Humanitext Reader

品达 · 奥林匹亚颂 §13.1-13.115

赞科林斯的色诺芬与飞马神话

第 14 段,共 15 段 · 希腊语

内容简介

诗人歌颂了在奥林匹亚同时夺得五项全能和短跑冠军的色诺芬及其家族(奥里盖提斯家族),赞美了其家乡科林斯的美德,并重温了贝勒罗丰在雅典娜神助下驾驭飞马的当地神话,最后列举了他们在全希腊获得的无数竞技胜利。

§13.1τρισολυμπιονίκαν §13.2ἐπαινέων οἶκον ἅμερον ἀστοῖς, §13.3ξένοισι δὲ θεράποντα, γνώσομαι §13.4τὰν ὀλβίαν Κόρινθον, Ἰσθμίου §13.5πρόθυρον Ποτειδᾶνος, ἀγλαόκουρον.
为了赞美这荣获三次奥林匹亚胜利的家族,他们对公民温和,对外邦人热忱服务,我将认识(颂扬)幸福的科林斯,那是地峡波塞冬的门户,拥有辉煌的青年。
§13.6ἐν τᾷ γὰρ Εὐνομία ναίει, κασίγνηταί τε, βάθρον πολίων ἀσφαλές, §13.7Δίκα καὶ ὁμότροφος Εἰρήνα, ταμίαι ἀνδράσι πλούτου, §13.8χρύσεαι παῖδες εὐβούλου Θέμιτος·
因为在那里居住着“秩序(埃乌诺米亚)”以及她的姐妹——城市牢固的基石 “正义(迪克)”与共同成长的“和平(埃雷内)”,她们是人类财富的管理者,充满智慧的“法律(忒弥斯)”的黄金女儿。
§13.9ἐθέλοντι δʼ ἀλέξειν §13.10Ὕβριν, Κόρου ματέρα θρασύμυθον.
她们渴望驱逐 “骄横(傲慢,许布里斯)”,那是口出狂言的“饱食(克罗斯)”之母。
§13.11ἔχω καλά τε φράσαι, τόλμα τέ μοι §13.12εὐθεῖα γλῶσσαν ὀρνύει λέγειν.
我有美好的事物要诉说,正直的勇气激励着我的舌头去吐露真言。
§13.13ἄμαχον δὲ κρύψαι τὸ συγγενὲς ἦθος.
掩盖天生的品质是不可能的。
§13.14ὔμμιν δέ, παῖδες Ἀλάτα, πολλὰ μὲν νικαφόρον ἀγλαΐαν ὤπασαν §13.15ἄκραις ἀρεταῖς ὑπερελθόντων ἱεροῖς ἐν ἀέθλοις, §13.16πολλὰ δʼ ἐν καρδίαις ἀνδρῶν ἔβαλον §13.17ὧραι πολυάνθεμοι ἀρχαῖα σοφίσμαθʼ.
阿拉塔斯的子孙们啊,他们确实多次赐予你们胜利的辉煌,因为你们在神圣的竞技中以极高的德行超越了众人,繁花盛开的“季节(霍莱)”多次将古老的智慧注入人们的心中。
ἅπαν δʼ εὑρόντος ἔργον.
一切功绩都归于发现者。
§13.18ταὶ Διωνύσου πόθεν ἐξέφανεν §13.19σὺν βοηλάτᾳ χάριτες διθυράμβῳ·
伴随着驱牛的迪提兰博斯(酒神赞歌),迪奥尼索斯的恩宠(美)从何处显现?
§13.20τίς γὰρ ἱππείοις ἐν ἔντεσσιν μέτρα, §13.21ἢ θεῶν ναοῖσιν οἰωνῶν βασιλέα δίδυμον §13.22ἐπέθηκʼ;
是谁将节律加诸于马具,或是将双重的鸟中之王(鹰)置于神庙的山墙之上?
ἐν δὲ Μοῖσʼ ἁδύπνοος, §13.23ἐν δʼ Ἄρης ἀνθεῖ νέων οὐλίαις αἰχμαῖσιν ἀνδρῶν.
那里住着呼吸甜美的“缪斯”,那里“阿瑞斯”在青年们毁灭性的枪尖上绽放。
§13.24ὕπατʼ εὐρὺ ἀνάσσων §13.25Ὀλυμπίας, ἀφθόνητος ἔπεσσιν §13.26γένοιο χρόνον ἅπαντα, Ζεῦ πάτερ, §13.27καὶ τόνδε λαὸν ἀβλαβῆ νέμων §13.28Ξενοφῶντος εὔθυνε δαίμονος οὖρον· §13.29δέξαι τέ οἱ στεφάνων ἐγκώμιον τεθμόν, τὸν ἄγει πεδίων ἐκ Πίσας, §13.30πεντάθλῳ ἅμα σταδίου νικῶν δρόμον· ἀντεβόλησεν §13.31τῶν ἀνὴρ θνατὸς οὔπω τις πρότερον.
