§4.1Διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, καὶ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλειαν αὐτοῦ· §4.2κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ.
我在神面前,并在那将要审判活人死人的基督耶稣面前,凭着他的显现和他的国度,庄严地嘱咐你:务要传道,无论得时不得时总要专心,并用百般的忍耐和各样的教训责备人、警戒人、劝勉人。
§4.3ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοήν, §4.4καὶ ἀπὸ μὲν τῇς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται.
因为时候将到,那时人必厌烦纯正的道理,耳朵发痒,随着自己的情欲,给自己增添许多教师,并且掩耳不听真理,偏向荒渺的言语。
§4.5σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.
你却要凡事谨慎,忍受苦难,作传道的工夫,尽你的职分。
§4.6Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν.
我现在被浇奠,我离世的时候到了。
§4.7τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα·
那美好的仗我已经打过了,当跑的路我已经跑尽了,所信的道我已经守住了。
§4.8λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.
从今以后,有公义的冠冕为我存留,就是按着公义审判的主到了那日要赐给我的;不但赐给我,也赐给凡爱慕他显现的人。
§4.9Σπούδασον ἐλθεῖν πρός με ταχέως·
你要赶紧地到我这里来。
§4.10Δημᾶς γάρ με ἐγκατέλειπεν ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν· §4.11Λουκᾶς ἐστὶν μόνος μετʼ ἐμοῦ.
因为底马贪爱现今的世界,就离弃我往帖撒罗尼迦去了,革勒士往加拉太去,提多往挞马太去,独有路加在我这里。
Μάρκον ἀναλἁβὼν ἄγε μετὰ σεαυτοῦ, ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν,
你来的时候,要把马可带来,因为他在传道的事工上于我有益。
§4.12Τύχικον δὲ ἀπέστειλα εἰς Ἔφεσον.
我已经打发推基古往 Ephesus 去。
§4.13τὸν φελόνην, ὃν ἀπέλειπον ἐν Τρῳάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας.
我在 Troas 留在大卡布那里的外衣,你来的时候要带来,那些书也要带来,更要紧的是那些皮卷。
§4.14Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· —
"ἀποδὥσει"
αὐτῷ
"ὁ κύριος κατὰ τὰ ἔργα αὐτοῦ· "
—
铜匠亚历山大多重地害我;主必照他所行的报应他。
§4.15ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ ἀντέστη τοῖς ἡμετέροις λόγοις.
你也要防备他,因为他极力抵挡我们的话。
§4.16Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι παρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλειπον· — μὴ αὐτοῖς λογισθείη· —
我初次申诉的时候,没有人前来帮助,竟都离弃我;但愿这罪不归与他们。
§4.17ὁ δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με, ἵνα διʼ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσωσιν πάντα τὰ ἔθνη, καὶ ἐρύσθην
"ἐκ στόματος λέοντος. "
惟有主站在我旁边,加给我力量,使福音被我尽都传开,外邦人也都听见;我也从狮子口里被救出来。
§4.18ῥύσεταί με ὁ κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον·
主必救我脱离诸般的凶恶,也必救我进他的天国。
ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
愿荣耀归给他,直到永永远远。 阿们。
§4.19Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον.
问 Prisca、Aquila 和 Onesiphorus 一家的人安。
§4.20Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ ἀπέλειπον ἐν Μιλήτῳ ἀσθενοῦντα.
Erastus 仍旧在 Corinth,Trophimus 病了,我留他在 Miletus。
§4.21Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν.
你要赶紧在冬天以前来。
Ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ [πάντες].
Eubulus、Pudens、Linus、Claudia 和众弟兄都问你安。
§4.22Ὁ κύριος μετὰ τοῦ πνεύματός σου.
愿主与你的灵同在!
ἡ χάρις μεθʼ ὑμῶν.
愿恩惠常与你们同在!