Humanitext Reader

헤시오도스 · 일과 날 §759-828

악평에 대한 경고와 농경의 길흉일

12개 구절 중 12번째 · 그리스어

요약

사람들 사이의 평판과 소문의 무서움을 경고한 뒤, 농사와 일상생활의 길일과 흉일을 규정하는 '날들(달력)'을 열거하고, 제우스의 뜻을 따라 올바른 날에 노동을 행하고 금기를 피하는 자가 복되다고 선언하며 시를 마무리한다.

§759μηδʼ ἐναποψύχειν·
또한 그 안에서 몸을 식히지 마라.
τὸ γὰρ οὔ τοι λώιόν ἐστιν.
그것은 결코 좋은 일이 아니기 때문이다.
§760ὧδʼ ἔρδειν·
이와 같이 행하라.
δεινὴν δὲ βροτῶν ὑπαλεύεο φήμην.
또한 필멸자들의 두려운 소문을 피하라.
§761φήμη γάρ τε κακὴ πέλεται, κούφη μὲν ἀεῖραι §762ῥεῖα μάλʼ, ἀργαλέη δὲ φέρειν, χαλεπὴ δʼ ἀποθέσθαι.
나쁜 소문은 참으로 쉽게 들어 올릴 수 있지만, 짊어지기는 고통스럽고, 떨쳐내기는 어렵다.
§763φήμη δʼ οὔτις πάμπαν ἀπόλλυται, ἥν τινα πολλοὶ §764λαοὶ φημίξωσι·
수많은 백성이 소문내는 그 어떤 소문도 완전히 사라지지 않는다.
θεός νύ τίς ἐστι καὶ αὐτή.
그것 역시 일종의 여신이기 때문이다.
§765Ἤματα δʼ ἐκ Διόθεν πεφυλαγμένος εὖ κατὰ μοῖραν §766πεφραδέμεν δμώεσσι·
제우스로부터 오는 날들을 질서에 따라 잘 살피어, 하인들에게 일러두어라.
τριηκάδα μηνὸς ἀρίστην §767ἔργα τʼ ἐποπτεύειν ἠδʼ ἁρμαλιὴν δατέασθαι.
한 달의 삼십 일째 날이 가장 좋다고, 일을 감독하고 식량을 나누어 주기에.
§769αἵδε γὰρ ἡμέραι εἰσὶ Διὸς πάρα μητιόεντος, §768εὖτʼ ἂν ἀληθείην λαοὶ κρίνοντες ἄγωσιν.
이것들은 참으로 지혜로운 제우스에게서 온 날들이기 때문이다, 사람들이 판단하여 참된 길을 따를 때에는.
§770Πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ·
첫째로, 초하루와 나흗날, 그리고 이렛날은 신성한 날이다.
§771τῇ γὰρ Ἀπόλλωνα χρυσάορα γείνατο Λητώ·
그날에 레토가 황금 칼을 가진 아폴론을 낳았기 때문이다.
§772ὀγδοάτη δʼ ἐνάτη τε, δύω γε μὲν ἤματα μηνὸς §773ἔξοχʼ ἀεξομένοιο βροτήσια ἔργα πένεσθαι·
여드렛날과 아흐렛날, 한 달 중 이 두 날은 달이 차오르는 동안, 필멸자들의 일을 하기에 특히 훌륭하다.
§774ἑνδεκάτη δὲ δυωδεκάτη τʼ, ἄμφω γε μὲν ἐσθλαί, §775ἠμὲν ὄις πείκειν ἠδʼ εὔφρονα καρπὸν ἀμᾶσθαι·
열하루와 열이튿날은 둘 다 참으로 좋은 날이니, 양털을 깎기에도, 기쁜 수확을 거두기에도 좋다.
§776ἡ δὲ δυωδεκάτη τῆς ἑνδεκάτης μέγʼ ἀμείνων·
하지만 열이튿날은 열하룻날보다 훨씬 더 훌륭하다.
§777τῇ γάρ τοι νῇ νήματʼ ἀερσιπότητος ἀράχνης
그날에는 공중을 나는 거미가 줄을 짓기 때문이다, 낮이 가장 길 때에.
§778ἤματος ἐκ πλείου, ὅτε ἴδρις σωρὸν ἀμᾶται·
그때 지혜로운 자는 더미를 모은다.
§779τῇ δʼ ἱστὸν στήσαιτο γυνὴ προβάλοιτό τε ἔργον.
그날에 여인은 베틀을 세우고 손일을 시작하도록 하라.
§780Μηνὸς δʼ ἱσταμένου τρισκαιδεκάτην ἀλέασθαι §781σπέρματος ἄρξασθαι· φυτὰ δʼ ἐνθρέψασθαι ἀρίστη. §782ἕκτη δʼ ἡ μέσση μάλʼ ἀσύμφορός ἐστι φυτοῖσιν, §783ἀνδρογόνος δʼ ἀγαθή· κούρῃ δʼ οὐ σύμφορός ἐστιν, §784οὔτε γενέσθαι πρῶτʼ οὔτʼ ἂρ γάμου ἀντιβολῆσαι. §785οὐδὲ μὲν ἡ πρώτη ἕκτη κούρῃ γε γενέσθαι §786ἄρμενος, ἀλλʼ ἐρίφους τάμνειν καὶ πώεα μήλων §787σηκόν τʼ ἀμφιβαλεῖν ποιμνήιον ἤπιον ἦμαρ·
또한 달의 세 번째 아홉째 날(스물아홉째 날)이 가장 좋은 날임을 아는 이는 적으니, 술 항아리를 열고, 황소와 노새와 날랜 발을 가진 말의 목에 멍에를 얹기에.
