§1.1ΠΑΥΛΟΣ ἀπόστολος Χριστοῦ Ἰησοῦ κατʼ ἐπιταγὴν θεοῦ σωτῆρος ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τῆς ἐλπίδος ἡμῶν Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει·
わたしたちの救い主である神、およびわたしたちの希望であるキリスト・イエスとの命令による、キリスト・イエスの使徒パウロから、信仰における本物のわが子テモテへ。
§1.2χάρις, ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.
父なる神とわたしたちの主キリスト・イエスからの、恵み、憐れみ、平和があるように。
§1.3Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ, πορευόμενος εἰς Μακεδονίαν, ἵνα παραγγείλῃς τισὶν μὴ ἑτεροδιδασκαλεῖν
私がマケドニアへ出発する際、あなたにエフェソにとどまるよう勧めたのは、ある人々が異なる教えを説かないように、また、果てしのない作り話や系図に心を奪われないように命じさせるためであった。
§1.4μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες ἐκζητήσεις παρέχουσι μᾶλλον ἢ οἰκονομίαν θεοῦ τὴν ἐν πίστει,
これらは信仰による神の救済計画よりも、むしろ無益な議論を引き起こすものである。
§1.5— τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου,
— この命令の目的は、清い心と正しい良心と偽りのない信仰とから出る愛である。
§1.6ὧν τινὲς ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολογίαν,
ある人々はこれらのものから外れて、無駄話へと迷い込んでしまった。
§1.7θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες μήτε ἃ λέγουσιν μήτε περὶ τίνων διαβεβαιοῦνται.
彼らは律法の教師でありたいと望みながら、自分が何を言っているのかも、何を確信をもって主張しているのかも理解していない。
§1.8Οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος ἐάν τις αὐτῷ νομίμως χρῆται,
しかし、律法は適法に用いるならば良いものであることを、わたしたちは知っている。
§1.9εἰδὼς τοῦτο ὅτι δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατρολῴαις καὶ μητρολῴαις, ἀνδροφόνοις, §1.10πόρνοις, ἀρσενοκοίταις, ἀνδραποδισταῖς, ψεύσταις, ἐπιόρκοις, καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται,
すなわち、律法は正しい人のために定められているのではなく、不法な者や従わない者、不信心な者や罪人、不神聖な者や俗悪な者、父を殺す者や母を殺す者、人殺し、みだらな者、男色をする者、人身売買をする者、偽る者、偽証する者、またその他、健全な教えに反するあらゆることのために定められているのである。
§1.11κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου θεοῦ, ὃ ἐπιστεύθην ἐγώ.
これは、祝福に満ちた神の栄光の福音に従うものであり、私はこの福音を委ねられた。
§1.12Χάριν ἔχω τῷ ἐνδύναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν,
わたしを強めてくださった、わたしたちの主キリスト・イエスに感謝します。 主はわたしを忠実な者と見なし、奉仕の務めに任じてくださったからです。
§1.13τὸ πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ἱβριστήν·
わたしは以前、神を冒涜し、迫害し、傲慢な者でした。
ἀλλὰ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ,
しかし、信じていなかったときに知らずに行ったことなので、憐れみを受けました。
§1.14ὑπερεπλεόνασεν δὲ ἡ χάρις τοῦ κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ.
そして、わたしたちの主の恵みが、キリスト・イエスにある信仰と愛とともに、満ちあふれました。
§1.15πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι·
「キリスト・イエスは罪人を救うために世に来られた」という言葉は真実であり、そのまま受け入れるに値します。
ὧν πρῶτός εἰμι ἐγώ,
わたしはその罪人の中で最たる者です。
§1.16ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Χριστὸς Ἰησοῦς τὴν ἅπασαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπʼ αὐτῷ εἰς ζωὴν αἰώνιον.
しかし、わたしが憐れみを受けたのは、キリスト・イエスが、まず最たる者であるわたしに限りない寛容を示し、永遠の命を得るために主を信じることになる人々の手本とされるためでした。
§1.17Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων·
世々の支配者、不滅にして目に見えない、唯一の神に、世々限りなく誉れと栄光がありますように。
ἀμήν.
アメン。
§1.18Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπι σὲ προφητείας, ἵνα στράτεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν,
わが子テモテよ、以前あなたについてなされた預言に従って、私はこの命令をあなたに委ねます。 それは、あなたがその預言に従って立派な戦いを戦い抜くためです。
§1.19ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν·
信仰と正しい良心とを持ちなさい。 ある人々は正しい良心を退けたために、信仰の破船に遭いました。
§1.20ὧν ἐστὶν Ὑμέναιος καὶ Ἀλέξανδρος, οὓς παρέδωκα τῷ Σατανᾷ ἵνα παιδευθῶσι μὴ βλασφημεῖν.
その中には、ヒメナイとアレクサンドロがいます。 私は、神を冒涜しないように教育されるために、彼らをサタンに引き渡しました。