§3.1Εἰ οὖν συνηγέρθητε τῷ χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ χριστός ἐστιν
"ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος· "
所以,你们若与基督一同复活,就当求在上面的事,那里有基督坐在神的右边。
§3.2τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς, ἀπεθάνετε γάρ,
你们要思念上面的事,不要思念地上的事。
§3.3καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ χριστῷ ἐν τῷ θεῷ·
因为你们已经死了,你们的生命与基督一同藏在神里面。
§3.4ὅταν ὁ χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ·
基督是我们的生命,祂显现的时候,你们也要与祂一同显现在荣耀里。
§3.5Νεκρώσατε οὖν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία,
所以,要治死你们在地上的肢体,就如淫乱、污秽、邪情、恶欲,和贪婪(贪婪就与拜偶像一样)。
§3.6διʼ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ·
因这些事,神的愤怒必临到。
§3.7ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε ὅτε ἐζῆτε ἐν τούτοις·
当你们在这些事中活着的时候,也曾这样行过。
§3.8νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν·
但现在你们要弃绝这一切的事,以及恼恨、忿怒、恶毒、毁谤,并口中污秽的言语。
§3.9μὴ ψεύδεσθε εἰς ἀλλήλους· ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ,
不要彼此说谎;因你们已经脱去旧人和旧人的行为,穿上了新人。
§3.10καὶ ἐνδυσάμενοι τὸν ϝέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν
"κατʼ εἰκόνα τοῦ κτίσαντος"
αὐτόν,
这新人正在渐渐更新,正如造他主的形象,使他获得真知识。
§3.11ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ πάντα καὶ ἐν πᾶσιν Χριστός.
在此并不分希腊人、犹太人,受割礼的、未受割礼的,化外人、西古提人,为奴的、自主的,惟有基督是一切,又在一切之内。
§3.12Ἐνδύσασθε οὖν ὡς ἐκλεκτοὶ τοῦ θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραΰτητα, μακροθυμίαν,
所以,你们既是神的选民,圣洁蒙爱的人,就要穿上怜悯的心肠、恩慈、谦虚、温柔、忍耐。
§3.13ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ κύριος ἐχαρίσατο ὑμῖν οὕτως καὶ ὑμεῖς·
倘若这人与那人有嫌隙,总要彼此容忍,彼此饶恕;主怎样饶恕了你们,你们也要怎样饶恕人。
§3.14ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, ὅ ἐστιν σύνδεσμος τῆς τελειότητος.
在这一切之上,还要穿上爱,爱就是达到完全的纽带。
§3.15καὶ ἡ εἰρήνη τοῦ χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν [ἑνὶ] σώματι· καὶ εὐχάριστοι γίνεσθε.
又要让基督的平安在你们心里作主;你们蒙召归为一体,也是为此;且要存感谢的心。
§3.16ὁ λόγος τοῦ χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ· διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς, ὕμνοις, ᾠδαῖς πνευματικαῖς ἐν χάριτι, ᾁδοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ θεῷ·
当用各样的智慧,把基督的道理丰丰富富地存在心里,用诗章、颂词、灵歌,彼此教导,互相劝戒,心存感恩,歌颂神。
§3.17καὶ πᾶν ὅτι ἐὰν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ θεῷ πατρὶ διʼ αὐτοῦ.
无论做什么,或说话或行事,都要奉主耶稣的名,借着祂感谢父神。
§3.18Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν ἐν κυρίῳ.
你们作妻子的,当顺服自己的丈夫,这在主里面是相宜的。
§3.19Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς.
你们作丈夫的,要爱你们的妻子,不可苦待她们。
§3.20Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν κατὰ πάντα, τοῦτο γὰρ εὐάρεστόν ἐστιν ἐν κυρίῳ.
你们作儿女的,要凡事听从父母,因为这是主所喜悦的。
§3.21Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν.
你们作父亲的,不要惹你们儿女的气,免得他们失了志气。
§3.22Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ὀφθαλμοδουλίαις, ὡς ἀνθρωπάρεσκοι, ἀλλʼ ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν κύριον.
你们作仆人的,要凡事听从你们肉身的主人,不要只在眼前事奉,像是讨人喜欢的,总要存心诚实敬畏主。
§3.23ὃ ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις, §3.24εἰδότες ὅτι ἀπὸ κυρίου ἀπολήμψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας·
无论做什么,都要从心里做,像是给主做的,不是给人做的,因为你们知道,从主那里必得着基业为赏赐。
τῷ κυρίῳ Χριστῷ δουλεύετε·
你们所事奉的乃是主基督。
§3.25ὁ γὰρ ἀδικῶν κομίσεται ὃ ἠδίκησεν, καὶ οὐκ ἔστιν προσωπολημψία.
那行不义的必受不义的报应;主并不偏待人。