§3.1Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν, οἷς κατʼ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐσταυρωμένος;
无知的加拉太人哪,谁迷惑了你们? 耶稣基督钉十字架,已经活画在你们眼前了。
§3.2τοῦτο μόνον θέλω μαθεῖν ἀφʼ ὑμῶν, ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως; §3.3οὕτως ἀνόητοί ἐστε;
我只想问你们这一件事:你们受了圣灵,是因行律法呢,还是因听信福音呢?
ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε;
你们既靠圣灵入门,如今还靠肉身成全吗? 你们是这样的无知吗?
§3.4τοσαῦτα ἐπάθετε εἰκῇ;
你们受苦如此之多,都是徒然的吗?
εἴ γε καὶ εἰκῇ.
难道真是徒然的吗?
§3.5ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως;
那赐给你们圣灵,又在你们中间行异能的,是因行律法呢,还是因听信福音呢?
§3.6καθὼς Ἀβραὰμ
"ἐπίστευσεν τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. "
正如“亚伯拉罕信神,这就算为他的义”一样。
§3.7Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοι υἱοί εἰσιν Ἀβραάμ.
所以,你们要知道:那以信为本的人,就是亚伯拉罕的子孙。
§3.8προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ θεὸς προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι
"Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη.
并且圣经既然预先看明,神要叫外邦人因信称义,就早已传福音给亚伯拉罕,说:“万国都必因你得福。
" §3.9ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ.
” 可见,那以信为本的人和有信心的亚伯拉罕一同得福。
§3.10Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν ὑπὸ κατάραν εἰσίν, γέγραπται γὰρ ὅτι
"Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά.
凡以行律法为本的,都是被咒诅的,因为经上记着:“凡不常照律法书上所记一切之事去行的,就被咒诅。
" §3.11ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ θεῷ δῆλον, ὅτι
"Ὁ δίκαιος ἐκ πίστεως ζήσεται,"
” 没有一个人靠着律法在神面前称义,这是明显的,因为经上说:“义人必因信得生。
§3.12ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλʼ
"Ὁ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς. "
” 律法原不本乎信,只说:“行这些事的,就必因此活着。
§3.13Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα, ὅτι γέγραπται
"Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου,"
” 基督既为我们受了咒诅,就赎出我们脱离律法的咒诅,因为经上记着:“凡挂在木头上都是被咒诅的。
§3.14ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν Ἰησοῦ Χριστῷ, ἵνα τὴν ἐπαγγελίαν τοῦ πνεύματος λάβωμεν διὰ τῆς πίστεως.
” 这便叫亚伯拉罕的福,因基督耶稣可以临到外邦人,使我们因信得着所应许的圣灵。
§3.15Ἀδελφοί, κατὰ ἄνθρωπον λέγω· ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται.
弟兄们,我且照着人的常话说:虽然是人的遗命,若已经立定了,就没有能废弃或加增的。
§3.16τῷ δὲ Ἀβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι
"καὶ τῷ σπέρματι"
αὐτοῦ·
所应许的原是向亚伯拉罕和他子孙说的。
οὐ λέγει Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλʼ ὡς ἐφʼ ἑνός
"Καὶ τῷ σπέρματί σου,"
ὅς ἐστιν Χριστός.
神并不是说“众子孙”,指着许多人,乃是说“你那一个子孙”,指着一个人,那就是基督。
§3.17τοῦτο δὲ λέγω· διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ θεοῦ ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν.
我是这么说:神预先所立定的约,不能被那四百三十年以后的律法废掉,以致使应许失效。
§3.18εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας· τῷ δὲ Ἀβραὰμ διʼ ἐπαγγελίας κεχάρισται ὁ θεός.
因为承受产业,若本乎律法,就不本乎应许;但神是凭着应许,把产业赐给亚伯拉罕。
§3.19Τί οὖν ὁ νόμος;
这样说来,律法是为什么有的呢?
τῶν παραβάσεων χάριν προσετέθη, ἄχρις ἂν ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται, διαταγεὶς διʼ ἀγγέλων ἐν χειρὶ μεσίτου·
原是为过犯添上的,等候那蒙应许的子孙来到,并且是藉天使经中保之手设立的。
§3.20ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστίν.
但中保本不是为单一一方设立的,神却是一位。
§3.21ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν [τοῦ θεοῦ];
这样,律法是与神的应许反对吗?
μὴ γένοιτο·
断乎不是!
εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζωοποιῆσαι, ὄντως ἐν νόμῳ ἂν ἦν ἡ δικαιοσύνη.
若曾传一个能叫人得生的律法,义就诚然本乎律法了。
§3.22ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν.
但圣经把众人都圈在罪里,使所应许的福因信耶稣基督归给那信的人。
§3.23Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συνκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι.
但这因信得救的理还未来以先,我们被看守在律法之下,直圈到那将来的真道显明出来。
§3.24ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν·
这样,律法是我们训蒙的师傅,引我们到基督那里,使我们因信称义。
§3.25ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν.
但这因信得救的理既然来到,我们从此就不在师傅的手下了。
§3.26Πάντες γὰρ υἱοὶ θεοῦ ἐστὲ διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ.
所以,你们因信基督耶稣都是神的儿子。
§3.27ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε·
你们受洗归入基督的都是披戴基督了。
§3.28οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστὲ ἐν Χριστῷ Ἰησοῦ.
并不分犹太人、希腊人,自主的、为奴的,或男或女,因为你们在基督耶稣里都成为一了。
§3.29εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ, κατʼ ἐπαγγελίαν κληρονόμοι.
你们既属乎基督,就是亚伯拉罕的后裔,是照着应许承受产业的了。