§7.1ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ θεοῦ.
亲爱的,我们既有这些应许,就当洁净自己,除去身体和灵魂的一切污秽,在敬畏神中完成圣洁。
Χωρήσατε ἡμᾶς·
你们要开阔心胸接纳我们。
οὐδένα ἠδικήσαμεν, §7.2οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν.
我们未曾亏负谁,未曾败坏谁,未曾占过谁的便宜。
§7.3πρὸς κατάκρισιν οὐ λέγω, προείρηκα γὰρ ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστὲ εἰς τὸ συναποθανεῖν καὶ συνζῆν.
我说这话,不是要定你们的罪;因为我先前说过,你们常在我们心里,以至同死同活。
§7.4πολλή μοι παρρησία πρὸς ὑμᾶς, πολλή μοι καύχησις ὑπὲρ ὑμῶν· πεπλήρωμαι τῇ παρακλήσει, ὑπερπερισσεύομαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν.
我对你们大有坦率,也为你们大得荣耀;我在一切患难中,满有安慰,格外充满喜乐。
§7.5Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν οὐδεμίαν ἔσληκεν ἄνεσιν ἡ σὰρξ ἡμῶν, ἀλλʼ ἐν παντὶ θλιβόμενοι — ἔξωθεν μάχαι, ἔχωθεν φόβοι—
即使我们到了马其顿,我们的肉体也不得安宁,反而处处受敌——外有争战,内有惧怕。
§7.6ἀλλʼ ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς ὁ θεὸς ἐν τῇ παρουσίᾳ Τίτου·
但那安慰丧气之人的神,借着提多的到来安慰了我们。
§7.7οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη ἐφʼ ὑμῖν, ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμόν, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ, ὥστε με μᾶλλον χαρῆναι.
不仅借着他的到来,也借着他从你们那里所得的安慰。 他向我们转告了你们的切慕、你们的哀恸,以及你们对我热烈的关怀,使我更加欢喜。
§7.8ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι· εἰ καὶ μετεμελόμην, (βλέπω ὅτι ἡ ἐπιστολὴ ἐκείνη εἰ καὶ πρὸς ὥραν ἐλύπησεν ὑμᾶς) νῦν χαίρω,
因为我虽然在信上使你们忧愁,我并不后悔;虽然我曾后悔过(因为我看见那封信使你们忧愁,尽管只是暂时的),如今我却欢喜,不是因你们忧愁,而是因你们忧愁以致悔改。
§7.9οὐχ ὅτι ἐλυπήθητε, ἀλλʼ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν, ἐλυπήθητε γὰρ κατὰ θεόν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν.
因为你们是依着神的意思忧愁,免得在任何事上因我们受损。
§7.10ἡ γὰρ κατὰ θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργάζεται· ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται.
因为依着神的意思忧愁,生出没有后悔的悔改,以致得救;但世俗的忧愁却生出死亡。
§7.11ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ θεὸν λυπηθῆναι πόσην κατειργάσατο ὑμῖν σπουδήν, ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν·
看哪,正是这依着神的意思忧愁,在你们中间生出何等的殷勤,甚至辩白、愤恨、恐惧、切慕、热心、责罚!
ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι τῷ πράγματι.
在各方面,你们都表明了自己在这件事上是洁净的。
§7.12ἄρα εἰ καὶ ἔγραψα ὑμῖν, οὐχ ἕνεκεν τοῦ ἀδικήσαντος, [ἀλλʼ] οὐδὲ ἕνεκεν τοῦ ἀδικηθέντος, ἀλλʼ ἕνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν ὑμῶν τὴν ὑπὲρ ἡμῶν πρὸς ὑμᾶς ἐνώπιον τοῦ θεοῦ.
所以,我虽然给你们写过信,却不是为了那亏负人的,也不是为了那受亏负的,而是为了在神面前,将你们为我们的殷勤向你们自己显明出来。
§7.13διὰ τοῦτο παρακεκλήμεθα.
因此,我们得了安慰。
Ἐπὶ δὲ τῇ παρακλήσει ἡμῶν περισσοτέρως μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν·
在我们的安慰之上,因着提多的喜乐,我们更加倍欢喜,因为他的心从你们众人那里得到了舒畅。
§7.14ὅτι εἴ τι αὐτῷ ὑπὲρ ὑμῶν κεκαύχημαι, οὐ κατῃσχύνθην, ἀλλʼ ὡς πάντα ἐν ἀληθείᾳ ἐλαλήσαμεν ὑμῖν, οὕτως καὶ ἡ καύχησις ἡμῶν ἐπὶ Τίτου ἀλήθεια ἐγενήθη.
因为我若对他就你们有什么夸口的,也不至于羞愧;正如我们对你们所说的一切都是真的,我们在提多面前的夸口也成了真理。
§7.15καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως εἰς ὑμᾶς ἐστὶν ἀναμιμνησκομένου τὴν πάντων ὑμῶν ὑπακοήν, ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν.
并且,当他想起你们众人的顺服,以及你们怎样以恐惧战兢的心接待他,他对你们的爱心就更加深厚了。
§7.16Χαίρω ὅτι ἐν παντὶ θαρρῶ ἐν ὑμῖν.
我欢喜,因为在一切事上我对你们都有信心。