§1.1ἄμπνευμα σεμνὸν Ἀλφεοῦ, §1.2κλεινᾶν Συρακοσσᾶν θάλος Ὀρτυγία, §1.3δέμνιον Ἀρτέμιδος, §1.4Δάλου κασιγνήτα, σέθεν ἁδυεπὴς §1.5ὕμνος ὁρμᾶται θέμεν §1.6αἶνον ἀελλοπόδων μέγαν ἵππων, Ζηνὸς Αἰτναίου χάριν·
阿耳斐俄斯圣洁的休息之所啊,著名叙拉古的幼芽,奥耳堤癸亚,阿耳忒弥斯的卧榻,提洛的姊妹啊,从你那里,那甜美言辞的赞歌开始出发,为了确立对风一般快足之马的伟大赞美,作为对埃特纳宙斯的谢意。
§1.7ἅρμα δʼ ὀτρύνει Χρομίου Νεμέα θʼ ἔργμασιν νικαφόροις ἐγκώμιον ζεῦξαι μέλος.
克罗米俄斯的战车与涅墨亚正催促我,为胜利的功绩将一首颂歌系于其上。
在好运之中,有着一切荣耀的顶峰;而伟大的竞技,缪斯最乐于铭记。
§1.13σπεῖρέ νυν ἀγλαΐαν τινὰ νάσῳ, τὰν Ὀλύμπου δεσπότας §1.14Ζεὺς ἔδωκεν Φερσεφόνᾳ, κατένευσέν τέ οἱ χαίταις, ἀριστεύοισαν εὐκάρπου χθονὸς §1.15Σικελίαν πίειραν ὀρθώσειν κορυφαῖς πολίων ἀφνεαῖς.
现在,请在这座岛屿上播撒一些光辉吧,奥林匹斯的统治者宙斯曾将她赐予珀耳塞福涅,并向她摇发颔首,应许将以富庶城邦的冠冕高高举起这肥沃的西西里,作为多产大地的冠冕。
§1.16ὤπασε δὲ Κρονίων πολέμου μναστῆρά οἱ χαλκεντέος §1.17λαὸν ἵππαιχμον θαμὰ δὴ καὶ Ὀλυμπιάδων φύλλοις ἐλαιᾶν χρυσέοις §1.18μιχθέντα.
克罗诺斯之子还赐予她一支渴望青铜武装之战的善骑兵众,他们屡屡与奥林匹亚的黄金橄榄叶相交融。
πολλῶν ἐπέβαν καιρὸν οὐ ψεύδει βαλών.
我涉足诸多主题,未曾虚发一弹。
§1.19ἔσταν δʼ ἐπʼ αὐλείαις θύραις §1.20ἀνδρὸς φιλοξείνου καλὰ μελπόμενος, §1.21ἔνθα μοι ἁρμόδιον §1.22δεῖπνον κεκόσμηται, θαμὰ δʼ ἀλλοδαπῶν §1.23οὐκ ἀπείρατοι δόμοι §1.24ἐντί· λέλογχε δὲ μεμφομένοις ἐσλοὺς ὕδωρ καπνῷ φέρειν §1.25ἀντίον.
我站在了一位好客之人的庭院门前,吟唱着美妙的歌,在那里,一餐适宜的宴席已为我备妥,这宅邸也绝非不熟悉外邦来客;而对于那些心怀怨恨的人,善人被赋予了如以水浇烟般去对抗他们的职责。
τέχναι δʼ ἑτέρων ἕτεραι· χρὴ δʼ ἐν εὐθείαις ὁδοῖς στείχοντα μάρνασθαι φυᾷ.
众人的才能各有不同;但人必须行走于正直的道路上,凭借天生之才奋斗。
§1.26πράσσει γὰρ ἔργῳ μὲν σθένος, §1.27βουλαῖσι δὲ φρήν, ἐσσόμενον προϊδεῖν §1.28συγγενὲς οἷς ἕπεται.
因为力量通过行动显现,而心智则通过谋划显现,对于那些有预见未来之天赋相随的人而言。
§1.31οὐκ ἔραμαι πολὺν ἐν μεγάρῳ πλοῦτον κατακρύψαις ἔχειν, §1.32ἀλλʼ ἐόντων εὖ τε παθεῖν καὶ ἀκοῦσαι φίλοις ἐξαρκέων.
我不愿将巨额财富深藏于宅邸之中,而愿享受现有的事物,并因周济朋友而获得美名。
κοιναὶ γὰρ ἔρχοντʼ ἐλπίδες §1.33πολυπόνων ἀνδρῶν.
因为希望是相通的,对于辛劳的人们。
ἐγὼ δʼ Ἡρακλέος ἀντέχομαι προφρόνως, §1.34ἐν κορυφαῖς ἀρετᾶν μεγάλαις ἀρχαῖον ὀτρύνων λόγον, §1.35ὡς, ἐπεὶ σπλάγχνων ὕπο ματέρος αὐτίκα θαητὰν ἐς αἴγλαν παῖς Διὸς §1.36ὠδῖνα φεύγων διδύμῳ σὺν κασιγνήτῳ μόλεν, §1.37ὡς οὐ λαθὼν χρυσόθρονον §1.38Ἥραν κροκωτὸν σπάργανον ἐγκατέβα· §1.39ἀλλὰ θεῶν βασιλ έα §1.40σπερχθεῖσα θυμῷ πέμπε δράκοντας ἄφαρ.
