Humanitext Reader

新约圣经 · 歌罗西书 §4.1-4.18

关于祷告与行事的劝勉及末尾问安

第 4 段,共 4 段 · 希腊语

内容简介

劝勉主人公正对待仆人,信徒应当恒切祷告并用智慧行事。最后转达了同工们的问候,并指示了书信交换和尽职的要求。

§4.1Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε κύριον ἐν οὐρανῷ.
你们作主人的,要公公平平地待仆人,因为知道你们也有一个主在天上。
§4.2Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ, §4.3προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ χριστοῦ, διʼ ὃ καὶ δέδεμαι, §4.4ἵνα φανεράσω αὐτὸ ὡς δεῖ με λαλῆσαι.
你们要恒切祷告,在此警醒感恩;也要为我们祷告,求神给我们开传道的门,能以讲基督的奥秘(我为此被捆锁),使我能以按着所该说的话将这奥秘显明出来。
§4.5Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι.
你们要用智慧与外人交往,要爱惜光阴。
§4.6ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.
你们的言语要常常带着和气,好像用盐调和,就可知道该怎样回答各人。
§4.7Τὰ κατʼ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τύχικος ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν κυρίῳ,
有我亲爱的兄弟推基古要将我一切的事都告诉你们。 他是忠心的执事,和我一同作主的仆人。
§4.8ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα γνῶτε τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν,
我特意打发他到你们那里去,好叫你们知道我们的光景,又叫他安慰你们的心。
§4.9σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν·
我又打发一位亲爱忠心的兄弟阿尼西谋同去;他也是你们那里的人。
πάντα ὑμῖν γνωρίσουσιν τὰ ὧδε.
他们要把这里一切的事都告诉你们。
§4.10Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μάρκος ὁ ἀνεψιὸς Βαρνάβα, (περὶ οὗ ἐλάβετε ἐντολάς, ἐὰν ἔλθῃ πρὸς ὑμᾶς δέξασθε αὐτόν),
与我一同坐牢的亚里达古问你们安。 巴拿巴的表弟马可也问你们安。 (关于这马可,你们已经受了吩咐;他若到了你们那里,你们就接待他。
§4.11καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς, οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία.
)耶书又称为犹士都,也问你们安。 奉割礼的人中,只有这三个人是为神的国与我一同做工的,也是叫我心里得安慰的。
§4.12ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν, δοῦλος Χριστοῦ Ἰησοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα σταθῆτε τέλειοι καὶ πεπληροφορημένοι ἐν παντὶ θελήματι τοῦ θεοῦ.
有你们那里的人,作基督耶稣仆人的叶巴弗问你们安。 他在祷告中,常为你们竭力地祈求,愿你们在神一切的旨意上得以站立得稳,信心充足,能以完美。
§4.13μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει πολὺν πόνον ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικίᾳ καὶ τῶν ἐν Ἱερᾷ Πόλει.
他为你们和老底嘉并希拉波立的弟兄多多地劳苦,这是我可以给他作见证的。
§4.14ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ Δημᾶς.
亲爱的医生路加和底马问你们安。
§4.15Ἀσπάσασθε τοὺς ἐν Λαοδικίᾳ ἀδελφοὺς καὶ Νύμφαν καὶ τὴν κατʼ οἶκον αὐτῆς ἐκκλησίαν.
请问老底嘉的弟兄和宁法,并在她家里的教会安。
§4.16καὶ ὅταν ἀναγνωσθῇ παρʼ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικίας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε.
你们念了这书信,便要预备使老底嘉的教会也念,你们也要念那从老底嘉来的书信。
§4.17καὶ εἴπατε Ἀρχίππῳ Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν κυρίῳ, ἵνα αὐτὴν πληροῖς.
要对亚基布说:“务要谨慎,尽你从主所受的职分。
§4.18Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου.
” 我保罗亲笔问你们安。
μνημονεύετέ μου τῶν δεσμῶν.
你们要纪念我的捆锁。
ἡ χάρις μεθʼ ὑμῶν.
愿恩惠常与你们同在!

词汇与语法注释

  1. §4.3λαλῆσαι — 不定词 λαλῆσαι(宣讲)在此作目的或结果状语,修饰前文的 ἵνα 从句(求神给我们开传道的门),说明神开门的行为直接带来的目的或结果是能够宣讲基督的奥秘。
  2. §4.6εἰδέναι — 在此,完了时(具有现在时意义)的不定词 εἰδέναι(知道)跟在省略了主语和动词的祈使句(你们的言语要常常带着和气……)之后,作目的或结果状语,表明言语带和气的目的是为了“知道该怎样回答各人”。
  3. §4.16τὴν ἐκ Λαοδικίας — 阴性单数宾格冠词 τὴν 与介词短语 ἐκ Λαοδικίας(从老底嘉来的)相结合,在文意上省略了上文的名词 ἐπιστολή(书信),指代“那封从老底嘉来的书信”。

引用这一段

新约圣经, 歌罗西书 §4.1-4.18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0031.tlg012.humanitext-grc2:4.1-4.18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。