Humanitext Reader

赫西俄德 · 赫拉克勒斯之盾 §1-70

赫拉克勒斯的诞生与对峙库克诺斯

第 1 段,共 6 段 · 希腊语

内容简介

叙述了阿尔克墨涅的美貌、其夫安菲特律翁的远征,以及宙斯与安菲特律翁分别使她受孕诞下赫拉克勒斯与伊菲克勒斯双胞胎的过程。随后,叙事转入赫拉克勒斯在阿波罗圣地与战神之子库克诺斯的对峙。

§1ἢ οἵη προλιποῦσα δόμους καὶ πατρίδα γαῖαν §2ἤλυθεν ἐς Θήβας μετʼ ἀρήιον Ἀμφιτρύωνα §3Ἀλκμήνη, θυγάτηρ λαοσσόου Ἠλεκτρύωνος·
或如那位离别了家园与祖国土地,与好战的安菲特律翁一同来到底比斯的,民之鼓舞者埃勒克特律翁之女,阿尔克墨涅。
§4ἥ ῥα γυναικῶν φῦλον ἐκαίνυτο θηλυτεράων §5εἴδεΐ τε μεγέθει τε· νόον γε μὲν οὔ τις ἔριζε §6τάων, ἃς θνηταὶ θνητοῖς τέκον εὐνηθεῖσαι.
她确乎在柔弱的女流之中出类拔萃,美貌与身材兼备;而在智慧上,更无一人能与她相比,在凡间女子与凡人男子同床所生的那些女人之中。
§7τῆς καὶ ἀπὸ κρῆθεν βλεφάρων τʼ ἄπο κυανεάων §8τοῖον ἄηθʼ οἶόν τε πολυχρύσου Ἀφροδίτης.
她的头颅与黑色的眼睑之中,亦散发出如同多金的阿佛洛狄忒那般的芬芳。
§9ἣ δὲ καὶ ὣς κατὰ θυμὸν ἑὸν τίεσκεν ἀκοίτην, §10ὡς οὔ πώ τις ἔτισε γυναικῶν θηλυτεράων·
而她亦是在心中如此敬重着自己的丈夫,犹未有任何柔弱的女流曾如此敬重其夫。
§11ἦ μέν οἱ πατέρʼ ἐσθλὸν ἀπέκτανε ἶφι δαμάσσας, §12χωσάμενος περὶ βουσί· λιπὼν δʼ ὅ γε πατρίδα γαῖαν §13ἐς Θήβας ἱκέτευσε φερεσσακέας Καδμείους.
因为他曾因牛群动怒,用武力制服并杀害了她高贵的父亲,愤于牛只之事;而他离开了祖国的土地,来到底比斯,向执盾的卡德摩斯人求庇。
§14ἔνθʼ ὅ γε δώματʼ ἔναιε σὺν αἰδοίῃ παρακοίτι §15νόσφιν ἄτερ φιλότητος ἐφιμέρου, οὐδέ οἱ ἦεν §16πρὶν λεχέων ἐπιβῆναι ἐυσφύρου Ἠλεκτρυώνης, §17πρίν γε φόνον τίσαιτο κασιγνήτων μεγαθύμων §18ἧς ἀλόχου, μαλερῷ δὲ καταφλέξαι πυρὶ κώμας §19ἀνδρῶν ἡρώων Ταφίων ἰδὲ Τηλεβοάων.
于彼处,他与自己那令人敬重的妻子同住于殿堂,却无温存爱慕之实,而他也未能在踏上那纤足的埃勒克特律翁之女的床榻之前,直至他为妻子那些气宇轩昂的兄弟们复仇,并用烈火烧毁那些英雄男子,即塔菲亚人与帖勒玻亚人的村落。
§20τὼς γάρ οἱ διέκειτο, θεοὶ δʼ ἐπὶ μάρτυροι ἦσαν· §21τῶν ὅ γʼ ὀπίζετο μῆνιν, ἐπείγετο δʼ ὅττι τάχιστα §22ἐκτελέσαι μέγα ἔργον, ὅ οἱ Διόθεν θέμις ἦεν.
因为这对他而言是命中注定,众神亦为其见证;他惧怕众神的愤怒,并急于尽可能快地去完成那项上天赋予他的伟大伟业。
§23τῷ δʼ ἅμα ἱέμενοι πολέμοιό τε φυλόπιδός τε §24Βοιωτοὶ πλήξιπποι, ὑπὲρ σακέων πνείοντες, §25Λοκροί τʼ ἀγχέμαχοι καὶ Φωκῆες μεγάθυμοι §26ἕσποντʼ· ἦρχε δὲ τοῖσιν ἐὺς πάις Ἀλκαίοιο §27κυδιόων λαοῖσι.
与他同行的,是那些渴望着战争与厮杀的、策马扬鞭、在盾牌上喘着粗气的玻俄提亚人,以及长于近战的洛克里斯人与气宇轩昂的福基斯人,紧紧相随;而阿尔凯奥斯优秀的儿子率领着他们,他因自己的部众而自豪。
πατὴρ δʼ ἀνδρῶν τε θεῶν τε §28ἄλλην μῆτιν ὕφαινε μετὰ φρεσίν, ὥς ῥα θεοῖσιν §29ἀνδράσι τʼ ἀλφηστῇσιν ἀρῆς ἀλκτῆρα φυτεύσαι.
然而,人类与众神之父却在心中编织着另一种盘算,要给众神与食谷的人类孕育出一位抵御灾厄的护卫者。
§30ὦρτο δʼ ἀπʼ Οὐλύμποιο δόλον φρεσὶ βυσσοδομεύων, §31ἱμείρων φιλότητος ἐυζώνοιο γυναικός, §32ἐννύχιος· τάχα δʼ ἷξε Τυφαόνιον· τόθεν αὖτις §33Φίκιον ἀκρότατον προσεβήσατο μητίετα Ζεύς.
他自奥林匹斯山奔下,在心底深处暗藏玄机,渴望着与那束着美带的妇人交欢,在夜色中;他迅速抵达了堤法奥尼翁,并从那里再次,睿智的宙斯登上了菲基翁山的最顶峰。
