Humanitext Reader

品达 · 皮托颂 §1.1-1.50

黄金竖琴的力量与埃特纳山下的泰丰

第 1 段,共 18 段 · 希腊语

内容简介

诗人赞美了阿波罗与缪斯黄金竖琴的力量,描绘了众神之敌泰丰在埃特纳火山下的受难与火山喷发,并庆祝希伦在皮提亚竞技会上的胜利,祈求神明赐予城邦未来的繁荣与英才。

§1.1χρυσέα φόρμιγξ, Ἀπόλλωνος καὶ ἰοπλοκάμων §1.2σύνδικον Μοισᾶν κτέανον·
黄金的竖琴啊,阿波罗与紫罗兰般发丝的缪斯们共同的珍宝!
τᾶς ἀκούει μὲν βάσις, ἀγλαΐας ἀρχά, §1.3πείθονται δʼ ἀοιδοὶ σάμασιν, §1.4ἁγησιχόρων ὁπόταν προοιμίων ἀμβολὰς τεύχῃς ἐλελιζομένα.
舞步听从于你,那是欢庆的开端,歌者们也服从你的信号,每当你振动鸣响,谱写出引领歌舞的序曲开端。
§1.5καὶ τὸν αἰχματὰν κεραυνὸν σβεννύεις §1.6ἀενάου πυρός.
你甚至能熄灭那如长枪般的雷霆,那永不熄灭之火。
εὕδει δʼ ἀνὰ σκάπτῳ Διὸς αἰετός, ὠκεῖαν πτέρυγʼ ἀμφοτέρωθεν χαλάξαις, §1.7ἀρχὸς οἰωνῶν, κελαινῶπιν δʼ ἐπί οἱ νεφέλαν §1.8ἀγκύλῳ κρατί, γλεφάρων ἁδὺ κλαΐστρον, κατέχευας· ὁ δὲ κνώσσων §1.9ὑγρὸν νῶτον αἰωρεῖ, τεαῖς §1.10ῥιπαῖσι κατασχόμενος.
而在宙斯的权杖上,雄鹰正睡去,将双侧迅捷的羽翼垂下,众鸟之王,而你已在他弯曲的头上洒下一片黑云,那是眼睑的甜美封印;而他,在酣睡中微微起伏着他那起伏的背脊,被你的振颤所俘获。
καὶ γὰρ βιατὰς Ἄρης, τραχεῖαν ἄνευθε λιπὼν §1.11ἐγχέων ἀκμάν, ἰαίνει καρδίαν §1.12κώματι, κῆλα δὲ καὶ δαιμόνων θέλγει φρένας, ἀμφί τε Λατοίδα σοφίᾳ βαθυκόλπων τε Μοισᾶν.
因为连强暴的战神阿瑞斯,也放下了他那粗暴的矛尖,使自己的心在沉睡中温暖,而你的歌声也抚慰着众神的灵魂,这皆因勒托之子和丰腴的缪斯们的技艺。
§1.13ὅσσα δὲ μὴ πεφίληκε Ζεύς, ἀτύζονται βοὰν §1.14Πιερίδων ἀΐοντα, γᾶν τε καὶ πόντον κατʼ ἀμαιμάκετον, §1.15ὅς τʼ ἐν αἰνᾷ Ταρτάρῳ κεῖται, θεῶν πολέμιος, §1.16Τυφὼς ἑκατοντακάρανος· τόν ποτε §1.17Κιλίκιον θρέψεν πολυώνυμον ἄντρον· νῦν γε μὰν §1.18ταί θʼ ὑπὲρ Κύμας ἁλιερκέες ὄχθαι §1.19Σικελία τʼ αὐτοῦ πιέζει στέρνα λαχνάεντα· κίων δʼ οὐρανία συνέχει, §1.20νιφόεσσʼ Αἴτνα, πάνετες χιόνος ὀξείας τιθήνα· §1.21τᾶς ἐρεύγονται μὲν ἀπλάτου πυρὸς ἁγνόταται §1.22ἐκ μυχῶν παγαί· ποταμοὶ δʼ ἁμέραισιν μὲν προχέοντι ῥόον καπνοῦ §1.23αἴθωνʼ· ἀλλʼ ἐν ὄρφναισιν πέτρας §1.24φοίνισσα κυλινδομένα φλὸξ ἐς βαθεῖαν φέρει πόντου πλάκα σὺν πατάγῳ.
然而,凡不为宙斯所爱之物,一听到庇厄里亚少女们的歌声,无论在大地上还是在汹涌不息的大海中,都会陷入惶恐,以及那躺在可怕的塔耳塔洛斯、众神之敌的百头泰丰;当年著名的基利基亚洞穴曾孕育了他;然而如今库迈之上阻隔海洋的绝壁以及西西里正压着他多毛的胸膛;而那撑天之柱正紧紧锁着他,积雪的埃特纳,终年孕育着严寒之雪;它的深处喷涌出最纯净的、无法靠近的火的源泉;白日里,河流淌出灼热的烟雾,赤红闪耀;但在黑夜中,滚动的赤红火焰伴着轰鸣,将巨石裹挟着送入深邃的大海。
