Humanitext Reader

新约圣经 · 加拉太书 §2.1-2.21

耶路撒冷使徒的认同与因信称义的论述

第 2 段,共 6 段 · 希腊语

内容简介

保罗叙述了他前往耶路撒冷,其面向外邦人的传教使命得到教会柱石的认可,随后详述了他在安提阿当面指责矶法的经过,并论证了人称义是因着对基督的信仰,而非靠律法的行为。

§2.1Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰς Ἰεροσόλυμα μετὰ Βαρνάβα, συνπαραλαβὼν καὶ Τίτον·
过了十四年,我同巴拿巴又上耶路撒冷去,并带着提多同去。
ἀνέβην δὲ κατὰ ἀποκάλυψιν· §2.2καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον ὃ κηρύσσω ἐν τοῖς ἔθνεσιν, κατʼ ἰδίαν δὲ τοῖς δοκοῦσιν, μή πως εἰς κενὸν τρέχω ἢ ἔδραμον.
我是奉启示上去的;我把我在外邦人中所传的福音对他们陈述,却是私底下对那些有名望的人说的,免得我如今或是从前徒然奔跑。
§2.3ἀλλʼ οὐδὲ Τίτος ὁ σὺν ἐμοί, Ἕλλην ὤν, ἠναγκάσθη περιτμηθῆναι· §2.4διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν ἣν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἡμᾶς καταδουλώσουσιν,
但与我同行的提多,虽是希腊人,也没有被勉强受割礼;这是因为有偷着引进来的假弟兄,私下窥探我们在基督耶稣里有的自由,要叫我们作奴隶。
§2.5— οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ, ἵνα ἡ ἀλήθεια τοῦ εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς.
我们就是一分一秒也没有屈服于他们,为要使福音的真理存留在你们中间。
§2.6ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι — ὁποῖοί ποτε ἦσαν οὐδέν μοι διαφέρει — πρόσωπον [ὁ] θεὸς ἀνθρώπου οὐ λαμβάνει — ἐμοὶ γὰρ οἱ δοκοῦντες οὐδὲν προσανέθεντο, §2.7ἀλλὰ τοὐναντίον ἰδόντες ὅτι πεπίστευμαι τὸ εὐαγγέλιον τῆς ἀκροβυστίας καθὼς Πέτρος τῆς περιτομῆς, §2.8ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς ἐνήργησεν καὶ ἐμοὶ εἰς τὰ ἔθνη, §2.9καὶ γνόντες τὴν χάριν τὴν δοθεῖσάν μοι, Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάνης, οἱ δοκοῦντες στύλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν·
至于那些似乎有名望的(他们以前如何,于我并无分别,神不以外貌取人)——那些有名望的,并没有加给我什么,反倒看见了我受托传无割礼的福音,正如彼得受托传有割礼的福音—— (因为那运行在彼得里面、使他为受割礼之人作使徒的,也运行在我里面、使我为外邦人作使徒)—— 又知道所赐给我的恩典,那被称为柱石的雅各、矶法、约翰,就向我和巴拿巴伸出右手,彼此誓盟,叫我们往外邦人那里去,他们往受割礼的人那里去。
§2.10μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι.
只是愿意我们纪念穷人,这也是我本来热心去行的。
§2.11Ὅτε δὲ ἦλθεν Κηφᾶς εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὅτι κατεγνωσμένος ἦν·
后来,矶法到了安提阿,因他有可责之处,我就当面反对他。
§2.12πρὸ τοῦ γὰρ ἐλθεῖν τινὰς ἀπὸ Ἰακώβου μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ἦλθον, ὑπέστελλεν καὶ ἀφώριζεν ἑαυτόν, φοβούμενος τοὺς ἐκ περιτομῆς.
因为从雅各那里来的人未到以前,他和外邦人一同吃饭;及至他们来到,他因怕奉割礼的人,就退去与外邦人隔开了。
§2.13καὶ συνυπεκρίθησαν αὐτῷ [καὶ] οἱ λοιποὶ Ἰουδαῖοι, ὥστε καὶ Βαρνάβας συναπήχθη αὐτῶν τῇ ὑποκρίσει.
其余的犹太人也都随着他装假,甚至连巴拿巴也随伙装假。
§2.14ἀλλʼ ὅτε εἶδον ὅτι οὐκ ὀρθοποδοῦσιν πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου, εἶπον τῷ Κηφᾷ ἔμπροσθεν πάντων Εἰ σὺ Ἰουδαῖος ὑπάρχων ἐθνικῶς καὶ οὐκ Ἰουδαϊκῶς ζῇς, πῶς τὰ ἔθνη ἀναγκάζεις Ἰουδαΐζειν;
但我看见他们行得不正,不合福音的真理,就在众人面前对矶法说:“你既是犹太人,若照外邦人的样子行事,不照犹太人的样子行事,怎么还勉强外邦人照犹太人的样子行事呢?
§2.15Ἡμεῖς φύσει Ἰουδαῖοι καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί, §2.16εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Χριστοῦ Ἰησοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, ὅτι ἐξ ἔργων νόμου "οὐ δικαιωθήσεται πᾶσα σάρξ. "
” 我们生来是犹太人,不是外邦的罪人;既知道人称义,不是因行律法,乃是因信耶稣基督,连我们也信了基督耶稣,使我们因信基督称义,不因行律法称义;因为凡有血气的,没有一人因行律法称义。
§2.17εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος;
我们若求在基督里称义,自己还被看为罪人,难道基督是叫人犯罪的吗?
μὴ γένοιτο·
断乎不可!
§2.18εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνιστάνω.
我若重新建造我所拆毁的,这就证明自己是犯法的人。
§2.19ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον ἵνα θεῷ ζήσω·
我因律法,就向律法死了,那是为要向神活着。
Χριστῷ συνεσταύρωμαι· §2.20ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.
我已经与基督同钉十字架,现在活着的不再是我,乃是基督在我里面活着;并且我如今在肉身活着,是因信神的儿子而活;他是爱我,为我舍己。
§2.21Οὐκ ἀθετῶ τὴν χάριν τοῦ θεοῦ· εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν.
我不废掉神的恩;义若是藉着律法得的,基督就是徒然死了。

