§14.1Καφισίων ὑδάτων §14.2λαχοῖσαι, αἵτε ναίετε καλλίπωλον ἕδραν, §14.3ὦ λιπαρᾶς ἀοίδιμοι βασίλειαι §14.4Χάριτες Ὀρχομενοῦ, παλαιγόνων Μινυᾶν ἐπίσκοποι, §14.5κλῦτʼ, ἐπεὶ εὔχομαι.
获得了凯菲索斯河水的赐予、居住在拥有俊美骏马之居所的女神们啊,噢,富庶的奥尔科美诺斯的、在歌谣中被颂扬的女王卡里忒斯们,古老米纽埃斯人的守护者们啊,请倾听我的祈祷,因为我正在祈求。
σὺν γὰρ ὔμμιν τὰ τερπνὰ καὶ §14.6τὰ γλυκέʼ ἄνεται πάντα βροτοῖς, §14.7εἰ σοφός, εἰ καλός, εἴ τις ἀγλαὸς ἀνήρ.
因为伴随着你们,凡人的一切快乐与甘甜之事才得以成就,无论一个人是聪慧、美丽,还是辉煌显赫。
§14.8οὐδὲ γὰρ θεοὶ σεμνᾶν Χαρίτων ἄτερ §14.9κοιρανέοισιν χοροὺς οὔτε δαῖτας· ἀλλὰ πάντων ταμίαι §14.10ἔργων ἐν οὐρανῷ, χρυσότοξον θέμεναι παρὰ §14.11Πύθιον Ἀπόλλωνα θρόνους, §14.12ἀέναον σέβοντι πατρὸς Ὀλυμπίοιο τιμάν.
因为即使是神明,没有庄严的卡里忒斯,也无法主持舞蹈或宴席;相反,作为天界一切事务的掌管者,她们将自己的宝座设在金弓的皮托阿波罗身旁,崇敬着奥林匹斯之父的永恒荣耀。
§14.13ὦ πότνιʼ Ἀγλαΐα §14.14φιλησίμολπέ τʼ Εὐφροσύνα, θεῶν κρατίστου §14.15παῖδες, ἐπακοοῖτε νῦν, Θαλία τε §14.16ἐρασίμολπε, ἰδοῖσα τόνδε κῶμον ἐπʼ εὐμενεῖ τύχᾳ §14.17κοῦφα βιβῶντα·
噢,尊贵的大地之光阿格莱亚与热爱歌谣的欧佛洛绪涅,最强神明的女儿们啊,现在请倾听吧,还有热爱歌吟的塔利亚啊,愿你带着好运,注目这轻盈行进的欢庆队伍。
Λυδῷ γὰρ Ἀσώπιχον τρόπῳ §14.18ἔν τε μελέταις ἀείδων ἔμολον, §14.19οὕνεκʼ Ὀλυμπιόνικος ἁ Μινυεία §14.20σεῦ ἕκατι.
因为我用吕底亚的调式歌唱阿索皮科斯,在精心的咏唱中走来;因为在你们的眷顾下,米纽埃斯人的土地赢得了奥林匹亚的胜利。
μελανοτειχέα νῦν δόμον §14.21Φερσεφόνας ἔλθʼ, Ἀχοῖ, πατρὶ κλυτὰν φέροισʼ ἀγγελίαν, §14.22Κλεόδαμον ὄφρʼ ἰδοῖσʼ, υἱὸν εἴπῃς ὅτι οἱ νέαν §14.23κόλποις παρʼ εὐδόξοις Πίσας §14.24ἐστεφάνωσε κυδίμων ἀέθλων πτεροῖσι χαίταν.
如今,去往珀耳塞福涅黑色墙壁的府邸吧,阿科啊,给他的父亲带去那光荣的消息,好让你在见到克勒奥达摩斯时,告诉他他的儿子在皮萨声名赫赫的山谷旁,已经用辉煌竞技的羽翼装饰了年轻的秀发。