Humanitext Reader

阿里斯托芬 · 财神 §1135-1209

赫尔墨斯受聘与迎奉普鲁托斯的游行

第 16 段,共 16 段 · 希腊语

内容简介

由于缺乏祭品而面临饥饿,赫尔墨斯通过列举自己的各种别名与卡里翁交涉以求收留,最终作为竞技之神被接纳。随后,一位贫困的宙斯祭司到来,众人为了将普鲁托斯迁回其原本安置的卫城神殿,与老婆子一同整顿好庄严的队列出发。

§1135εἴ του δέει γʼ ὧν δυνατός εἰμί σʼ ὠφελεῖν.
如果在我能帮助你的事情中,确实有你需要的。
§1136εἴ μοι πορίσας ἄρτον τινʼ εὖ πεπεμμένον §1137δοίης καταφαγεῖν καὶ κρέας νεανικὸν §1138ὧν θύεθʼ ὑμεῖς ἔνδον.
如果你能给我弄来一些烤得很好的面包,拿给我吃,还有一些上好的肉,从你们在里面祭祀的那些东西里分出来。
§1138bἀλλʼ οὐκ ἐκφορά.
但是,不准带出去。
§1139καὶ μὴν ὁπότε τι σκευάριον τοῦ δεσπότου §1140ὑφέλοιʼ, ἐγώ σε λανθάνειν ἐποίουν ἀεί.
可是,每当你偷拿你主人的器皿时,我总是让你不被发现。
§1141ἐφʼ ᾧ τε μετέχειν καὐτὸς ὦ τοιχωρύχε.
条件是你自己也分一杯羹,你这个挖墙脚的贼!
§1142ἧκεν γὰρ ἄν σοι ναστὸς εὖ πεπεμμένος.
因为那样的话,就会有一个烤得很好的大蛋糕送到你那里。
§1143ἔπειτα τοῦτόν γʼ αὐτὸς ἂν κατήσθιες.
然后这个蛋糕你就会自己把它吞下去。
§1144οὐ γὰρ μετεῖχες τὰς ἴσας πληγὰς ἐμοί, §1145ὁπότε τι ληφθείην πανουργήσας ἐγώ.
因为当我因做坏事被抓住时,你并没有和我分担同样多的鞭打。
§1146μὴ μνησικακήσῃς, εἰ σὺ Φυλὴν κατέλαβες.
别记仇了,哪怕你曾经占领了皮莱。
§1147ἀλλὰ ξύνοικον πρὸς θεῶν δέξασθέ με.
但是看在神明的份上,请收留我同住吧。
§1148ἔπειτʼ ἀπολιπὼν τοὺς θεοὺς ἐνθάδε μενεῖς;
然后,你要抛弃众神留在家里吗?
§1149τὰ γὰρ παρʼ ὑμῖν ἐστι βελτίω πολύ.
因为你们这里的东西要好得多。
§1150τί δέ;
什么?
ταὐτομολεῖν ἀστεῖον εἶναί σοι δοκεῖ;
你觉得背叛是一件很体面的事吗?
§1151πατρὶς γάρ ἐστι πᾶσʼ ἵνʼ ἂν πράττῃ τις εὖ.
因为任何能让人过得好的地方,就是祖国。
§1152τί δῆτʼ ἂν εἴης ὄφελος ἡμῖν ἐνθάδʼ ὤν;
那么,你留在这里对我们有什么用呢?
§1153παρὰ τὴν θύραν στροφαῖον ἱδρύσασθέ με.
把我安置在门旁,作为“门轴之神”。
§1154στροφαῖον;
“门轴之神”?
ἀλλʼ οὐκ ἔργον ἔστʼ οὐδὲν στροφῶν.
但是现在根本不需要任何拐弯抹角的诡计。
§1155ἀλλʼ ἐμπολαῖον.
那么作为“商贸之神”。
§1155bἀλλὰ πλουτοῦμεν· τί οὖν §1156Ἑρμῆν παλιγκάπηλον ἡμᾶς δεῖ τρέφειν;
但我们已经富有;那么为什么我们还必须供养零售商赫尔墨斯呢?
§1157ἀλλὰ δόλιον τοίνυν.