我满怀诚意地紧随赫拉克勒斯,在德行的伟岸巅峰上,唤醒那古老的传说:当宙斯之子脱离母亲的子宫,免于分娩的阵痛,与他的双胞胎兄弟一同来到这奇异的光芒中时,他如何未能瞒过金宝座的赫拉,而穿上了藏红花色的襁褓;然而众神的王后怒气冲天,立时派来了巨蛇。
§1.41τοὶ μὲν οἰχθεισᾶν πυλᾶν §1.42ἐς θαλάμου μυχὸν εὐρὺν ἔβαν, τέκνοισιν ὠκείας γνάθους §1.43ἀμφελίξασθαι μεμαῶτες· ὁ δʼ ὀρθὸν μὲν ἄντεινεν κάρα, πειρᾶτο δὲ πρῶτον μάχας, §1.44δισσαῖσι δοιοὺς αὐχένων §1.45μάρψαις ἀφύκτοις χερσὶν ἑαῖς ὄφιας· §1.46ἀγχομένοις δὲ χρόνος §1.47ψυχὰς ἀπέπνευσεν μελέων ἀφάτων.
它们穿过打开的房门,游入内室的宽敞角落,渴望用敏捷的颌骨缠绕孩子们;但他挺直了头颅,初次尝试战斗,用他双重、无法挣脱的双手,扼住了两只蛇的颈部;在被扼杀的过程中,时间将生命从它们那无法言喻的躯体中夺去。
§1.48ἐκ δʼ ἄρʼ ἄτλατον δέος §1.49πλᾶξε γυναῖκας, ὅσαι τύχον Ἀλκμήνας ἀρήγοισαι λέχει· §1.50καὶ γὰρ αὐτά, ποσσὶν ἄπεπλος ὀρούσαισʼ ἀπὸ στρωμνᾶς, ὅμως ἄμυνεν ὕβριν κνωδάλων.
随后,难以忍受的恐惧击中了所有恰在阿尔克墨涅产床旁帮忙的妇人;因为她自己也赤着脚从床上跃起,尽管如此,仍试图阻挡怪兽的暴虐。
§1.51ταχὺ δὲ Καδμείων ἀγοὶ χαλκέοις ἀθρόοι σὺν ὅπλοις ἔδραμον· §1.52ἐν χερὶ δʼ Ἀμφιτρύων κολεοῦ γυμνὸν τινάσσων φάσγανον §1.53ἵκετʼ, ὀξείαις ἀνίαισι τυπείς.
很快,卡德摩斯人的领袖们披着青铜武装,成群奔跑而来;安菲特律翁手中挥舞着出鞘的宝剑,带着尖锐的痛苦赶来。
τὸ γὰρ οἰκεῖον πιέζει πάνθʼ ὁμῶς· §1.54εὐθὺς δʼ ἀπήμων κραδία κᾶδος ἀμφʼ ἀλλότριον.
因为自身的忧患平等地压迫着每个人,但面对他人的烦恼,人心很快就会摆脱痛苦。
εἶδε γὰρ ἐκνόμιον §1.57λῆμά τε καὶ δύναμιν §1.58υἱοῦ παλίγγλωσσον δέ οἱ ἀθάνατοι §1.59ἀγγέλων ῥῆσιν θέσαν.
因为他看到了儿子超凡的勇气与力量,而神明也为他将使者们的言辞化为了相反的事实。
§1.60γείτονα δʼ ἐκκάλεσεν Διὸς ὑψίστου προφάταν ἔξοχον, §1.61ὀρθόμαντιν Τειρεσίαν· ὁ δέ οἱ φράζε καὶ παντὶ στρατῷ, ποίαις ὁμιλήσει τύχαις, §1.62ὅσσους μὲν ἐν χέρσῳ κτανών, §1.63ὅσσους δὲ πόντῳ θῆρας ἀϊδροδίκας· §1.64καί τινα σὺν πλαγίῳ §1.65ἀνδρῶν κόρῳ στείχοντα τὸν ἐχθρότατον §1.66φᾶσέ νιν δώσειν μόρῳ.
他召来了邻人,至高宙斯卓越的预言者、灵验的占卜师特瑞西阿斯;他向他及全军宣告,他(赫拉克勒斯)将遭遇怎样的命运:在陆地上将杀死多少野兽,在海洋中又将杀死多少不义的怪物;他又预言道,那伴随着邪恶傲慢而行、最为可憎的恶人,赫拉克勒斯将送他走向毁灭。
§1.67καὶ γὰρ ὅταν θεοὶ ἐν πεδίῳ Φλέγρας Γιγάντεσσιν μάχαν §1.68ἀντιάζωσιν, βελέων ὑπὸ ῥιπαῖσι κείνου φαιδίμαν γαίᾳ πεφύρσεσθαι κόμαν §1.69ἔνεπεν· αὐτὸν μὰν ἐν εἰράνᾳ καμάτων μεγάλων ἐν σχερῷ §1.70ἁσυχίαν τὸν ἅπαντα χρόνον ποινὰν λαχόντʼ ἐξαίρετον §1.71ὀλβίοις ἐν δώμασι, δεξάμενον θαλερὰν Ἥβαν ἄκοιτιν καὶ γάμον §1.72δαίσαντα, πὰρ Δὶ Κρονίδᾳ σεμνὸν αἰνήσειν νόμον.
因为当众神在弗莱格拉的平原上与巨人族交战相遇时,在他的飞弹扫射下,巨人们闪亮的头发将被泥土玷污,他如此宣告;但他自己,则将在和平中,作为其巨大劳苦的特殊回报,终身享有宁静,在福乐的宫殿中,迎娶年轻美貌的赫柏为妻,举办婚礼之宴,在克罗诺斯之子宙斯的身边,赞美那神圣的法则。