§7ἦν δέ, ὦ ἄνδρες δικασταί, ὡς ἔοικεν, ἐνταῦθα ἡ ἐπιβουλὴ καὶ τὸ πλάσμα τὸ μέγα.
裁判員諸君、どうやらここに、陰謀と大いなる偽装があったのです。
εἰ μὲν γὰρ ἐπʼ ἐλευθερίᾳ καταβάλλοιμι αὐτῶν τὸ ἀργύριον, τοῦτο μόνον ἀπώλλυον ὃ δοίην αὐτῷ, ἀλλʼ οὐδὲν δεινὸν ἔπασχον·
というのも、もし私が彼らの自由のために金を支払っていたなら、私は彼に与えたそのお金だけを失うことになり、他に何のひどい目にも遭わなかったでしょう。
εἰ δὲ πριαίμην ὠνῇ καὶ πράσει, ὁμολογήσας αὐτῷ τὰ χρέα ἀναδέξεσθαι, ὡς οὐθενὸς ἄξια ὄντα, διὰ τὸ μὴ προειδέναι, καὶ τοὺς πληρωτὰς τῶν ἐράνων ἐν ὁμολογίᾳ λαβών· ὅπερ ἐποίησεν.
しかし、もし私が事前の知見を持たなかったために、それらの負債がごくわずかなものであると思って、それらを引き受けることを彼に合意した上で、かつ無尽の払い込み人たちを合意の中に引き受けて、正式な売買契約によって彼らを購入したならば――まさに彼はそうさせたのですが[ひどい目に遭うことになったのです]。
§8ὡς γὰρ εἰπόντος αὐτοῦ ταῦτα ἐγὼ προσωμολόγησα, εὐθὺς ἐκ τῶν γονάτων λαβὼν τῶν αὑτοῦ γραμματεῖόν τι τὸ ἐγγεγραμμένον ἀνεγίγνωσκεν.
というのも、彼がこのように言い、私がそれに同意すると、彼はすぐに自分の膝の上から、何かが書かれた文書を取り出して読み上げ始めたからです。
ἦσαν δὲ αὗται συνθῆκαι πρὸς ἐμέ·
それは私との間の契約書でした。
ὧν ἐγὼ ἀναγιγνωσκομένων μὲν ἤκουον, ἔσπευδον μέντοι ἐφʼ ὃ ἧκον τοῦτο διοικήσασθαι, καὶ σημαίνεται τὰς συνθήκας εὐθὺς ἐν τῇ αὐτῇ οἰκίᾳ ἵνα μηδεὶς τῶν εὖ φρονούντων ἀκούσαι τὰ ἐγγεγραμμένα, προσεγγράψας μετʼ ἐμοῦ Νίκωνα τὸν Κηφισιέα.
それが読み上げられるのを私は聞いてはいましたが、自分がやって来た目的を早く済ませたいと急いでいました。 そして、分別の及ぶ者の誰もがそこに書かれた内容を聞くことのないよう、すぐに同じ家の中で契約書に署名捺印がなされました。 その際、私とともにケピシア出身のニコンが共同署名者として書き加えられました。
§9ἐλθόντες δʼ ἐπὶ τὸ μυροπώλιον τὸ μὲν γραμματεῖον τιθέμεθα παρὰ Λυσικλεῖ Λευκονοιεῖ, τὰς δὲ τετταράκοντα μνᾶς ἐγὼ καταβαλὼν τὴν ὠνὴν ἐποιησάμην.
私たちは香料店に行き、文書をレウコノオン出身のリシクレスのもとに預け、私は40ミナを支払って購入手続きを完了しました。
τούτου δὲ γενομένου προσῄεσάν μοι οἱ χρῆσται οἷς ὠφείλετο παρὰ τῷ Μίδᾳ καὶ οἱ πληρωταὶ τῶν ἐράνων καὶ διελέγοντό μοι·
これが終わるやいなや、ミダスに貸し付けをしていた債権者たちや、無尽の払い込み人たちが私のところにやって来て、話しかけてきました。
καὶ ἐν τρισὶν μησὶν ἅπαντα τὰ χρέα φανερὰ ἐγεγόνει, ὥστʼ εἶναί μοι σὺν τοῖς ἐράνοις, ὅπερ καὶ ἀρτίως εἶπον, περὶ πέντε τάλαντα.
