§407αἰγὸς ὀρεσσινόμου ἢ ἀγροτέρης ἐλάφοιο §408πίονος, ἥν τʼ ἐδάμασσε βαλὼν αἰζήιος ἀνὴρ §409ἰῷ ἀπὸ νευρῆς, αὐτὸς δʼ ἀπαλήσεται ἄλλῃ
为了争夺一只山野中的山羊或一头肥美的野鹿,那是强健的男子用箭射杀制服的,用那弦上射出的箭。
§410χώρου ἄιδρις ἐών· οἳ δʼ ὀτραλέως ἐνόησαν, §411ἐσσυμένως δέ οἱ ἀμφὶ μάχην δριμεῖαν ἔθεντο· §412ὣς οἳ κεκλήγοντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν.
而他自己因不识路径,已然走避他方;而它们(秃鹰)敏锐地发现了猎物,急切地围绕它展开了激烈的厮杀;他们就这样大声喧哗着,向彼此扑去。
§413ἔνθʼ ἦ τοι Κύκνος μὲν ὑπερμενέος Διὸς υἱὸν §414κτεινέμεναι μεμαὼς σάκει ἔμβαλε χάλκεον ἔγχος, §415οὐδʼ ἔρρηξεν χαλκόν· ἔρυτο δὲ δῶρα θεοῖο.
就在那时,库克诺斯极渴望杀死无比强大的宙斯之子,便将青铜长枪掷向他的盾牌,但未能击破青铜;因为神明赐予的礼物保护了他。
§416Ἀμφιτρυωνιάδης δέ, βίη Ἡρακληείη, §417μεσσηγὺς κόρυθός τε καὶ ἀσπίδος ἔγχεϊ μακρῷ §418αὐχένα γυμνωθέντα θοῶς ὑπένερθε γενείου §419ἤλασʼ ἐπικρατέως· ἀπὸ δʼ ἄμφω κέρσε τένοντε §420ἀνδροφόνος μελίη· μέγα γὰρ σθένος ἔμπεσε φωτός.
而安菲特律翁之子,赫拉克勒斯的伟力,用那长枪在头盔与盾牌之间,迅猛地刺穿了下颌下方裸露出来的颈项,使劲地贯穿过去;杀人的白蜡长枪割断了两侧的颈筋,因那男子的大力倾泻其上。
§421ἤριπε δʼ, ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ὅτε πεύκη §422ἠλίβατος, πληγεῖσα Διὸς ψολόεντι κεραυνῷ· §423ὣς ἔριπʼ· ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
他倒下了,宛如一棵橡树或一棵高耸的松树被宙斯冒烟的霹雳击中而倒下;他就这样倒下了,他身上饰满青铜的精美铠甲在周围铿锵作响。
§424τὸν μὲν ἔπειτʼ εἴασε Διὸς ταλακάρδιος υἱός, §425αὐτὸς δὲ βροτολοιγὸν Ἄρην προσιόντα δοκεύσας, §426δεινὸν ὁρῶν ὄσσοισι, λέων ὣς σώματι κύρσας, §427ὅς τε μάλʼ ἐνδυκέως ῥινὸν κρατεροῖς ὀνύχεσσι §428σχίσσας ὅττι τάχιστα μελίφρονα θυμὸν ἀπηύρα· §429ἐμ μένεος δʼ ἄρα τοῦ γε κελαινὸν πίμπλαται ἦτορ· §430γλαυκιόων δʼ ὄσσοις δεινὸν πλευράς τε καὶ ὤμους §431οὐρῇ μαστιόων ποσσὶν γλάφει, οὐδέ τις αὐτὸν §432ἔτλη ἐς ἄντα ἰδὼν σχεδὸν ἐλθέμεν οὐδὲ μάχεσθαι· §433τοῖος ἄρʼ Ἀμφιτρυωνιάδης, ἀκόρητος ἀυτῆς, §434ἀντίος ἔστη Ἄρηος, ἐνὶ φρεσὶ θάρσος ἀέξων, §435ἐσσυμένως· ὃ δέ οἱ σχεδὸν ἤλυθεν ἀχνύμενος κῆρ· §436ἀμφότεροι δʼ ἰάχοντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν.
随后,宙斯那坚忍不拔的儿子撇下他,自己则警惕着正逼近的毁灭人类的阿瑞斯,双眼射出可怕的光芒,犹如一头撞见猎物尸体的雄狮,用它强有力的爪子极其贪婪地撕开皮肉,转瞬间夺去那甘美的生命;其黑色的心脏便充满着狂怒的气力;双目闪烁,可怕地用尾巴抽打着自己的胁部和双肩,并用足爪刨着地面,谁也不敢正眼直视着他,上前走近或与之一战;安菲特律翁之子正是如此,他对战斗永不满足,面对着阿瑞斯挺身而立,心中涌动着勇气,急切地上前;而阿瑞斯也满心怨愤地向他走近;两人皆大声呼喊着,朝彼此扑去。
§437ὡς δʼ ὅτʼ ἀπὸ μεγάλου πέτρη πρηῶνος ὀρούσῃ, §438μακρὰ δʼ ἐπιθρῴσκουσα κυλίνδεται, ἣ δέ τε ἠχῇ §439ἔρχεται ἐμμεμαυῖα, πάγος δέ οἱ ἀντεβόλησεν §440ὑψηλός· τῷ δὴ συνενείκεται, ἔνθα μιν ἴσχει· §441τόσσῃ ὃ μὲν ἰαχῇ βρισάρματος οὔλιος Ἄρης §442κεκληγὼς ἐπόρουσεν· ὃ δʼ ἐμμαπέως ὑπέδεκτο.