§788ἐσθλὴ δʼ ἀνδρογόνος· φιλέοι δʼ ὅ γε κέρτομα βάζειν §789ψεύδεά θʼ αἱμυλίους τε λόγους κρυφίους τʼ ὀαρισμούς. §790μηνὸς δʼ ὀγδοάτῃ κάπρον καὶ βοῦν ἐρίμυκον §791ταμνέμεν, οὐρῆας δὲ δυωδεκάτῃ ταλαεργούς. §792εἰκάδι δʼ ἐν μεγάλῃ, πλέῳ ἤματι, ἵστορα φῶτα §793γείνασθαι· μάλα γάρ τε νόον πεπυκασμένος ἐστίν. §794ἐσθλὴ δʼ ἀνδρογόνος δεκάτη, κούρῃ δέ τε τετρὰς §795μέσση· τῇ δέ τε μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς §796καὶ κύνα καρχαρόδοντα καὶ οὐρῆας ταλαεργοὺς §797πρηΰνειν ἐπὶ χεῖρα τιθείς.
그리고 다단 노걸이를 가진 날랜 배를 포도주 빛 바다로 끌어내리기에도 그러하다.
πεφύλαξο δὲ θυμῷ §798τετράδʼ ἀλεύασθαι φθίνοντός θʼ ἱσταμένου τε §799ἄλγεʼ ἃ θυμβορεῖ μάλα γὰρ τετελεσμένον ἦμαρ.
그러나 진실된 이름으로 부르는 자는 적다.
§800Ἐν δὲ τετάρτῃ μηνὸς ἄγεσθαι οἶκον ἄκοιτιν §801οἰωνοὺς κρίνας, οἳ ἐπʼ ἔργματι τούτῳ ἄριστοι.
나흗날에 항아리를 열어라.
§802πέμπτας δʼ ἐξαλέασθαι, ἐπεὶ χαλεπαί τε καὶ αἰναί· §803ἐν πέμπτῃ γάρ φασιν Ἐρινύας ἀμφιπολεύειν §804Ὅρκον γεινόμενον, τὸν Ἔρις τέκε πῆμʼ ἐπιόρκοις. §805Μέσσῃ δʼ ἑβδομάτῃ Δημήτερος ἱερὸν ἀκτὴν §806εὖ μάλʼ ὀπιπεύοντα ἐυτροχάλῳ ἐν ἀλωῇ §807βαλλέμεν, ὑλοτόμον τε ταμεῖν θαλαμήια δοῦρα §808νήιά τε ξύλα πολλά, τά τʼ ἄρμενα νηυσὶ πέλονται. §809τετράδι δʼ ἄρχεσθαι νῆας πήγνυσθαι ἀραιάς.
중순의 나흗날(열나흗날)은 모든 날 위에 신성한 날이다.
§810εἰνὰς δʼ ἡ μέσση ἐπὶ δείελα λώιον ἦμαρ, §811πρωτίστη δʼ εἰνὰς παναπήμων ἀνθρώποισιν· §812ἐσθλὴ μὲν γάρ θʼ ἥ γε φυτευέμεν ἠδὲ γενέσθαι §813ἀνέρι τʼ ἠδὲ γυναικί· καὶ οὔποτε πάγκακον ἦμαρ. §814παῦροι δʼ αὖτε ἴσασι τρισεινάδα μηνὸς ἀρίστην §815ἄρξασθαί τε πίθου καὶ ἐπὶ ζυγὸν αὐχένι θεῖναι §816βουσὶ καὶ ἡμιόνοισι καὶ ἵπποις ὠκυπόδεσσι, §817νῆα πολυκλήιδα θοὴν εἰς οἴνοπα πόντον §818εἰρύμεναι· παῦροι δέ τʼ ἀληθέα κικλῄσκουσιν. §819τετράδι δʼ οἶγε πίθον· περὶ πάντων ἱερὸν ἦμαρ §820μέσση· παῦροι δʼ αὖτε μετʼ εἰκάδα μηνὸς ἀρίστην §821ἠοῦς γιγνομένης·
또한 스무날 뒤의 날이 가장 좋은 날임을 아는 이는 적다, 새벽이 밝아올 때에 그러하다.
ἐπὶ δείελα δʼ ἐστὶ χερείων.
그러나 저녁 무렵에는 더 나빠진다.
§822αἵδε μὲν ἡμέραι εἰσιν ἐπιχθονίοις μέγʼ ὄνειαρ, §823αἱ δʼ ἄλλαι μετάδουποι, ἀκήριοι, οὔ τι φέρουσαι.
이 날들은 지상의 인간들에게 참으로 큰 혜택이지만, 다른 날들은 그저 뒤섞여 소리만 나고, 무해하며, 아무것도 가져다주지 않는다.
§824ἄλλος δʼ ἀλλοίην αἰνεῖ, παῦροι δὲ ἴσασιν.
어떤 이는 이 날을 찬양하고, 다른 이는 저 날을 찬양하지만, 아는 이는 적다.
§825ἄλλοτε μητρυιὴ πέλει ἡμέρη, ἄλλοτε μήτηρ.
어떨 때는 날이 계모이고, 어떨 때는 어머니이다.
§826τάων εὐδαίμων τε καὶ ὄλβιος, ὃς τάδε πάντα §827εἰδὼς ἐργάζηται ἀναίτιος ἀθανάτοισιν, §828ὄρνιθας κρίνων καὶ ὑπερβασίας ἀλεείνων.
이 모든 것을 알고, 불사의 신들 앞에 허물이 없이 일하며, 새의 점괘를 판단하고 죄짓는 일을 피하는 자는 복되고 부유하니라.

