Humanitext Reader

新约圣经 · 歌罗西书 §1.1-1.29

感谢的祈祷、基督的至高地位与使徒的职分

第 1 段,共 4 段 · 希腊语

内容简介

保罗为歌罗西信徒的信心与爱心向神献上感谢,并祈求他们满有属灵的智慧以晓得神的旨意、行事对得起主。接着,他颂扬基督作为万物创造者与教会之首的至高无上地位,并阐明自己作为福音的执事,为传扬这荣耀的奥秘而尽心竭力。

§1.1ΠΑΥΛΟΣ ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς §1.2τοῖς ἐν Κολοσσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ·
凭神旨意作基督耶稣使徒的保罗,和兄弟提摩太,写给在歌罗西的圣徒和在基督里忠心的弟兄。
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν.
愿恩惠、平安从我们的父神归与你们。
§1.3Εὐχαριστοῦμεν τῷ θεῷ πατρὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ [Χριστοῦ] πάντοτε περὶ ὑμῶν προσευχόμενοι, §1.4ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ καὶ τὴν ἀγάπην [ἣν ἔχετε] εἰς πάντας τοὺς ἁγίους §1.5διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς, ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ εὐαγγελίου τοῦ παρόντος εἰς ὑμᾶς,
我们感谢我们主耶稣基督的父神,常常为你们祷告,因听见你们在基督耶稣里的信心,并向众圣徒的爱心,是为此给你们存在天上的盼望;这盼望就是你们从前在福音真理的道上所听见的。
§1.6καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ ἐστὶν καρποφορούμενον καὶ αὐξανόμενον καθὼς καὶ ἐν ὑμῖν, ἀφʼ ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ θεοῦ ἐν ἀληθείᾳ·
这福音传到你们那里,并且传到普天下,甚至在你们中间也是这样,自打你们听见福音,在真理中真真切切知道神恩惠的日子起,就开始结果、增长。
§1.7καθὼς ἐμάθετε ἀπὸ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς ἐστιν πιστὸς ὑπὲρ ἡμῶν διάκονος τοῦ χριστοῦ, §1.8ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι.
正如你们从我们亲爱的同工、那为我们作了基督忠心执事的以巴弗所学的,他也把你们在圣灵里的爱心告诉了我们。
§1.9Διὰ τοῦτο καὶ ἡμεῖς, ἀφʼ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ, §1.10περιπατῆσαι ἀξίως τοῦ κυρίου εἰς πᾶσαν ἀρεσκίαν ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι τῇ ἐπιγνώσει τοῦ θεοῦ, §1.11ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς, §1.12εὐχαριστοῦντες τῷ πατρὶ τῷ ἱκανώσαντι ὑμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί,
因此,我们自从听见的日子,也就为此不停地为你们祷告和祈求,愿你们在一切属灵的智慧和悟性上,满心知道神的旨意;好使你们行事为人对得起主,凡事蒙他喜悦,在一切善事上结果子,渐渐地多知道神;照他荣耀的权能,得以在各样的力上加力,好叫你们凡事欢欢喜喜地忍耐宽容;又感谢父,使你们能与众圣徒在光明中同得基业。
§1.13ὃς ἐρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ, §1.14ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν·
他救了我们脱离黑暗的权势,把我们迁到他爱子的国里;我们在爱子里得蒙救赎,罪得赦免。
§1.15ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως,
爱子是那看不见的神的像,是首生的,在一切被造的以先。
§1.16ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα διʼ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται·
因为万有都是在祂里面造的——在天上的、在地上的,能看见的、不能看见的,或是有位的、主治的、执政的、掌权的,一概都是在祂里面造的;万有都是靠祂造的,又是为祂造的。
§1.17καὶ αὐτὸς ἔστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν,
祂在万有之先;万有也靠祂而立。
§1.18καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος, τῆς ἐκκλησίας· ὅς ἐστιν [ἡ] ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων,
祂也是教会身体的头;祂是元始,是从死里首先复生的,使祂可以在凡事上居首位。
§1.19ὅτι ἐν αὐτῷ εὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι §1.20καὶ διʼ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, [διʼ αὐτοῦ] εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς·
因为父喜欢叫一切的丰盛在祂里面居住,既然藉着祂在十字架上所流的血成就了和平,便藉着祂叫万有——无论是地上的、天上的——都与自己和好了。
§1.21καὶ ὑμᾶς ποτὲ ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, — §1.22νυνὶ δὲ ἀποκατήλλαξεν ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου, — παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ,
你们从前与神隔绝,因着恶行,心里与祂为敌;但如今祂藉着基督肉身的死,叫你们与自己和好,都成了圣洁,无瑕疵,无可责备地把你们引到自己面前。
§1.23εἴ γε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάσῃ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν, οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος.
只要你们在道理上恒心,根基稳固,坚定不移,不至被引动失去福音的盼望。 这福音就是你们所听过的,也是传与普天下万人听的,我保罗也作了这福音的执事。
§1.24Νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία,
现在我为你们受苦,倒觉欢乐;并且为基督的身体,就是教会,要在我肉身上补满基督患难的缺欠。
§1.25ἧς ἐγενόμην ἐγὼ διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς πληρῶσαι τὸν λόγον τοῦ θεοῦ, §1.26τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, — νῦν δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ,
我照神为你们所赐我的管家职分作了教会的执事,要把神的道理传得全备,这道理就是历世历代所隐藏的奥秘;但如今向他的圣徒显明了。
§1.27οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅ ἐστιν Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης·
神愿意叫他们知道,这奥秘在外邦人中有何等丰盛的荣耀,就是基督在你们心里成了有荣耀的盼望。
§1.28ὃν ἡμεῖς καταγγέλλομεν νουθετοῦντες πάντα ἄνθρωπον καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ·
我们传扬祂,是用诸般的智慧,劝戒各人,教导各人,要把各人在基督里完完全全地引到神面前。
§1.29εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει.
我也为此劳苦,照着祂在我里面运用的大能尽心竭力。

