§6.1Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν [ἐν κυρίῳ], τοῦτο γάρ ἐστιν δίκαιον·
儿女们,要在[主里]听从父母,因为这是理所当然的。
§6.2"τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα,"
ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, §6.3"ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.
“要孝敬父母”(这是第一条带应许的诫命), “使你得福,在地上长寿。
" §6.4Καὶ οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλὰ ἐκτρέφετε αὐτὰ ἐν
"παιδείᾳ"
καὶ
"νουθεσία Κυρίου. "
” 你们作父亲的,不要惹儿女的发怒,只要照着主的“教训”和“警戒”养育他们。
§6.5Οἱ δοῦλοι, ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν ὡς τῷ χριστῷ,
你们作仆人的,要惧怕战兢,用诚实的心听从你们肉身的主人,好像听从基督一样。
§6.6μὴ κατʼ ὀφθαλμοδουλίαν ὡς ἀνθρωπάρεσκοι ἀλλʼ ὡς δοῦλοι Χριστοῦ ποιοῦντες τὸ θέλημα τοῦ θεοῦ, §6.7ἐκ ψυχῆς μετʼ εὐνοίας δουλεύοντες, ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις,
不要只在眼前事奉,像是讨人喜欢的,要像基督的仆人,从心里遵行神的旨意,甘心事奉,好像服事主,不像服事人。
§6.8εἰδότες ὅτι ἕκαστος, ἐάν τι ποιήσῃ ἀγαθόν, τοῦτο κομίσεται παρὰ κυρίου, εἴτε δοῦλος εἴτε ἐλεύθερος.
因为晓得各人所行的善事,不论是为奴的,是自主的,都必按所行的得主的赏赐。
§6.9Καὶ οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς, ἀνιέντες τὴν ἀπειλήν, εἰδότες ὅτι καὶ αὐτῶν καὶ ὑμῶν ὁ κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωπολημψία οὐκ ἔστιν παρʼ αὐτῷ.
你们作主人的,待仆人也是这样,不要威吓他们。 因为知道,他们和你们同有一位主在天上,他并不偏待人。
§6.10Τοῦ λοιποῦ ἐνδυναμοῦσθε ἐν κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ.
我还有末了的话:你们要靠着主,倚赖他的大能大力作刚强的人。
§6.11ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδίας τοῦ διαβόλου·
要穿戴神所赐的全副军装,就能抵挡魔鬼的诡计。
§6.12ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.
因我们并不是与属血气的争战,乃是与那些执政的、掌权的、管辖这幽暗世界的,以及天空属灵气的恶魔争战。
§6.13διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι.
所以,要拿起神所赐的全副军装,好在磨难的日子抵挡仇敌,并且成就了一切,还能站立得住。
§6.14στῆτε οὖν
"περιζωσάμενοι τὴν ὀσφὺν"
ὑμῶν
"ἐν ἀληθεία,"
καὶ
"ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης," §6.15καὶ ὑποδησάμενοι
"τους πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης,"
所以要站稳了,用“真理当作带子束腰”,用“公义当作护心镜遮胸”,又用“平安的福音当作预备走路的鞋穿在脚上”。
§6.16ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ [τὰ] πεπυρωμένα σβέσαι· §6.17καὶ
"τὴν περικεφαλαίαν τοῦ σωτηρίου"
δέξασθε, καὶ
"τὴν μάχαιραν τοῦ πνεύματος," §6.18ὅ ἐστιν
"ῥῆμα θεοῦ,"
διὰ πάσης προσευχῆς καὶ δεήσεως, προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς αὐτὸ ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων, §6.19καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου, ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον [τοῦ εὐαγγελίου] ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, §6.20ἵνα ἐν αὐτῷ παρρησιάσωμαι ὡς δεῖ με λαλῆσαι.
此外,又拿着信德当作盾牌,可以灭尽那恶者一切的火箭;并戴上“救恩的头盔”,拿着“圣灵的宝剑”,这就是“神的道”。 靠着圣灵,随时多方祷告祈求;并要在此警醒不倦,为众圣徒祈求,也为我祈求,使我得着口才,能以放胆开口传扬[福音的]奥秘,我为此作了带锁链的使者,并使我照着当尽的本分放胆讲论。
§6.21Ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατʼ ἐμέ, τί πράσσω, πάντα γνωρίσει ὑμῖν Τύχικος ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν κυρίῳ,
今有所亲爱、忠心事奉主的兄弟推基古,他要把我的事情并我的景况如何全都告诉你们,叫你们知道。
§6.22ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα γνῶτε τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν.
我特意打发他到你们那里去,好叫你们知道我们的景况,又叫他安慰你们的心。
§6.23Εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
愿平安、慈爱、信心从父神和主耶稣基督归与弟兄们!
§6.24Ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ.
并愿所有诚心爱我们主耶稣基督的人都蒙恩惠!