词汇与语法注释

  1. §2.2μή πως εἰς κενὸν τρέχω ἢ ἔδραμον — 在连接词 μή πως(免得、恐怕)之后,现在时虚拟语气 τρέχω 与不定过去时直陈语气 ἔδραμον 并列。虚拟语气表示对当前或未来奔跑可能落空的担忧,而直陈语气则表达对过去已经发生的奔跑事实上是否徒劳的忧虑。
  2. §2.4διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους — 本节在语法上构成了破格(无主动词的悬空结构)。它要么需要联系上节的“提多没有被勉强受割礼(ἠναγκάσθη)”,补充为“但[险些因为]私下引进的假弟兄[而受勉强]”;要么被视为引出§2.5主句(“为了假弟兄……我们没有向他们屈服”)的前置背景说明。
  3. §2.16ἐὰν μὴ διὰ πίστεως — 条件短语 ἐὰν μὴ(除非、若不)修饰前句的否定命题“人称义不是因行律法”。在此处起到了强烈的转折或排除作用,表示“非因律法之行,而唯独藉着信”。
  4. §2.19ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον — 与格的 νόμῳ(向着律法)是表示关系或不利的与格,修饰动词 ἀπέθανον(我死了)。而介词短语 διὰ νόμου(藉着律法)则表示手段或媒介,表达了“正是通过律法自身的作用,才导致了向律法之死”的吊诡逻辑。

引用这一段

新约圣经, 加拉太书 §2.1-2.21. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0031.tlg009.humanitext-grc2:2.1-2.21

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。