§34ἔνθα καθεζόμενος φρεσὶ μήδετο θέσκελα ἔργα· §35αὐτῇ μὲν γὰρ νυκτὶ τανυσφύρου Ἠλεκτρυώνης §36εὐνῇ καὶ φιλότητι μίγη, τέλεσεν δʼ ἄρʼ ἐέλδωρ· §37αὐτῇ δʼ Ἀμφιτρύων λαοσσόος, ἀγλαὸς ἥρως, §38ἐκτελέσας μέγα ἔργον ἀφίκετο ὅνδε δόμονδε.
他坐在那里,在心中筹划着神妙的事业;因为就在那一夜,他与那纤足的埃勒克特律翁之女同床共枕、缱绻交欢,达成了他的心愿;而就在同一夜,民之鼓舞者、辉煌的英雄安菲特律翁,在完成了他的伟业之后,回到了自己的家园。
§39οὐδʼ ὅ γʼ ἐπὶ δμῶας καὶ ποιμένας ἀγροιώτας §40ὦρτʼ ἰέναι, πρίν γʼ ἧς ἀλόχου ἐπιβήμεναι εὐνῆς· §41τοῖος γὰρ κραδίην πόθος αἴνυτο ποιμένα λαῶν.
他甚至不愿去见仆役与田野里的牧人,在踏上自己妻子的床榻之前;因为这般的渴望攫住了这位民之牧者的心房。
§42ὡς δʼ ὅτʼ ἀνὴρ ἀσπαστὸν ὑπεκπροφύγῃ κακότητα §43νούσου ὕπʼ ἀργαλέης ἢ καὶ κρατεροῦ ὑπὸ δεσμοῦ, §44ὥς ῥα τότʼ Ἀμφιτρύων χαλεπὸν πόνον ἐκτολυπεύσας §45ἀσπασίως τε φίλως τε ἑὸν δόμον εἰσαφίκανεν.
正如当一个人欢喜地逃离了痛苦的疾病或坚固的束缚之下,当时安菲特律翁亦是如此,在完成了他艰难的劳役之后,满心欢喜与欣慰地回到了自己的家园。
§46παννύχιος δʼ ἄρʼ ἔλεκτο σὺν αἰδοίῃ παρακοίτι §47τερπόμενος δώροισι πολυχρύσου Ἀφροδίτης.
他整夜与自己那令人敬重的妻子同榻而眠,尽享多金的阿佛洛狄忒的恩赐。
§48ἣ δὲ θεῷ δμηθεῖσα καὶ ἀνέρι πολλὸν ἀρίστῳ §49Θήβῃ ἐν ἑπταπύλῳ διδυμάονε γείνατο παῖδε, §50οὐ καθʼ ὁμὰ φρονέοντε· κασιγνήτω γε μὲν ἤστην· §51τὸν μὲν χειρότερον, τὸν δʼ αὖ μέγʼ ἀμείνονα φῶτα, §52δεινόν τε κρατερόν τε, βίην Ἡρακληείην· §53τὸν μὲν ὑποδμηθεῖσα κελαινεφέι Κρονίωνι, §54τὸν δʼ ἄρα Ἰφικλῆα δορυσσόῳ Ἀμφιτρύωνι, §55κεκριμένην γενεήν· τὸν μὲν βροτῷ ἀνδρὶ μιγεῖσα, §56τὸν δὲ Διὶ Κρονίωνι, θεῶν σημάντορι πάντων.
而她,屈从于一位神明以及一位极优秀的凡人,在七门的底比斯诞下了一对双胞胎,他们并非同心同德;然而他们确是亲兄弟;其一较为逊色,其二则是一位远为优秀的男子,可怕而强壮的、伟大的赫拉克勒斯;其一乃是她屈从于乌云密布的克洛诺斯之子而生,而另一个,即伊菲克勒斯,则是为那震矛的安菲特律翁所生,此乃不同的血统:其一乃是她与凡人男子结合所生,其二则是与克洛诺斯之子宙斯——众神的统治者——所生。
§57ὃς καὶ Κύκνον ἔπεφνεν, Ἀρητιάδην μεγάθυμον. §58εὗρε γὰρ ἐν τεμένει ἑκατηβόλου Ἀπόλλωνος §59αὐτὸν καὶ πατέρα ὅν Ἄρην, ἄατον πολέμοιο, §60τεύχεσι λαμπομένους σέλας ὣς πυρὸς αἰθομένοιο, §61ἑσταότʼ ἐν δίφρῳ· χθόνα δʼ ἔκτυπον ὠκέες ἵπποι §62νύσσοντες χηλῇσι, κόνις δέ σφʼ ἀμφιδεδήει §63κοπτομένη πλεκτοῖσιν ὑφʼ ἅρμασι καὶ ποσὶν ἵππων.
他也曾杀害了库克诺斯,那战神阿瑞斯气宇轩昂的儿子;因为他在远射的阿波罗的圣地里发现了他,他本人与他的父亲、对战争贪得无厌的阿瑞斯,他们的铠甲如熊熊烈火般闪耀,正并立于战车之上;而敏捷的骏马踏击着大地,用蹄铁踢着土,在他们周围,尘土飞扬,在精制的战车与马足之下被击碎、升腾。
§64ἅρματα δʼ εὐποίητα καὶ ἄντυγες ἀμφαράβιζον §65ἵππων ἱεμένων· κεχάρητο δὲ Κύκνος ἀμύμων, §66ἐλπόμενος Διὸς υἱὸν ἀρήιον ἡνίοχόν τε §67χαλκῷ δηιώσειν καὶ ἀπὸ κλυτὰ τεύχεα δύσειν.
而精制的战车与车厢边缘,随着骏马的前进而嘎嘎作响;而无瑕的库克诺斯满心欢喜,期望着能用青铜杀死宙斯那好战的儿子及其御者,并剥下他们显赫的铠甲。
§68ἀλλά οἱ εὐχωλέων οὐκ ἔκλυε Φοῖβος Ἀπόλλων· §69αὐτὸς γάρ οἱ ἐπῶρσε βίην Ἡρακληείην.
然而,福玻斯·阿波罗并未垂听他的祈祷;因为他亲自唆使了伟大的赫拉克勒斯去对抗他。
§70πᾶν δʼ ἄλσος καὶ βωμὸς Ἀπόλλωνος Παγασαίου
而帕加萨的阿波罗的整个圣林与祭坛……

