§5.1Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα, νεωτέρους ὡς ἀδελφούς, §5.2πρεσβυτέρας ὡς μητέρας, νεωτέρας ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνίᾳ.
不可严责老年人,只要劝他如同父亲;劝青年人如同弟兄;劝老年妇女如同母亲;劝青年妇女如同姐妹;总要清清白白。
§5.3Χήρας τίμα τὰς ὄντως χήρας.
要尊敬那真为独居的寡妇。
§5.4εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις, τοῦτο γάρ ἐστιν ἀπόδεκτον ἐνώπιον τοῦ θεοῦ.
若寡妇有儿女,或有孙子、孙女,便叫他们先在自己家中学着行孝,报答亲恩,因为这在神面前是可悦纳的。
§5.5ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη
"ἤλπικεν ἐπὶ [τὸν] θεὸν"
καὶ προσμένει ταῖς δεήσεσιν καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας·
那独居无靠、真为寡妇的,是仰赖神,昼夜不住地祈求祷告。
§5.6ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν.
但那宴乐的寡妇,活着也是死的。
§5.7καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίλημπτοι ὦσιν·
这些事你要嘱咐她们,使她们无可指责。
§5.8εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων.
人若不看顾亲属,特别是自己家里的人,就是背了真道,比不信的人还坏。
§5.9Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή, §5.10ἐν ἔργοις καλοῖς μαρτυρουμένη, εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν.
寡妇记在册子上,必须年纪到六十岁,从来只作一个丈夫的妻子,又有行善的名声,就如养育儿女,接待客旅,洗圣徒的脚,救济遭难的人,竭力行各样善事。
§5.11νεωτέρας δὲ χήρας παραιτοῦ· ὅταν γὰρ καταστρηνιάσωσιν τοῦ χριστοῦ, γαμεῖν θέλουσιν, §5.12ἔχουσαι κρίμα ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν·
至于年轻的寡妇,就可以拒绝她;因为她们的情欲发动,违背基督的时候,就想要嫁人,她们被定罪,是因废弃了当初的信誓。
§5.13ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσιν, περιερχόμεναι τὰς οἰκίας, οὐ μόνον δὲ ἀργαὶ ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα.
并且她们又习惯懒惰,挨家闲游;不单懒惰,说长道短,好管闲事,说些不当说的话。
§5.14βούλομαι οὖν νεῶτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν·
所以我愿意年轻的寡妇嫁人,生养儿女,治理家务,不给敌人辱骂的把柄。
§5.15ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ.
因为已经有转去随从撒旦的。
§5.16εἴ τις πιστὴ ἔχει χήρας, ἐπαρκείτω αὐταῖς, καὶ μὴ βαρείσθω ἡ ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ.
信主的妇女若家中有寡妇,自己应当救济她们,不可累着教会,好使教会能救济那真无依靠的寡妇。
§5.17Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ·
那善于管理教会的长老,当以为受加倍的敬奉;那劳苦传道教导人的,更当如此。
§5.18λέγει γὰρ ἡ γραφή
"Βοῦν ἀλοῶντα οὐ φιμώσεις· "
καὶ Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ.
因为经上说:“牛在场上踹谷的时候,不可笼住它的嘴”;又说:“工人得工钱是应当的”。
§5.19κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ μὴ
"ἐπὶ δύο ἢ τριῶν μαρτύρων· "
控告长老的案件,非有两三个见证人就不要收受。
§5.20τοὺς [δὲ] ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν.
犯罪的人,当在众人面前责备他,叫其余的人也可以惧怕。
§5.21Διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν.
我在神和基督耶稣并蒙拣选的天使面前嘱咐你:要遵守这些话,不可存成见,行事也不可有偏心。
§5.22Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινωνει ἁμαρτίαις ἀλλοτρίαις· σεαυτὸν ἁγνὸν τήρει.
给人按手的礼,不可急促;也不要在别人的罪上有份,要保守自己清洁。
§5.23Μηκέτι ὑδροπότει, ἀλλὰ οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχον καὶ τὰς πυκνάς σου ἀσθενείας.
因你胃口不清,屡次患病,再不要单喝水,可以稍微用点酒。
§5.24Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσιν, προάγουσαι εἰς κρίσιν, τισὶν δὲ καὶ ἐπακολουθοῦσιν·
有些人的罪是明显的,如同先到审判案前;有些人的罪是随后跟了去的。
§5.25ὡσαύτως καὶ τὰ ἔργα τὰ καλὰ πρόδηλα, καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύνανται.
这样,善行也有明显的,那不明显的也不能隐藏。