宛如一块岩石从巨大的山崖上跃下,高高跃起滚动着,伴着轰鸣狂暴地滚滚而来,直到迎头撞上高耸的崖壁,岩石与之猛烈相撞,便在那里止住;带着如此可怕的吼叫,驱策重车、毁灭性命的阿瑞斯大声喧哗着猛冲过来;而他(赫拉克勒斯)立刻迎击承受。
§443αὐτὰρ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο, §444ἀντίη ἦλθεν Ἄρηος ἐρεμνὴν αἰγίδʼ ἔχουσα· §445δεινὰ δʼ ὑπόδρα ἰδοῦσα ἔπεα πτερόεντα προσηύδα· §450ὣς ἔφατʼ· ἀλλʼ οὐ πεῖθʼ Ἄρεος μεγαλήτορα θυμόν, §451ἀλλὰ μέγα ἰάχων φλογὶ εἴκελά τʼ ἔγχεα πάλλων §452καρπαλίμως ἐπόρουσε βίῃ Ἡρακληείῃ §453κακτάμεναι μεμαώς· καί ῥʼ ἔμβαλε χάλκεον ἔγχος, §454σπερχνὸν παιδὸς ἑοῦ κοτέων πέρι τεθνηῶτος, §455ἐν σάκεϊ μεγάλῳ.
然而,手持埃癸斯神盾的宙斯之女雅典娜,手持阴森的埃癸斯神盾,拦在阿瑞斯面前;她面露怒容,可怕地逼视着他,吐露羽翼般的言辞:她如此说道;但她未能说服阿瑞斯那刚愎的心,他反而大吼一声,挥舞着犹如烈火的长枪,迅猛地冲向赫拉克勒斯的伟力,极其渴望将他杀死;他掷出了青铜长枪,因他死去的儿子而狂怒不已,击在大盾之上。
ἀπὸ δὲ γλαυκῶπις Ἀθήνη §456ἔγχεος ὁρμὴν ἔτραπʼ ὀρεξαμένη ἀπὸ δίφρου.
而闪亮双眸的雅典娜自战车上探出身手,偏转了长枪的势头。
§457δριμὺ δʼ Ἄρην ἄχος εἷλε· ἐρυσσάμενος δʼ ἄορ ὀξὺ §458ἔσσυτʼ ἐφʼ Ἡρακλέα κρατερόφρονα· τὸν δʼ ἐπιόντα §459Ἀμφιτρυωνιάδης, δεινῆς ἀκόρητος ἀυτῆς, §460μηρὸν γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιο §461οὔτασʼ ἐπικρατέως· διὰ δὲ μέγα σαρκὸς ἄραξε §462δούρατι νωμήσας, ἐπὶ δὲ χθονὶ κάββαλε μέσσῃ.
阿瑞斯心中升起强烈的怨恨;他拔出锐利的佩剑,扑向意志坚强的赫拉克勒斯;面对冲上来的阿瑞斯,安菲特律翁之子,对可怕的战斗永不满足,用枪使劲刺向他那暴露在精美盾牌下方的大腿肉;他挥舞长枪,穿透了大片肌肉,将他击倒在路途中央的大地上。
§463τῷ δὲ Φόβος καὶ Δεῖμος ἐύτροχον ἅρμα καὶ ἵππους §464ἤλασαν αἶψʼ ἐγγύς, καὶ ἀπὸ χθονὸς εὐρυοδείης §465ἐς δίφρον θῆκαν πολυδαίδαλον· αἶψα δʼ ἔπειτα §466ἵππους μαστιέτην· ἵκοντο δὲ μακρὸν Ὄλυμπον.
福波斯和德摩斯立刻驾着轮转如飞的战车与骏马驶至近前,将他从道路宽广的大地上抬上精工雕制的战车;接着他们立刻扬鞭策马,抵达了高耸的奥林匹斯山。
§467υἱὸς δʼ Ἀλκμήνης καὶ κυδάλιμος Ἰόλαος §468Κύκνον σκυλεύσαντες ἀπʼ ὤμων τεύχεα καλὰ §469νίσσοντʼ· αἶψα δʼ ἔπειτα πόλιν Τρηχῖνος ἵκοντο §470ἵπποις ὠκυπόδεσσιν.
而阿尔克墨涅之子与光荣的伊奥拉奥斯,剥下库克诺斯肩头精美的铠甲,搜刮了战利品,便动身离去;随后他们驾着疾驰的骏马抵达了特拉克斯城。
ἀτὰρ γλαυκῶπις Ἀθήνη §471ἐξίκετʼ Οὔλυμπόν τε μέγαν καὶ δώματα πατρός.
而闪亮双眸的雅典娜回到了伟大的奥林匹斯山和她父亲的府邸。
§472κύκνον δʼ αὖ Κῆυξ θάπτεν καὶ λαὸς ἀπείρων, §473οἵ ῥʼ ἐγγὺς ναῖον πόλιας κλειτοῦ βασιλῆος §474Ἄνθην Μυρμιδόνων τε πόλιν κλειτήν τʼ Ἰαωλκὸν §475Ἄρνην τʼ ἠδʼ Ἑλίκην· πολλὸς δʼ ἠγείρετο λαός, §476τιμῶντες Κήυκα, φίλον μακάρεσσι θεοῖσιν.
至于库克诺斯,则由刻宇克斯和无数民众予以安葬,那些人就居住在这位声名显赫的国王的城邦附近—— 安泰、弥尔弥多奈斯人的城邦、著名的约尔科斯、阿尔涅和赫利刻;无数民众聚集起来,向深得福乐诸神喜爱的刻宇克斯表达敬意。