广泛统治奥林匹亚的至高无上的父宙斯啊,愿你对我的言辞永远不加嫉妒,保护这片人民免受伤害,引导色诺芬命运的风向顺畅;接受他从皮萨平原带回的冠冕赞歌的仪礼,他在五项全能中,同时在斯塔德跑(短跑)中获胜;他达到了凡人中在此之前从未有人达到过的成就。
§13.32δύο δʼ αὐτὸν ἔρεψαν §13.33πλόκοι σελίνων ἐν Ἰσθμιάδεσσιν §13.34φανέντα· Νέμεά τʼ οὐκ ἀντιξοεῖ.
两顶芹菜冠在他显身于地峡竞技时加冕了他;内梅亚也没有反对。
§13.35πατρὸς δὲ Θεσσαλοῦ ἐπʼ Ἀλφεοῦ §13.36ῥεέθροισιν αἴγλα ποδῶν ἀνάκειται, §13.37Πυθοῖ τʼ ἔχει σταδίου τιμὰν διαύλου θʼ ἁλίῳ ἀμφʼ ἑνί, μηνός τέ οἱ §13.38τωὐτοῦ κρανααῖς ἐνʼ Ἀθάναισι τρία ἔργα ποδαρκὴς §13.39ἅμερα θῆκε κάλλιστʼ ἀμφὶ κόμαις, §13.40Ἑλλώτια δʼ ἑπτάκις· ἐν δʼ ἀμφιάλοισι Ποτειδᾶνος τεθμοῖσιν §13.41Πτοιοδώρῳ σὺν πατρὶ μακρότεραι §13.42Τερψίᾳ θʼ ἕψοντʼ Ἐριτίμῳ τʼ ἀοιδαί.
在阿尔斐俄斯河的溪流旁,他父亲忒萨罗斯双脚的荣光已供奉于此,在皮托,他在同一个太阳照耀(同日)之内,保有着斯塔德跑和迪奥洛斯跑(中跑)的荣誉;在同月之内,在多岩石的雅典,三次灵巧的双脚之作(胜利)将最美丽的冠冕戴在他的发梢;在赫罗蒂亚节上获得七次胜利;在波塞冬的环海地峡的规范中,与父亲普托伊奥多罗斯一起,更长的赞歌将伴随着特普西亚斯与埃里提摩斯。
§13.43ὅσσα τʼ ἐν Δελφοῖσιν ἀριστεύσατε §13.44ἠδὲ χόρτοις ἐν λέοντος, δηρίομαι πολέσιν §13.45περὶ πλήθει καλῶν, ὡς μὰν σαφὲς §13.46οὐκ ἂν εἰδείην λέγειν ποντιᾶν ψάφων ἀριθμόν.
以及你们在德尔斐所展现的卓越以及在雄狮的草地(内梅亚)上的卓越,我将与众多对手在美德和荣誉的数量上展开竞争,然而实际上我无法像数清海洋中石子的数量那样明确地道出。
§13.47ἕπεται δʼ ἐν ἑκάστῳ §13.48μέτρον· νοῆσαι δὲ καιρὸς ἄριστος.
在每件事中都伴随着适度;而察觉时机(凯罗斯)是最好的。
§13.49ἐγὼ δὲ ἴδιος ἐν κοινῷ σταλεὶς §13.50μῆτίν τε γαρύων παλαιγόνων §13.51πόλεμόν τʼ ἐν ἡρωΐαις ἀρεταῖσιν §13.52οὐ ψεύσομʼ ἀμφὶ Κορίνθῳ, Σίσυφον μὲν πυκνότατον παλάμαις ὡς θεόν, §13.53καὶ τὰν πατρὸς ἀντία Μήδειαν θεμέναν γάμον αὐτᾷ, §13.54ναῒ σώτειραν Ἀργοῖ καὶ προπόλοις.
但我,作为个人,为了公众利益而出发,歌颂古老祖先的智慧以及他们在英雄德行中的战争,我不会对科林斯说谎:关于西绪福斯,他在计谋上如神一般极尽聪慧,还有美狄亚,她违背父亲的意愿自行决定了婚姻,成为拯救阿尔戈号及船员们的救星。
§13.55τὰ δὲ καί ποτʼ ἐν ἀλκᾷ §13.56πρὸ Δαρδάνου τειχέων ἐδόκησαν §13.57ἐπʼ ἀμφότερα μαχᾶν τάμνειν τέλος, §13.58τοὶ μὲν γένει φίλῳ σὺν Ἀτρέος §13.59Ἑλέναν κομίζοντες, οἱ δʼ ἀπὸ πάμπαν §13.60εἴργοντες·