そして3ヶ月のうちにすべての負債が明らかになり、さきほども申し上げましたように、無尽の分も含めて、私の負担は約5タラントンにも達したのです。
§10ὡς δʼ ᾐσθόμην οὗ ἦν κακοῦ, τότʼ ἤδη τοὺς φίλους καὶ τοὺς οἰκείους συνήγαγον καὶ τὰ ἀντίγραφα τῶν συνθηκῶν ἀνεγιγνώσκομεν·
自分がどのような苦境にあるかを悟った時、その時になって初めて、私は友人や親族を集め、契約書の控えを皆で読み直しました。
ἐν αἷς ἐγέγραπτο μὲν τὸ τοῦ Παγκάλου καὶ τοῦ Πολυκλέους ὄνομα διαρρήδην, καὶ ὅτι μύρων τιμαὶ ὠφείλοντο, ἃ ἦν βραχέα τε καὶ ἐξῆν αὐτοῖς εἰπεῖν ὅτι τὸ μύρον ἄξιον εἴη τοῦ ἀργυρίου τὸ ἐν τῷ ἐργαστηρίῳ, τὰ δὲ πολλὰ τῶν χρεῶν καὶ τὰ μέγιστα οὐκ ἐνεγέγραπτο ἐπʼ ὀνομάτων, ἀλλʼ ἐν προσθήκης μέρει ὡς οὐδὲν ὄντα,
καὶ εἴ τῳ ἄλλῳ ὀφείλει τι Μίδας.
その契約書には、パンカロスとポリクレスの名前は明記されており、香油の代金が未払いであることも書かれていました。 これらは少額であり、また店にある香油がその金額に値すると彼らが主張することも可能でした。 しかし、負債の大部分や最も多額のものは名前つきで記載されておらず、まるで取るに足りないものであるかのように、追加条項の形で「また、もしミダスが他の誰かに何かを負っているならば」と記されていたのです。
§11καὶ τῶν ἐράνων εἷς μὲν οὖν, [Δικαιοκράτης]; , ἐνεγέγραπτο, οὗ ἦσαν λοιπαὶ τρεῖς φοραί·
そして、無尽のうちの一つ――[ディカイオクラテス]のものは記載されており、残り3回分の払い込みがありました。
οὗτος μὲν ἐπὶ τοῦ Δικαιοκράτους ὀνόματος ἦν γεγραμμένος, οἱ δʼ ἄλλοι, ἐφʼ οἷς εἰλήφει πάντα ὁ Μίδας, νεοσύλλογοι δʼ ἦσαν, τούτους δʼ οὐκ ἐνέγραψεν ἐν ταῖς συνθήκαις, ἀλλʼ ἀπεκρύψατο.
これはディカイオクラテスの名前で書かれていました。 しかし他のもの、すなわちミダスが全額を受け取っていたものの、新しく組織された無尽については、彼はこれらを契約書に記載せず、隠蔽していたのです。
§12βουλευομένοις δʼ ἡμῖν ἔδοξεν πορεύεσθαι πρὸς τοῦτον καὶ διαλέγεσθαι.
私たちは相談した結果、彼のところへ行って話し合うことに決めました。
καὶ καταλαβόντες αὐτὸν πρὸς τοῖς μυροπωλίοις ἠρωτῶμεν εἰ οὐκ αἰσχύνοιτο ψευδόμενος καὶ ἐνεδρεύσας ἡμᾶς ταῖς συνθήκαις, οὐ προειπὼν τὰ χρέα.
