名词与分词构成的属格独立结构(genitive absolute),表示因果关系,即“既然你(歌声之)蜜已死,便不再需要去采集它(αὐτό)”。
  4. §49ἀλλὰ καὶ ἡμεῖς — 该短语作为诗人(或缪斯)对前文鸟类哀鸣呼唤的应答主句,意为“但是我们(人类/缪斯)也同样在悲伤”。
  5. §56σεῖο — 与形容词 δεύτερα(第二的、次等的)连用的比较属格,表示潘神害怕因吹奏牧笛而“屈居于你(比翁)之下的第二位(即逊色于你)”。

引用这一段

莫斯霍斯, 悼比翁 §1-64. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0035.tlg003.humanitext-grc2:1-64

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。