还有曾经在武勇中在达尔达诺斯的城墙前,他们似乎将战争的结局向两个方向剖开(决出);一方与阿特柔斯的心爱种族在一起试图夺回海伦,而另一方则彻底阻拦。
ἐκ Λυκίας δὲ Γλαῦκον ἐλθόντα τρόμεον Δαναοί. τοῖσι μὲν
达那俄斯人(希腊人)对从吕基亚走出来的格劳科斯战战兢兢。
§13.61ἐξεύχετʼ ἐν ἄστεϊ Πειράνας σφετέρου πατρὸς ἀρχὰν §13.62καὶ βαθὺν κλᾶρον ἔμμεν καὶ μέγαρον· §13.63ὃς τᾶς ὀφιώδεος υἱόν ποτε Γοργόνος ἦ πόλλʼ ἀμφὶ κρουνοῖς §13.64Πάγασον ζεῦξαι ποθέων ἔπαθεν, §13.65πρίν γέ οἱ χρυσάμπυκα κούρα χαλινὸν §13.66Παλλὰς ἤνεγκʼ· ἐξ ὀνείρου δʼ αὐτίκα §13.67ἦν ὕπαρ· φώνασε δʼ· εὕδεις, Αἰολίδα βασιλεῦ;
向着他们,他吹嘘在佩雷内的城(科林斯)中,有着他父亲的统治以及深厚的领地与宫殿;他的父亲曾经在泉水旁遭受了许多磨难,渴望驾驭那多蛇的戈耳工之子——飞马佩加索斯,直到拥有黄金额饰手缰的少女帕拉斯(雅典娜)把它带给他;立刻,从梦境变为了现实;她说道: “你在睡觉吗,埃俄罗斯的后裔之王?
§13.68ἄγε φίλτρον τόδʼ ἵππειον δέκευ, §13.69καὶ Δαμαίῳ νιν θύων ταῦρον ἀργᾶντα πατρὶ δεῖξον.
来,接受这驯马之物,向你的驯马父亲(波塞冬)献祭一头白牛,向他展示它。
§13.70κυαναιγὶς ἐν ὄρφνᾳ §13.71κνώσσοντί οἱ παρθένος τόσα εἰπεῖν §13.72ἔδοξεν· ἀνὰ δʼ ἐπᾶλτʼ ὀρθῷ ποδί.
” 拥有黑色神盾(艾吉斯)的少女在黑暗中对睡梦中的他似乎说了这些话;他立时一跃而起。
§13.73παρκείμενον δὲ συλλαβὼν τέρας, §13.74ἐπιχώριον μάντιν ἄσμενος εὗρεν, §13.75δεῖξέν τε Κοιρανίδᾳ πᾶσαν τελευτὰν πράγματος, ὥς τʼ ἀνὰ βωμῷ θεᾶς §13.76κοιτάξατο νύκτʼ ἀπὸ κείνου χρήσιος. ὥς τέ οἱ αὐτὰ §13.77Ζηνὸς ἐγχεικεραύνου παῖς ἔπορεν §13.78δαμασίφρονα χρυσόν.
抓起身边放着的奇迹之物,他高兴地找到了当地的预言者,向神谕之子(科伊拉尼达斯)展示了整件事的结局,以及他如何在女神的祭坛旁按照其神示度过了夜晚;以及她自己—— 手握雷电的宙斯之女,如何赐予了他驯服心灵的黄金。
§13.79ἐνυπνίῳ δʼ ᾇ τάχιστα πιθέσθαι §13.80κελήσατό μιν, ὅταν δʼ εὐρυσθενεῖ §13.81καρταίποδʼ ἀναρύῃ Γαιαόχῳ, §13.82θέμεν Ἱππίᾳ βωμὸν εὐθὺς Ἀθάνᾳ.
预言者命令他尽快顺从这个梦境;当他向拥有广大力量的执掌大地之神(波塞冬)献祭一头健足的牡牛时,要立即为执掌马匹的雅典娜(伊庇亚)筑起祭坛。
§13.83τελεῖ δὲ θεῶν δύναμις καὶ τὰν παρʼ ὅρκον καὶ παρὰ ἐλπίδα κούφαν κτίσιν.
神明的力量能轻易地成就违背誓言与超出希望的奇迹。
§13.84ἤτοι καὶ ὁ καρτερὸς ὁρμαίνων ἕλε Βελλεροφόντας, §13.85φάρμακον πραῢ τείνων ἀμφὶ γένυι, §13.86ἵππον πτερόεντʼ· ἀναβὰς δʼ εὐθὺς ἐνόπλια χαλκωθεὶς ἔπαιζεν.
确实,强壮的贝勒罗丰即使历经苦心,也捕获了那双翼的飞马,将温和的解药(手缰)套在它的两颊;并且立即跨上马背,身披青铜武装进行武器的游艺。
