§1.1ΠΑΥΛΟΣ ἀπόστολος Χριστοῦ Ἰησοῦ κατʼ ἐπιταγὴν θεοῦ σωτῆρος ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τῆς ἐλπίδος ἡμῶν Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει· §1.2χάρις, ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.
奉我们的救主神和我们的盼望基督耶稣的命令,作基督耶稣使徒的保罗,写信给在信仰中作我真孩子的提摩太:愿恩典、怜悯、平安从父神和我们的主基督耶稣归与你。
§1.3Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ, πορευόμενος εἰς Μακεδονίαν, ἵνα παραγγείλῃς τισὶν μὴ ἑτεροδιδασκαλεῖν §1.4μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες ἐκζητήσεις παρέχουσι μᾶλλον ἢ οἰκονομίαν θεοῦ τὴν ἐν πίστει,
我往马其顿去的时候,曾劝你仍留在以弗所,好嘱咐那几个人不可传异教,也不可听从荒渺无凭的话语和无穷的家谱;这些事只激起辩论,却无助于神在信仰中所立的计划。
§1.5— τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου,
— 但这嘱咐的目的就是爱,这爱是出于清洁的心、无愧的良心和无伪的信心。
§1.6ὧν τινὲς ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολογίαν, §1.7θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες μήτε ἃ λέγουσιν μήτε περὶ τίνων διαβεβαιοῦνται.
有人偏离了这些,转向了虚妄的话语,想要作律法的教师,却不明白自己所说的是什么,也不明白自己所确信的是什么。
§1.8Οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος ἐάν τις αὐτῷ νομίμως χρῆται,
我们晓得律法是好的,只要人按着律法用它。
§1.9εἰδὼς τοῦτο ὅτι δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατρολῴαις καὶ μητρολῴαις, ἀνδροφόνοις, §1.10πόρνοις, ἀρσενοκοίταις, ἀνδραποδισταῖς, ψεύσταις, ἐπιόρκοις, καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται, §1.11κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου θεοῦ, ὃ ἐπιστεύθην ἐγώ.
知道这律法不是为义人设立的,而是为不法和不服的、不虔敬和犯罪的、不圣洁和世俗的、弑父和弑母的、杀人的、嫖妓的、亲男色的、拐卖人口的、说谎话的、起假誓的,以及任何敌对健全教义的事设立的,这是按照那可称颂之神荣耀的福音,这福音是交托了我的。
§1.12Χάριν ἔχω τῷ ἐνδύναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν,
我感谢那赐我力量的我们主基督耶稣,因他见我忠心,派我服事他。
§1.13τὸ πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ἱβριστήν· ἀλλὰ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ,
我从前是亵渎神的、逼迫人的、侮慢人的,然而我还蒙了怜悯,因我是不信、不明白的时候做的。
§1.14ὑπερεπλεόνασεν δὲ ἡ χάρις τοῦ κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ.
并且我们主的恩典格外丰盛,使我在基督耶稣里有信心和爱心。
§1.15πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι·
「基督耶稣降世,为要拯救罪人。 」这话是可信的,是值得完全接受的。
ὧν πρῶτός εἰμι ἐγώ,
在罪人中我是个罪魁。
§1.16ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Χριστὸς Ἰησοῦς τὴν ἅπασαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπʼ αὐτῷ εἰς ζωὴν αἰώνιον.
然而,我蒙了怜悯,正是要让基督耶稣在我这罪魁身上显明他一切的忍耐,给后来信他得永生的人作榜样。
§1.17Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων·
愿尊贵、荣耀归给那万世的君王,那不能朽坏、不能看见、独一的神,直到永永远远。
ἀμήν.
阿们。
§1.18Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπι σὲ προφητείας, ἵνα στράτεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν,
我儿提摩太啊,我照着以前关于你的预言,将这嘱咐交托你,使你借着这些预言,可以打那美好的仗,常存信心和无愧的良心。
§1.19ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν·
有人丢弃了良心,在信仰上船毁人亡。
§1.20ὧν ἐστὶν Ὑμέναιος καὶ Ἀλέξανδρος, οὓς παρέδωκα τῷ Σατανᾷ ἵνα παιδευθῶσι μὴ βλασφημεῖν.
其中有许米乃和亚历山大,我已经把他们交给撒旦,使他们受惩罚不再亵渎神。