§2.1Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω ὑπὲρ ὐμῶν καὶ τῶν ἐν Λαοδικίᾳ καὶ ὅσοι οὐχ ἑόρακαν τὸ πρόσωπόν μου ἐν σαρκί, §2.2ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν, συνβιβασθέντες ἐν ἀγάπῃ καὶ εἰς πᾶν πλοῦτος τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ θεοῦ, Χριστοῦ, §2.3ἐν ᾧ εἰσὶν πάντες
"οἱ θησαυροὶ τῆς σοφίας"
καὶ γνώσεως
"ἀπόκρυφοι. "
我愿意你们知道,我为你们和拉奥迪嘉的人,并一切没有亲自见过我肉身面貌的人,是何等地竭力奋斗;要叫他们的心得安慰,在爱里结合,以致丰丰满满地在悟性上有充足的信心,能真知道神的奥秘,就是基督;在祂里面也蕴藏着一切智慧和知识的宝藏。
§2.4Τοῦτο λέγω ἵνα μηδεὶς ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ.
我说这话,免得有人用花言巧语迷惑你们。
§2.5εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμί, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν.
我身体虽然不在你们那里,心却与你们同在,见你们循规蹈矩,对基督的信心坚固,我就欢喜了。
§2.6Ὡς οὖν παρελάβετε τὸν χριστὸν Ἰησοῦν τὸν κύριον, ἐν αὐτῷ περιπατεῖτε, §2.7ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ καὶ βεβαιούμενοι τῇ πίστει καθὼς ἐδιδάχθητε, περισσεύοντες [ἐν αὐτῇ] ἐν εὐχαριστίᾳ.
你们既然接受了主基督耶稣,就当遵祂而行,在祂里面生根建造,信心坚固,正如你们所领受的教导,感谢的心也更增长了。
§2.8Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν·
你们要谨慎,免得有人用他的哲学和虚空的妄言,不照着基督,乃照着人间遗传和世上的小学,把你们掳去。
§2.9ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, §2.10καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας,
因为神本源的一切丰盛,都有形有体地居住在基督里面,你们在祂里面也得了丰盛。 祂是各样执政掌权者的元首。
§2.11ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ χριστοῦ,
你们在祂里面,也受了不是人手所行的割礼,乃是脱去肉体情欲的割礼,就是基督的割礼。
§2.12συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν·
你们既受洗与祂一同埋葬,也就在此与祂一同复活,都因信那叫祂从死里复活之神的功用。
§2.13καὶ ὑμᾶς νεκροὺς ὄντας τοῖς παραπτώμασιν καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν, συνεζωοποίησεν ὑμᾶς σὺν αὐτῷ· χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα, §2.14ἐξαλείψας τὸ καθʼ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ· §2.15ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησίᾳ θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ.
你们从前在过犯和未受割礼的肉体中死了,神赦免了你们一切过犯,便叫你们与基督一同活过来;涂抹了在律例上所写、攻击我们、反对我们的字据,把它撤去,钉在十字架上;祂既将一切执政的、掌权的解除了武装,明显给众人看,仗着十字架向它们夸胜。
§2.16Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει καὶ ἐν πόσει ἢ ἐν μέρει ἑορτῆς ἢ νεομηνίας ἢ σαββάτων,
所以,不拘在饮食上,或节期、月朔、安息日,都不可让人论断你们。
§2.17ἅ ἐστιν σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα τοῦ χριστοῦ.
这些原是后事的影儿;那形体却是基督。
§2.18μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ ἑόρακεν ἐμβατεύων, εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ, §2.19καὶ οὐ κρατῶν τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συνβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ.
不可让人因着故意谦虚和敬拜天使,就夺去你们的奖赏。 这等人拘泥在所见过的,随着自己的肉体私欲,无故地自高自大,不持定元首。 全身既然靠着祂,筋节得以相助联络,就因神大得增长。
§2.20Εἰ ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν στοιχείεν τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε §2.21Μὴ ἅψῃ μηδὲ γεύσῃ μηδὲ θίγῃς,
你们若是与基督同死,脱离了世上的小学,为什么仍像在世俗中活着、服从那 “不可拿、不可尝、不可摸”等类的规条呢?
§2.22ἅ ἐστιν πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, κατὰ τὰ
"ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων; "
这都是照人所吩咐、所教导的。 说到这一切,正用的时候就都败坏了。
§2.23ἅτινά ἐστιν λόγον μὲν ἔχοντα σο φίας ἐν ἐθελοθρησκίᾳ καὶ ταπεινοφροσύνῃ [καὶ] ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινὶ πρὸς πλησμονὴν τῆς σαρκός.
这些规条在私意崇拜、自表谦卑、苦待己身等事上,看似有智慧,其实在克制肉体的情欲上,毫无价值。