词汇与语法注释

  1. §1ἢ οἵη — 《名媛歌》(女性目录)中特有的公式化导入句。意为“或者像那位……的女子”,在保持与前文(此处已佚)连续性的同时,引入一个新的女性人物(此处指阿尔克墨涅)。
  2. §7τῆς καὶ ἀπὸ κρῆθεν βλεφάρων τʼ ἄπο κυανεάων / τοῖον ἄηθʼ οἶόν τε... — 句法上,τοῖον... οἷόν te 构成相关比较(“正如多金的阿佛洛狄忒那般的【芬芳】”),修饰 ἄητο(动词 ἄημι 的未完成过去时单数第三人称,此处作无主语用法“漂散着……”)的未明示主语。前置词 ἀπὸ... ἄπο... 并列使用,前者与 κρῆθεν 中的属格接尾词 -θεν 构成冗余结合。
  3. §15πρὶν λεχέων ἐπιβῆναι... πρίν γε φόνον τίσαιτο... — 承接主句的否定表达 οὐδέ οἱ ἦεν(“他未能/不被允许”),连续两个由 πρίν 引导的从句重叠限定条件。第一个 πρὶν(第16行)接不定式(ἐπιβῆναι),表示一般的时间限制;第二个 πρίν γε(第17行)则接祈愿式(τίσαιτο,以及第18行的 καταφλέξαι),用以强调主观预期的条件或目的。
  4. §42ὡς δʼ ὅτʼ ἀνὴρ ... ὥς ῥα τότʼ ... — 公式化的荷马式比喻结构。由 ὡς δʼ ὅτε 引导的从句(第42-43行)使用虚拟式(ὑπεκπροφύγῃ)来呈现一个普遍的、假设性的场景,随后由第44行以 ὥς ῥα τότε 开始的主句(使用未完成过去时直陈式 εἰσαφίκανεν)予以承接,从而突显安菲特律翁归来时的实际宽慰与喜悦。
  5. §53τὸν μὲν ὑποδμηθεῖσα... τὸν δʼ ἄρα... — 同位语结构,用以具体说明第49行的直接宾语 διδυμάονε παῖδε(“双胞胎”)。τὸν μὲν 与 τὸν δʼ 均为宾格,分别指代赫拉克勒斯与伊菲克勒斯。分词 ὑποδμηθεῖσα(“屈从于”)与 μιγεῖσα(“结合”,第55行)与主格主语阿尔克墨涅(第48行的 ἣ δὲ)保持一致。

引用这一段

赫西俄德, 赫拉克勒斯之盾 §1-70. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0020.tlg003.humanitext-grc2:1-70

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。