§8.1Γνωρίζομεν δὲ ὑμῖν, ἀδελφοί, τὴν χάριν τοῦ θεοῦ τὴν δεδομένην ἐν ταῖς ἐκκλησίαις τῆς Μακεδονίας, §8.2ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν καὶ ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸ πλοῦτος τῆς ἁπλότητος αὐτῶν·
弟兄们,我们要把神在马其顿众教会中所赐的恩惠告诉你们:就是他们在患难中受大考验的时候,他们满溢的喜乐和极度的贫穷,竟然流露出格外慷慨的富足。
§8.3ὅτι κατὰ δύναμιν, μαρτυρῶ, καὶ παρὰ δύναμιν, §8.4αὐθαίρετοι μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν, τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους,—
我可以证明,他们是按着力量,甚至超出了力量,自愿地再三恳求我们,准他们在这供给圣徒的恩惠和交上有份。
§8.5καὶ οὐ καθὼς ἠλπίσαμεν ἀλλʼ ἑαυτοὺς ἔδωκαν πρῶτον τῷ κυρίῳ καὶ ἡμῖν διὰ θελήματος θεοῦ,
并且他们所做的,不但照着我们所期望的,更照着神的旨意,先把自己献给主,又献给了我们。
§8.6εἰς τὸ παρακαλέσαι ἡμᾶς Τίτον ἵνα καθὼς προενήρξατο οὕτως καὶ ἐπιτελέσῃ εἰς ὑμᾶς καὶ τὴν χάριν ταύτην·
因此我们劝提多,既然他先前开办了这件恩惠的事,如今也当在你们中间办完。
§8.7ἀλλʼ ὥσπερ ἐν παντὶ περισσεύετε, πίστει καὶ λόγῳ καὶ γνώσει καὶ πάσῃ σπουδῇ καὶ τῇ ἐξ ἡμῶν ἐν ὑμῖν ἀγάπῃ, ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε.
既然你们在一切事上,在信心、口才、知识、万分的殷勤,以及我们对你们的爱心上,都格外满溢,那么在这件恩惠的事上,也当格外满溢。
§8.8Οὐ κατʼ ἐπιταγὴν λέγω, ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων·
我说这话不是下命令,而是借着别人的殷勤来考验你们爱心的真挚。
§8.9γινώσκετε γὰρ τὴν χάριν τοῦ κυρίου ἡμῶν Ἰησοῦ [Χριστοῦ], ὅτι διʼ ὑμᾶς ἐπτώχευσεν πλούσιος ὤν, ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε.
你们知道我们主耶稣基督的恩惠:他本是富足的,却为你们成了贫穷,好使你们因他的贫穷成为富足。
§8.10καὶ γνώμην ἐν τούτῳ δίδωμι·
我在这件事上提出我的意见,这其实对你们有益。
τοῦτο γὰρ ὑμῖν συμφέρει, οἵτινες οὐ μόνον τὸ ποιῆσαι ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι·
因为你们从去年起,不仅开始行这事,而且有了这心愿。
§8.11νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπιτελέσατε, ὅπως καθάπερ ἡ προθυμία τοῦ θέλειν οὕτως καὶ τὸ ἐπιτελέσαι ἐκ τοῦ ἔχειν.
如今,你们当把这事办完。 这样,既然有愿做的心,也当照你们所有的去办完。
§8.12εἰ γὰρ ἡ προθυμία πρόκειται, καθὸ ἐὰν ἔχῃ εὐπρόσδεκτος, οὐ καθὸ οὐκ ἔχει.
因为人若有愿做的心,必蒙悦纳,是照他所有的,而不是照他所无的。
§8.13οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις, ὑμῖν θλίψις·
我不是要别人轻松、你们受累,而是要均匀。
§8.14ἀλλʼ ἐξ ἰσότητος ἐν τῷ νῦν καιρῷ τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα, ὅπως γένηται ἰσότης·
现在,你们的富余正好补他们的不足,好使他们的富余将来也可以补你们的不足,这样就均匀了。
§8.15καθὼς γέγραπται
"Ὁ τὸ πολὺ οὐκ ἐπλεόνασεν, καὶ ὁ τὸ ὀλίγον οὐκ ἠλαττόνησεν. "
正如经上所记:“多收的没有余,少收的没有缺。
§8.16Χάρις δὲ τῷ θεῷ τῷ διδόντι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου,
” 感谢神,他把同样为你们殷勤的心放在提多心里。
§8.17ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο, σπουδαιότερος δὲ ὑπάρχων αὐθαίρετος ἐξῆλθεν πρὸς ὑμᾶς.
因为他固然接受了我们的劝慰,但因自己更加殷勤,便自愿动身往你们那里去。
§8.18συνεπέμψαμεν δὲ μετʼ αὐτοῦ τὸν ἀδελφὸν οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ διὰ πασῶν τῶν ἐκκλησιῶν,—
我们还打发了一位兄弟与他同去,这人在福音上得到了众教会的称赞。
§8.19οὐ μόνον δὲ ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν ἐκκλησιῶν συνέκδημος ἡμῶν ἐν τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃ ὑφʼ ἡμῶν πρὸς τὴν τοῦ κυρίου δόξαν καὶ προθυμίαν ἡμῶν,—
不仅如此,他也被众教会选派,在我们办这件恩惠的事上与我们同行,这是为了主自己的荣耀,也表明我们的乐意。
§8.20στελλόμενοι τοῦτο μή τις ἡμᾶς μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφʼ ἡμῶν,
我们避免让人在管理这笔巨额捐款上挑我们的毛病。
§8.21"προνοοῦμεν"
γὰρ
"καλὰ"
οὐ μόνον
"ἐνώπιον Κυρίου"
ἀλλὰ
"καὶ"
ἐνώπιον
"ἀνθρώπων. "
因为我们“留心行光明的事”,不仅“在主面前”,而且“也在人面前”。
§8.22συνεπέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν ὃν ἐδοκιμάσαμεν ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα, νυνὶ δὲ πολὺ σπουδαιότερον πεποιθήσει πολλῇ τῇ εἰς ὑμᾶς.
我们又打发了一位兄弟与他们同去,我们在许多事上屡次考验过他,知道他很殷勤;现在他因对你们深有信心,就更加殷勤了。
§8.23εἴτε ὑπὲρ Τίτου, κοινωνὸς ἐμὸς καὶ εἰς ὑμᾶς συνεργός· εἴτε ἀδελφοὶ ἡμῶν, ἀπόστολοι ἐκκλησιῶν, δόξα Χριστοῦ.
至于提多,他是我的同伴,为你们也是我的同工;至于我们的两位兄弟,他们是众教会的使者,是基督的荣耀。
§8.24Τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑμῶν καὶ ἡμῶν καυχήσεως ὑπὲρ ὑμῶν εἰς αὐτοὺς ἐνδείξασθε εἰς πρόσωπον τῶν ἐκκλησιῶν.
所以,你们要在众教会面前,向他们表明你们爱心的凭据,也表明我们为你们所夸耀的。