词汇与语法注释

  1. §1.5διὰ τὴν ἐλπίδα — 此介词短语(διά 接宾格表示原因)的修饰对象既可视为第4节的“信心”(πίστιν)与“爱心”(ἀγάπην),也可视为第3节的“感谢”(εὐχαριστοῦμεν)。从上下文来看,将其理解为修饰前者更为自然,表明存在天上的盼望是激发他们信心与爱心的根基与动力。
  2. §1.10περιπατῆσαι — 不定式 `περιπατῆσαι` 承接第9节“愿你们满心知道”(ἵνα πληρωθῆτε)的祈求内容,作为表示结果或目的的副词性用法(“被充满,从而得以行事为人……”)。
  3. §1.15πρωτότοκος πάσης κτίσεως — 属格 `πάσης κτίσεως`(一切被造的)在此不应理解为部分属格(即把基督归为被造物的一部分),而应理解为表示比较、超越或优先的属格,意为“在一切被造物以先首生的”或“对一切被造物拥有首领主权者”。
  4. §1.19ὅτι ἐν αὐτῷ εὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι — 动词 `εὐδόκησεν`(乐意/欢喜)的主语有两种主要解释。第一种是:省略的主语是“神”(`ὁ θεός`),而“一切的丰盛”(`πᾶν τὸ πλήρωμα`)是不定式 `κατοικῆσαι`(居住)的主语(即“神乐意叫一切的丰盛在他里面居住”)。第二种是:直接以“一切的丰盛”作为 `εὐδόκησεν` 的主语(即“一切的丰盛乐意在他里面居住”)。鉴于新约神学的一致性以及与第20节“和好”(ἀποκαταλλάξαι)的主语一致性,前者更具普遍性。
  5. §1.21καὶ ὑμᾶς ποτὲ ὄντας — 第21节开头以宾格 `ὑμᾶς`(你们)起首,原本在语法上应直接作为第22节主句动词的直接宾语。然而由于第22节的句式插入和转变(引入 `νυνὶ δὲ ἀποκατήλλαξεν...`),导致了句法破格(Anacoluthon),致使在第22节末尾不得不再次重复宾格 `ὑμᾶς`(`παραστῆσαι ὑμᾶς`)来重构整句话。

引用这一段

新约圣经, 歌罗西书 §1.1-1.29. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0031.tlg012.humanitext-grc2:1.1-1.29

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。