§1.25κεῖνο δʼ Ἁφαίστοιο κρουνοὺς ἑρπετὸν §1.26δεινοτάτους ἀναπέμπει· τέρας μὲν θαυμάσιον προσιδέσθαι, θαῦμα δὲ καὶ παρεόντων ἀκοῦσαι, §1.27οἷον Αἴτνας ἐν μελαμφύλλοις δέδεται κορυφαῖς §1.28καὶ πέδῳ, στρωμνὰ δὲ χαράσσοισʼ ἅπαν νῶτον ποτικεκλιμένον κεντεῖ.
那怪兽喷涌出赫菲斯托斯最可怕的泉流;其景象令人惊叹,而听在场者叙述也同样是一件奇事,它是如何被囚禁在埃特纳茂密黑叶的山顶与平原之下,那床榻正刺痛着他紧贴其上的整个背脊。
§1.29εἴη, Ζεῦ, τὶν εἴη ἁνδάνειν, §1.30ὃς τοῦτʼ ἐφέπεις ὄρος, εὐκάρποιο γαίας μέτωπον, τοῦ μὲν ἐπωνυμίαν §1.31κλεινὸς οἰκιστὴρ ἐκύδανεν πόλιν §1.32γείτονα, Πυθιάδος δʼ ἐν δρόμῳ κάρυξ ἀνέειπέ νιν ἀγγέλλων Ἱέρωνος ὑπὲρ καλλινίκου §1.33ἅρμασι.
宙斯啊,愿我们,愿我们能取悦于你,你统治着这座山,这片丰饶土地的额头,而那与之同名的城邦,显赫的建城者已使其荣耀,并在皮提亚的赛道上,传令官宣告了它的名字,代表着在战车赛中获得辉煌胜利的希伦驾着战车。
ναυσιφορήτοις δʼ ἀνδράσι πρώτα χάρις §1.34ἐς πλόον ἀρχομένοις πομπαῖον ἐλθεῖν οὖρον· ἐοικότα γὰρ §1.35καὶ τελευτᾷ φερτέρου νόστου τυχεῖν.
对于乘船航行的人们来说,最初的幸事便是启航之时能迎来顺风;因为这预示着在旅途终了时也能获得更美好的归航。
ὁ δὲ λόγος §1.36ταύταις ἐπὶ συντυχίαις δόξαν φέρει §1.37λοιπὸν ἔσσεσθαι στεφάνοισί νιν ἵπποις τε κλυτὰν §1.38καὶ σὺν εὐφώνοις θαλίαις ὀνυμαστάν.
而这一道理在这吉兆之下,带来了如此的期望:往后这座城市将因桂冠与骏马而闻名,并在悦耳的宴乐中声名远扬。
§1.39Λύκιε καὶ Δάλου ἀνάσσων Φοῖβε, Παρνασσοῦ τε κράναν Κασταλίαν φιλέων, §1.40ἐθελήσαις ταῦτα νόῳ τιθέμεν εὔανδρόν τε χώραν.
吕基亚的保护者、德洛斯的主宰福波斯啊,你热爱帕那索斯的卡斯塔利亚泉,愿你愿意将这些存记于心,并使这片土地英才辈出。
§1.41ἐκ θεῶν γὰρ μαχαναὶ πᾶσαι βροτέαις ἀρεταῖς, §1.42καὶ σοφοὶ καὶ χερσὶ βιαταὶ περίγλωσσοί τʼ ἔφυν.
因为凡人一切通往卓越的途径皆源于神明,无论智者、力士还是能言善辩之人,皆由神所造。
ἄνδρα δʼ ἐγὼ κεῖνον §1.43αἰνῆσαι μενοινῶν ἔλπομαι §1.44μὴ χαλκοπάρᾳον ἄκονθʼ ὡσείτʼ ἀγῶνος βαλεῖν ἔξω παλάμᾳ δονέων, §1.45μακρὰ δὲ ῥίψαις ἀμεύσασθʼ ἀντίους·
而至于那个人,我渴望赞美他,并希冀着不要像在竞技场上那样,手中挥舞着青铜贴面的标枪,却把它掷到了界外,而是能掷得遥远,超越所有的对手。
§1.46εἰ γὰρ ὁ πᾶς χρόνος ὄλβον μὲν οὕτω καὶ κτεάνων δόσιν εὐθύνοι, καμάτων δʼ ἐπίλασιν παράσχοι.
愿未来的所有岁月,都能如此引导他的财富与家产的赐予,并让他忘却曾经的辛劳。
§1.47ἦ κεν ἀμνάσειεν, οἵαις ἐν πολέμοισι μάχαις §1.48τλάμονι ψυχᾷ παρέμεινʼ, ἁνίχʼ εὑρίσκοντο θεῶν παλάμαις τιμάν, §1.49οἵαν οὔτις Ἑλλάνων δρέπει, §1.50πλούτου στεφάνωμʼ ἀγέρωχον.
这必能使他回想起,他在何等惨烈的战争岁月中,曾以坚忍的灵魂坚守,那时他们凭借神明之手赢得了尊荣,那是希腊人中无人曾采撷过的,一顶高贵的财富桂冠。
νῦν γε μὰν τὰν Φιλοκτήταο δίκαν ἐφέπων
然而如今,他效仿着菲罗克忒忒斯的方式,