어휘·문법 주석

  1. §760ἔρδειν — 명령법을 대신하여 쓰인 부정사(명령법적 부정사). 헤시오도스의 교훈시에서는 특정 지시나 도덕적 권고를 간결하게 표현하기 위해 이 형식을 자주 사용한다(759행의 ἐναποψύχειν· 동일함).
  2. §765πεφυλαγμένος — 완료 수동 분사로, '경계하여/명심하여'라는 의미를 지닌 주격 단수 남성형이다. 이는 주절의 명령법적 부정사 πεφραδέμεν(일러두어라)이 상정하는 2인칭 단수의 논리적 주어(듣는 이)와 일치한다.
  3. §768εὖτʼ ἂν ἀληθείην λαοὶ κρίνοντες ἄγωσιν — 접속사 εὖτʼ 앙(εὖτʼ ἄν)과 접속법 아고신(ἄγωσιν, ἄγωσιν. 현재 접속법 능동태 3인칭 복수)이 이끄는 시간절. '사람들이 날들을 판별하여 그 (날의) 진실을 따르고 지킬 때에는 언제나'라는 일반화된 조건이나 시간적 관계를 나타낸다.
  4. §798φθίνοντός θʼ ἱσταμένου τε — 달을 뜻하는 속격 μηνός가 생략된 분사 구문. 고대 그리스의 역법에서 ἱστάμενος는 달이 차오르는 단계(상순)를, φθίνων은 달이 기우는 단계(하순)를 지칭하므로, 상순의 나흗날(4일)과 하순의 나흗날(24일)을 모두 피해야 할 금기의 날로 지정하고 있다.
  5. §823μετάδουποι — 헤시오도스의 독창적인 형용사(Hapax legomenon)로, 문자 그대로는 '뒤따라 빈 소리만 나는', '알맹이 없는 소음 같은'을 뜻한다. 고유한 신성함이나 효력이 없는 나머지 평범한 날들을, 알맹이 없이 소리만 요란한 공허한 날들로 비하하여 묘사하는 표현이다.

이 구절 인용하기

헤시오도스, 일과 날 §759-828. Humanitext Reader, https://reader.humanitext.ai/ko/text/urn:cts:greekLit:tlg0020.tlg002.humanitext-grc2:759-828

AI 초고 번역임과 열람 날짜를 함께 적어 주세요.

번역·주석·요약은 AI가 생성한 초고이며 독자 의견을 반영해 수정됩니다.