Humanitext Reader

新约圣经 · 加拉太书 §4.1-4.31

后嗣的福分与两个妇人的寓意

第 4 段,共 6 段 · 希腊语

内容简介

保罗用孩童受监护的例子,解释信徒如何从律法中获得释放,成为神的儿子和继承人,并警告他们不要转回。他还通过亚伯拉罕两个儿子(使女所生与自主妇人所生)的寓意,强调信徒是凭着应许而生的自由儿女。

§4.1Λέγω δέ, ἐφʼ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου κύριος πάντων ὤν, §4.2ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός.
我的意思是,继承人还小的时候,虽然是全财产的主人,却与奴隶毫无区别,仍旧在监护人和管理人的手下,直等到他父亲预定的日子。
§4.3οὕτως καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἤμεθα δεδουλωμένοι·
我们也是这样,还小的时候,受管辖于世俗的粗浅学说之下,像奴隶一样。
§4.4ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, §4.5ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.
及至时候满足,神就差遣他的儿子,为女子所生,且生在律法之下,要把律法之下的人赎出来,叫我们得着儿子的名分。
§4.6Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν, κρᾶζον Ἀββά ὁ πατήρ.
你们既为儿子,神就差遣他儿子的灵进入我们的心,呼叫:“阿爸! 父!
§4.7ὥστε οὐκέτι εἶ δοῦλος ἀλλὰ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος διὰ θεοῦ.
” 可见,你从此不再是奴隶,而是儿子了;既是儿子,就靠着神成为继承人。
§4.8Ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεὸν ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς·
然而,从前你们不认识神的时候,是给那些本质上不是神的神明作奴隶。
§4.9νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεῦσαι θέλετε;
现在你们既然认识神,更确切地说是被神所认识,怎么还要转回那无用而贫弱的粗浅学说,情愿再给它们作奴隶呢?
§4.10ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς.
你们谨守日子、月份、节期、年份。
§4.11φοβοῦμαι ὑμᾶς μή πως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς.
我为你们害怕,惟恐我在你们身上是枉费了工夫。
§4.12Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελφοί, δέομαι ὑμῶν.
弟兄们,我劝你们要像我一样,因为我也像你们一样。
§4.13οὐδέν με ἠδικήσατε·
你们一点没有亏负我。
οἴδατε δὲ ὅτι διʼ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον,
你们知道,我起初传福音给你们,是因为身体有疾病。
§4.14καὶ τὸν πειρασμὸν ὑμῶν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, ἀλλὰ ὡς ἄγγελον θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν.
你们虽然为我身体的软弱受试炼,却没有轻看我,也没有厌弃我,反倒接待我,如同神的使者,如同基督耶稣。
§4.15ποῦ οὖν ὁ μακαρισμὸς ὑμῶν;
你们当日那自豪的福气在哪里呢?
μαρτυρῶ γὰρ ὑμῖν ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἐδώκατέ μοι.
我可以给你们作证,那时若能行,你们就是把自己的眼睛剜出来给我也愿意。
§4.16ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν;
如今我将真理告诉你们,就成了你们的仇敌吗?
§4.17ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε.
那些人热心拉拢你们,却是不怀好意,他们是想要把你们关在门外,好叫你们热心拉拢他们。
§4.18καλὸν δὲ ζηλοῦσθαι ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς,
在善事上常用热心拉拢人,那是好的,却不单是我与你们同在的时候。
§4.19τεκνία μου, οὓς πάλιν ὠδίνω μέχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν·
我的孩子们,我为你们再受生产之苦,直等到基督在你们心里成形。
§4.20ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν.
我恨不得现今在你们那里,改换我的口气,因我为你们心里作难。
§4.21Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε;
你们这愿意在律法以下的人,请告诉我,你们没有听见律法吗?
§4.22γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας·
因为经上记着,亚伯拉罕有两个儿子,一个是使女生的,一个是自主之妇人生的。
§4.23ἀλλʼ ὁ [μὲν] ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διʼ ἐπαγγελίας.
然而,那使女所生的,是按着肉体生的;那自主之妇人所生的,是凭着应许生的。
§4.24ἅτινά ἐστιν ἀλληγορούμενα·
这都是寓意:这两个妇人就是两法。
αὗται γάρ εἰσιν δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινά, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἅγαρ,
一法是出于西奈山,生子为奴,这就是夏甲。
§4.25τὸ δὲ Ἅγαρ Σινὰ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συνστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήμ, δουλεύει γὰρ μετὰ τῶν τέκνων αὐτῆς·
这夏甲是指着阿拉伯的西奈山,相当于现在的耶路撒冷,因为她和她的儿女都是作奴隶的。
§4.26ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν, §4.27ἥτις ἐστὶν μήτηρ ἡμῶν·
但那在上的耶路撒冷是自主的,她是我们的母亲。
γέγραπται γάρ " Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα·
因为经上记着: “预备怀孕、不生养的,你要欢乐!
ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα·
未曾经过产难的,你要高声欢呼!
ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. "
因为独居的,比有丈夫的儿女更多。
§4.28ἡμεῖς δέ, ἀδελφοί, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐσμέν·
” 弟兄们,我们是凭着应许作儿女,如同伊萨克一样。
§4.29ἀλλʼ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκε τὸν κατὰ πνεῦμα, οὕτως καὶ νῦν.
当时,那按着肉体生的迫害了那按着圣灵生的,现在也是这样。
§4.30ἀλλὰ τί λέγει ἡ γραφή;
然而圣经是怎么说的呢?
"Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς, οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ" τῆς ἐλευθέρας.
“把使女和她儿子赶出去! 因为使女的儿子不可与自主妇人的儿子一同承受产业。
§4.31διό, ἀδελφοί, οὐκ ἐσμὲν παιδίσκης τέκνα ἀλλὰ τῆς ἐλευθέρας.
” 所以,弟兄们,我们不是使女的儿女,乃是自主妇人的儿女了。

词汇与语法注释

  1. 4.6Ὅτι δέ ἐστε υἱοί — 关于连词 ὅτι 的解释。通常被翻译为表示因果关系(“因为你们是儿子”)。然而,一种解释性的翻译,即证明主句的事实(“作为你们是儿子的证据”)在语法上也是可能的。
  2. 4.12ὅτι κἀγὼ ὡς ὑμεῖς — 关于此句中省略成分的补充。最合适的解法是补充一个过去时动词如 ἐγενόμην(“我也成了像你们一样”),指保罗虽然是犹太人,但也变得像外邦人一样(脱离律法的束缚)来争取他们。
  3. 4.24ἅτινά ἐστιν ἀλληγορούμενα — 现在现在受动分词 ἀλληγορούμενα 意为“用寓意说明的”或“比喻性解释的”。关系代词 ἅτινα 是中性复数,指代前文关于亚伯拉罕两个儿子的历史叙述,表明这些历史事件不仅是事实,还包含更深层的属灵真理(代表两个约)。

引用这一段

新约圣经, 加拉太书 §4.1-4.31. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0031.tlg009.humanitext-grc2:4.1-4.31

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。