词汇与语法注释

  1. §1.2τᾶς — 关系代名词 τᾶς 指代先行词 φόρμιγξ(竖琴,阴性单数),作为表示听觉的动词 ἀκούει 的宾语,因而使用属格。
  2. §1.4ἐλελιζομένα — 为被动或中动语态现在分词的阴性单数主格形式,修饰第二人称单数动词 τεύχῃς 的主语,即被拟人化的竖琴(φόρμιγξ)。它描绘了竖琴在演奏时自身“震颤鸣响”的状态。
  3. §1.44μὴ ... βαλεῖν — 作为动词 ἔλπομαι(§1.43,“我希冀/预料”)的宾语不定式短语。否定词使用 μὴ,用以表达否定性的期望或期待,意为“希冀不要……”。
  4. §1.47ἦ κεν ἀμνάσειεν — 语气助词 ἦ、表潜在的 κ源于史诗/方言中的 ἄν)以及不定过去时希求法第三人称单数 ἀμνάσειεν(代指多利亚方言中的 ἀναμνήσειεν)的结合。在无条件从句的情况下作为推论主句,表示“必定会使他回想起”这一潜在的可能性。

引用这一段

品达, 皮托颂 §1.1-1.50. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0033.tlg002.humanitext-grc2:1.1-1.50

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。