§13.87σὺν δὲ κείνῳ καί ποτʼ Ἀμαζονίδων §13.88αἰθέρος ψυχρῶν ἀπὸ κόλπων ἐρήμου §13.89τοξόταν βάλλων γυναικεῖον στρατόν, §13.90καὶ Χίμαιραν πῦρ πνέοισαν καὶ Σολύμους ἔπεφνεν.
曾经与它一起,在亚马逊人寒冷、荒凉的大气怀抱中,他射杀了女性的弓兵军势,并且杀死了喷火的奇美拉和索吕莫伊人。
§13.91διασωπάσομαί οἱ μόρον ἐγώ· §13.92τὸν δʼ ἐν Οὐλύμπῳ φάτναι Ζηνὸς ἀρχαῖαι δέκονται.
关于他的命运,我将保持沉默;而他在奥林匹斯山上,宙斯古老的马厩正迎接着他。
§13.93ἐμὲ δʼ εὐθὺν ἀκόντων §13.94ἱέντα ῥόμβον παρὰ σκοπὸν οὐ χρὴ §13.95τὰ πολλὰ βέλεα καρτύνειν χεροῖν.
但对于我——正在投掷笔直飞旋投枪的人,不应当双手使劲扔出许多偏离目标的标枪。
§13.96Μοίσαις γὰρ ἀγλαοθρόνοις ἑκὼν §13.97Ὀλιγαιθίδαισίν τʼ ἔβαν ἐπίκουρος.
因为对于光荣宝座的“缪斯”和奥里盖提斯家族,我是心甘情愿地作为助手而来的。
§13.98Ἰσθμοῖ τά τʼ ἐν Νεμέᾳ παύρῳ ἔπει θήσω φανέρʼ ἀθρόʼ, ἀλαθής τέ μοι §13.99ἔξορκος ἐπέσσεται ἑξηκοντάκι δὴ ἀμφοτέρωθεν §13.100ἁδύγλωσσος βοὰ κάρυκος ἐσλοῦ.
我将在极短的言辞中把地峡和内梅亚的胜利一次性阐明,而作为真实宣誓的证人,确实有六十次,从两处地方将传来高贵传令官甜美舌尖的宣告。
§13.101τὰ δʼ Ὀλυμπίᾳ αὐτῶν §13.102ἔοικεν ἤδη πάροιθε λελέχθαι· §13.103τά τʼ ἐσσόμενα τότʼ ἂν φαίην σαφές·
至于他们奥林匹亚的胜利,似乎早已在此之前被诉说;而关于未来的胜利,我到时将会明确地说出。
§13.104νῦν δʼ ἔλπομαι μέν, ἐν θεῷ γε μὰν §13.105τέλος·
因为现在我满怀期望,但结局在神的手中。
εἰ δὲ δαίμων γενέθλιος ἕρποι, §13.106διʼ τοῦτʼ Ἐνυαλίῳ τʼ ἐκδώσομεν πράσσειν.
若家族守护神(守护神灵)迈步向前,我们将把这一切托付给埃纽阿里奥斯(阿瑞斯)去实现。
τὰ δʼ ὑπʼ ὀφρύϊ Παρνασσίᾳ §13.107ἕξ· Ἄργεΐ θʼ ὅσσα καὶ ἐν Θήβαις, ὅσα τʼ Ἀρκάσιν ἀνάσσων §13.108μαρτυρήσει Λυκαίου βωμὸς ἄναξ, §13.109Πέλλανά τε καὶ Σικυὼν καὶ Μέγαρʼ Αἰακιδᾶν τʼ εὐερκὲς ἄλσος, §13.110ἅ τʼ Ἐλευσὶς καὶ λιπαρὰ Μαραθών, §13.111ταί θʼ ὑπʼ Αἴτνας ὑψιλόφου καλλίπλουτοι §13.112πόλιες, ἅ τʼ Εὔβοια· καὶ πᾶσαν κατὰ §13.113Ἑλλάδʼ εὑρήσεις ἐρευνῶν μάσσονʼ ἢ ὡς ἰδέμεν.
而在帕纳塞斯山麓之下的胜利有六次;在阿尔戈斯和忒拜的胜利,以及在阿尔卡迪亚统治的吕卡翁之王(祭坛)将作证的所有胜利,还有佩莱纳、西克翁、墨伽拉,以及埃阿科斯后代牢固的圣林(埃癸娜),还有埃琉西斯与光辉的马拉松,以及在巍峨的埃特纳山脚下那些美丽富饶的城市,还有优卑亚;若寻遍全希腊,你将发现比肉眼所见更多的胜利。
§13.114ἄνα, κούφοισιν ἐκνεῦσαι ποσίν·
起来,用轻盈的双脚游出!
§13.115Ζεῦ τέλειʼ, αἰδῶ δίδοι καὶ τύχαν τερπνῶν γλυκεῖαν.
掌管终结的宙斯啊,请赐予敬畏与令人愉悦之事的甘甜好运。

