Humanitext Reader

新约圣经 · 以弗所书 §4.1-4.32

基督身体的合一与穿上新人的教导

第 4 段,共 6 段 · 希腊语

内容简介

论述了基督身体的合一与信徒恩赐的多样性,并劝勉信徒脱去从前的旧人,在爱心、真理与彼此饶恕中活出新人的样式。

§4.1Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν κυρίῳ ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε,
因此,我这在主里作囚徒的劝你们:行事为人要与你们蒙召的恩相称。
§4.2μετὰ πάσης ταπεινοφροσύνης καὶ πραΰτητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, §4.3σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης·
凡事谦虚、温柔、忍耐,用爱心互相宽容,用和平彼此联络,竭力保守圣灵所赐合而为一的心。
§4.4ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς [καὶ] ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν·
身体只有一个,圣灵只有一个,正如你们蒙召同有一个指望。
§4.5εἷς κύριος, μία πίστις, ἓν βάπτισμα· εἷς θεὸς καὶ πατὴρ πάντων, §4.6ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν.
一主,一信,一洗,一神,就是众人的父,超乎众人之上,贯乎众人之中,也住在众人之内。
§4.7Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη [ἡ] χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ χριστοῦ.
我们各人蒙恩,都是照基督所量给各人的恩赐。
§4.8διὸ λέγει " Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, " [καὶ] "ἔδωκεν δόματα τοῖς ἀνθρώποις. "
所以经上说:「他升上高天的时候,掳掠了仇敌,将各样的恩赐赏给众人。
§4.9τὸ δέ "Ἀνέβη" τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη εἰς τὰ κατώτερα μέρη τῆς γῆς;
」(既说「升上」,若不先降在地下较低的地方,又是什么呢?
§4.10ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.
那降下的,就是升上诸天之上要充满万有的。
§4.11καὶ αὐτὸς "ἔδωκεν" τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, §4.12πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ χριστοῦ, §4.13μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ χριστοῦ,
)他所赐的,有使徒,有先知,有传福音的,有牧师和教师,为要装备圣徒,各尽其职,建立基督的身体,直等到我们众人在信仰上同归于一,认识神的儿子,得以长大成人,达到基督丰盛身量的尺度。
§4.14ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ κυβίᾳ τῶν ἀνθρώπων ἐν πανουργίᾳ πρὸς τὴν μεθοδίαν τῆς πλάνης, §4.15ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλή, Χριστός,
使我们不再作小孩子,中了人的诡计和欺骗的法术,被一切异教之风摇动,飘来飘去,惟用爱心说诚实话,凡事长进,连于元首基督。
§4.16ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συνβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατʼ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ.
全身都靠他联络得合式,百节各按各职,照着各体的功用彼此相助,便叫身体渐渐增长,在爱中建立自己。
§4.17Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν καθὼς καὶ τὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν,
所以我说,且在主里确实地说,你们行事不要再像外邦人存虚妄的心行事。
§4.18ἐσκοτωμένοι τῇ διανοίᾳ ὄντες, ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν, §4.19οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ.
他们心地昏昧,与神所赐的生命隔绝了,都因自己无知,心里刚硬;良心既然丧尽,就放纵私欲,贪行种种的污秽。
§4.20Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν χριστόν,
你们学了基督,却不是这样。
§4.21εἴ γε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθὼς ἔστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ, §4.22ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, §4.23ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν, §4.24καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.
如果你们听过他的道,领了他的教,学了他的真理,就如真理是在耶稣心里一样:就要脱去你们从前行为上的旧人,这旧人是因私欲的迷惑渐渐变坏的;又要将你们的心志改换一新,并且穿上新人;这新人是照着神的形象造的,有真理的仁义和圣洁。
§4.25Διὸ ἀποθέμενοι τὸ ψεῦδος "λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ," ὅτι ἐσμὲν ἀλλήλων μέλη.
所以你们要弃绝谎言,「各人与邻舍说实话」,因为我们是互相为肢体。
§4.26"ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· " ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ παροργισμῷ ὑμῶν, §4.27μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ.
「生气却不要犯罪」;不可含怒到日落,也不可给魔鬼留地步。
§4.28ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος ταῖς χερσὶν τὸ ἀγαθόν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι.
从前偷窃的,不要再偷;总要劳力,亲手做正经事,就可有余分给那有需要的人。
§4.29πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλὰ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν.
污秽的言语一句不可出口,只要随事说造就人的好话,叫听见的人得益处。
§4.30καὶ μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως.
不要叫神的圣灵担忧;你们原是受了他的印记,等候得赎的日子来到。
§4.31πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφʼ ὑμῶν σὺν πάσῃ κακίᾳ. §4.32γίνεσθε [δὲ] εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς καθὼς καὶ ὁ θεὸς ἐν Χριστῷ ἐχαρίσατο ὑμῖν.
一切苦毒、恼恨、愤怒、嚷闹、毁谤,并一切的恶毒,都当从你们中间除掉;并要以恩慈相待,存怜悯的心,彼此饶恕,正如神在基督里饶恕了你们一样。

词汇与语法注释

  1. 4.1ἧς ἐκλήθητε — 关系代词 ἧς 受其先行词 τῆς κλήσεως(属格)的影响,同化为属格(attraction)。根据动词 καλέω 的同源宾格用法,其原本的形式应为宾格 ἣν。
  2. 4.9τὰ κατώτερα μέρη τῆς γῆς — 属格 τῆς γῆς 的解释有两种:(1)同位语属格或定义属格,意为“地这一较低的地方”,指基督降生为人;(2)部分属格或方位属格,意为“地底下的阴间”。在与升天的对比中,采用解释(1)指地上的降卑更为自然。
  3. 4.15ἀληθεύοντες — 动词 ἀληθεύω 不仅指“说真话”,也指“行事诚实”或“按真理生活”。在此与“在爱中”(ἐν ἀγάπῃ)结合,指在行动中全面实践基督徒的真理。
  4. 4.16διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας — 在名词短语“借着所供应的各关节”中,属格 τῆς ἐπιχορηγίας 作为宾格性属格或源泉属格,用以说明关节(ἁφή)的功能,即“借着承担供应职责的每一个关节”。
  5. 4.22ἀποθέσθαι — 不定式 ἀποθέσθαι(以及 §4.23 的 ἀνανεοῦσθαι 和 §4.24 的 ἐνδύσασθαι)依赖于 §4.21 中的动词 ἐδιδάχθητε(你们受了教导),构成带宾格动作主体(ὑμᾶς)的不定式结构,用以具体说明所受教导的内容。

引用这一段

新约圣经, 以弗所书 §4.1-4.32. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0031.tlg010.humanitext-grc2:4.1-4.32

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。