そして香料店の近くで彼を見つけ、嘘をついて契約書で私たちを罠にかけ、負債について事前に告げなかったことを恥ずかしく思わないのか、と問い詰めました。
ὁ δʼ ἀπεκρίνατο ἡμῖν ὡς οὔτε τὰ χρέα γιγνώσκοι ἃ λέγομεν, οὔτε προσέχοι ἡμῖν τὸν νοῦν, γραμματεῖόν τʼ εἴη αὐτῷ κείμενον πρὸς ἐμὲ περὶ τούτων.
しかし彼は、私たちが言う負債など知らないし、私たちの言うことに耳を貸すつもりもない、これらのことについては私との間に交わされた文書が存在する、と答えました。
πολλῶν δʼ ἀνθρώπων ςυλλεγομένων καὶ ἐπακουόντων τοῦ πράγματος, διὰ τὸ ἐν τῇ ἀγορᾷ τοὺς λόγους γίγνεσθαι, καὶ κατατεμνόντων αὐτόν, κελευόντων τε ἀπάγειν ὡς ἀνδραποδιστήν, τοῦτο μὲν οὐκ ᾠόμεθα δεῖν ποιεῖν, προσεκαλεσάμεθα δὲ αὐτὸν εἰς ὑμᾶς κατὰ τὸν νόμον.
アゴラでこの会話が行われていたために、多くの人々が集まって事情を立ち聞きし、彼を厳しく非難し、奴隷誘拐犯として連行しろと促しましたが、私たちはそうすべきではないと考え、法律に従って彼をあなた方の前に召喚することにしました。
πρῶτον μὲν οὖν ὑμῖν τὰς ςυνθήκας ἀναγνώσεται·
そこでまず、あなた方に契約書を読み上げてもらいましょう。
ἐξ αὐτῶν γὰρ τῶν γεγραμμένων μαθήσεσθε τὴν ἐπιβουλὴν αὐτοῦ τούτου.
書かれていること自体から、まさにこの男の陰謀がお分かりいただけるはずです。
λέγε τὰς συνθήκας.
契約書を読み上げてください。
§13Συνθήκη
τὰ μὲν τοίνυν πεπραγμένα, ὦ ἄνδρες δικασταί, καθʼ ἓν ἕκαστον ἀκηκόατε.
契約書(朗読)さて、裁判員諸君、起こった出来事については、一つひとつお聞きいただいた通りです。
ἐρεῖ δὲ πρὸς ὑμᾶς αὐτίκα μάλα Ἀθηνογένης ὡς ὁ νόμος λέγει, ὅσα ἂν ἕτερος ἑτέρῳ ὁμολογήσῃ κύρια εἶναι.
アテノゲネスはまもなくあなた方に対し、法律が「一方が他方と合意したことは何であれ有効である」と定めている、と主張することでしょう。
τά γε δίκαια, ὦ βέλτιστε·
その通り、優れた御仁よ、ただし「正しい合意」であれば、だ。
τὰ δὲ μὴ τοὐναντίον ἀπαγορεύει μὴ κύρια εἶναι.
正しくない合意については、逆に無効であると法律は禁じているのだ。
ἐξ αὐτῶν δέ σοι τῶν νόμων ἐγὼ φανερώτερον ποιήσω.
法律そのものから、私がそれをあなたにより明らかにして見せよう。
καὶ γὰρ οὕτω με διατέθεικας καὶ περίφοβον πεποίηκας μὴ ἀπόλωμαι ὑπὸ σοῦ καὶ τῆς δεινότητος τῆς σῆς, ὥστε τούς τε νόμους ἐξετάζειν καὶ μελετᾶν νύκτα καὶ ἡμέραν, πάρεργα τἄλλα πάντα ποιησάμενον.
というのも、あなたは私をこのような境遇に陥れ、あなたとあなたの狡猾さによって破滅させられるのではないかと私を怯えさせたために、私は他のすべての用事をそっちのけにして、昼も夜も法律を調査し研究せざるを得なくなったのだから。