词汇与语法注释

  1. 13.1τρισολυμπιονίκαν — 形容词 τρισολυμπιονίκας(三次获得奥林匹亚胜利的)的宾格形式。在此修饰名词 οἶκον(13.2),指代整个家族(oikos)累积的胜利,而非色诺芬个人单独的成绩。
  2. 13.3γνώσομαι — 动词 γιγνώσκω 的将来中动态单数第一人称。在此引申为“承认、颂扬、公开宣告”之意,将来时表达了诗人即将展开颂歌的诗意企图。
  3. 13.15ὑπερελθόντων — 动词 ὑπερέρχομαι(超越、杰出)的不定过去时分词属格复数。在此起到了所有属格或同格的作用,用以具体说明前文 ὤπασαν(13.14)的间接宾语 ὔμμιν(13.14,“给你们”)所指代的获胜者。
  4. 13.45ὡς μὰν σαφὲς οὐκ ἂν εἰδείην — 带有 ἄν 的潜在希求语气(ἂν εἰδείην)。ὡς 引导结果或比较。诗人借此表达,要精确地数尽他们如此之多的胜利,就如同数清海里的石子一样,是不可能做到的事情。
  5. 13.71κνώσσοντί οἱ — 与格代词 οἱ(对他)与现在分词 κνώσσοντι(正在入睡的)的与格形式。作为体验与格,与 ἔδοξεν(13.72,“似乎显示出”)连用,表示身披黑色神盾的少女在贝勒罗丰熟睡时(于梦中)向他显现的情景。

引用这一段

品达, 奥林匹亚颂 §13.1-13.115. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0033.tlg001.humanitext-grc2:13.1-13.115

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。