§1.1ΠΑΥΛΟΣ ἀπόστολος, οὐκ ἀπʼ ἀνθρώπων οὐδὲ διʼ ἀνθρώπου ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ θεοῦ πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, §1.2καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί, ταῖς ἐκκλησίαις τῆς Γαλατίας· §1.3χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ,
作使徒的保罗(不是由于人,也不是借着人,乃是借着耶稣基督与叫他从死里复活的父神),和一切与我同在的众弟兄,写信给加拉太的各教会:愿恩惠、平安从我们的父神和主耶稣基督归与你们!
§1.4τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ κατὰ τὸ θέλημα τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν,
基督照着我们神与父的旨意,为我们的罪舍己,要救我们脱离这罪恶的世代。
§1.5ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων·
愿荣耀归给神,直到永永远远。
ἀμήν.
阿们!
§1.6Θαυμάζω ὅτι οὕτως ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον εὐαγγέλιον,
我稀奇你们这么快离开那藉着基督之恩召你们的,去从了那不同的福音。
§1.7ὃ οὐκ ἔστιν ἄλλο· εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ χριστοῦ.
那并不是另一个福音,不过有些人搅扰你们,要把基督的福音更改了。
§1.8ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται [ὑμῖν] παρʼ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω.
但无论是我们,或是天上来的使者,若传福音给你们,与我们所传给你们的不同,他就应当被咒诅。
§1.9ὡς προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγω, εἴ τις ὑμᾶς εὐαγγελίζεται παρʼ ὃ παρελάβετε, ἀνάθεμα ἔστω.
我们已经说了,现在又说:若有人传福音给你们,与你们所领受的不同,他就应当被咒诅。
§1.10Ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν θεόν;
我现在是要得人的心呢,还是要得神的心呢?
ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν;
我岂是讨人的喜欢吗?
εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.
若我仍旧讨人的喜欢,我就不是基督的仆人了。
§1.11γνωρίζω γὰρ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπʼ ἐμοῦ ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον·
弟兄们,我告诉你们,我素来所传的福音,不是照着人的意思。
§1.12οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ διʼ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ.
因为我不是从人领受的,也不是人教导我的,乃是从耶稣基督启示来的。
§1.13Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθʼ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ ἐπόρθουν αὐτήν, §1.14καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων.
你们听过我从前在犹太教中的行事,怎样极力逼迫残害神的教会,我又在犹太教中,比我本国许多同岁的人更有长进,为我祖宗的遗传更加热心。
§1.15Ὅτε δὲ εὐδόκησεν [ὁ θεὸς] ὁ ἀφορίσας με
"ἐκ κοιλίας μητρός μου"
καὶ
"καλέσας"
διὰ τῆς χάριτος αὐτοῦ §1.16ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοὶ ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, §1.17οὐδὲ ἀνῆλθον εἰς Ἰεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν.
然而,那把我从母腹里分别出来、又施恩召我的神,既然乐意将他儿子启示在我心里,叫我把他传在外邦人中,我就没有立刻与血肉之人商量,也没有上耶路撒冷去见那些比我先作使徒的,惟独往阿拉伯去,后又回到大马士革。
§1.18Ἔπειτα μετὰ τρία ἔτη ἀνῆλθον εἰς Ἰεροσόλυμα ἱστορῆσαι Κηφᾶν, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε·
过了三年,我才上耶路撒冷去拜访矶法,和他同住了十五天。
§1.19ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου.
至于别的使徒,除了主的兄弟雅各,我都没有看见。
§1.20ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ θεοῦ ὅτι οὐ ψεύδομαι.
我写给你们的,看哪,在神面前我决不说谎。
§1.21ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ [τῆς] Κιλικίας.
以后我到了叙利亚和基利家境内。
§1.22ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Χριστῷ,
那时,犹太在基督里的各教会都没有见过我的面。
§1.23μόνον δὲ ἀκούοντες ἦσαν ὅτι Ὁ διώκων ἡμᾶς ποτὲ νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει,
他们不过听见有人说:“那从前逼迫我们的,现在传扬他原先所残害的信仰。
§1.24καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν θεόν.
” 他们就为我的缘故,归荣耀给神。