那好吧,作为“欺诈之神”。
§1157bδόλιον; ἥκιστά γε·
“欺诈之神”?
§1158οὐ γὰρ δόλου νῦν ἔργον, ἀλλʼ ἁπλῶν τρόπων.
绝不;因为现在不需要欺诈,而需要坦诚的行事方式。
§1159ἀλλʼ ἡγεμόνιον.
那么作为“引导之神”。
§1159bἀλλʼ ὁ θεὸς ἤδη βλέπει, §1160ὥσθʼ ἡγεμόνος οὐδὲν δεησόμεσθʼ ἔτι.
但那位神明现在看得见了,所以我们不再需要任何引导者了。
§1161ἐναγώνιος τοίνυν ἔσομαι.
那么我将成为“竞技之神”。
τί δῆτʼ ἐρεῖς;
对此你该怎么说?
§1162Πλούτῳ γάρ ἐστι τοῦτο συμφορώτατον §1163ποιεῖν ἀγῶνας μουσικοὺς καὶ γυμνικούς.
因为这对普鲁托斯来说是最有利的,举行文艺和体育比赛。
§1164ὡς ἀγαθόν ἐστʼ ἐπωνυμίας πολλὰς ἔχειν·
拥有这么多别名真是太好了!
§1165οὗτος γὰρ ἐξηύρηκεν αὑτῷ βιότιον.
因为这家伙为自己找到了谋生的门路。
§1166οὐκ ἐτὸς ἅπαντες οἱ δικάζοντες θαμὰ §1167σπεύδουσιν ἐν πολλοῖς γεγράφθαι γράμμασιν.
难怪所有当法官的人常常急于被登记在许多字母之下。
§1168οὐκοῦν ἐπὶ τούτοις εἰσίω;
那么,我就在这些条件入内吧?
§1168bκαὶ πλῦνέ γε §1169αὐτὸς προσελθὼν πρὸς τὸ φρέαρ τὰς κοιλίας, §1170ἵνʼ εὐθέως διακονικὸς εἶναι δοκῇς.
是的,你自己走到井旁去洗内脏吧,这样你就能立刻显得是个能干杂活的人。
§1171τίς ἂν φράσειε ποῦ ʼστι Χρεμύλος μοι σαφῶς;
谁能清楚地告诉我克雷米罗斯在哪里?
§1172τί δʼ ἔστιν ὦ βέλτιστε;
怎么了,我亲爱的先生?
§1172bτί γὰρ ἀλλʼ ἢ κακῶς;
还能怎么,除了痛苦!
§1173ἀφʼ οὗ γὰρ ὁ Πλοῦτος οὗτος ἤρξατο βλέπειν, §1174ἀπόλωλʼ ὑπὸ λιμοῦ.
因为自从这位普鲁托斯开始看得见以来,我快被饿死了。
καταφαγεῖν γὰρ οὐκ ἔχω, §1175καὶ ταῦτα τοῦ σωτῆρος ἱερεὺς ὢν Διός.
因为我没东西可吃,而且我还是救主宙斯的祭司。
§1176ἡ δʼ αἰτία τίς ἐστιν ὦ πρὸς τῶν θεῶν;
凭诸神发誓,原因是什么?
§1177θύειν ἔτʼ οὐδεὶς ἀξιοῖ.
再也没有人认为值得献祭了。
§1177bτίνος οὕνεκα;
为了什么缘故?
§1178ὅτι πάντες εἰσὶ πλούσιοι· καίτοι τότε, §1179ὅτʼ εἶχον οὐδέν, ὁ μὲν ἂν ἥκων ἔμπορος §1180ἔθυσεν ἱερεῖόν τι σωθείς, ὁ δέ τις ἂν §1181δίκην ἀποφυγών, ὁ δʼ ἂν ἐκαλλιερεῖτό τις §1182κἀμέ γʼ ἐκάλει τὸν ἱερέα· νῦν δʼ οὐδὲ εἷς §1183θύει τὸ παράπαν οὐδὲν οὐδʼ εἰσέρχεται, §1184πλὴν ἀποπατησόμενοί γε πλεῖν ἢ μύριοι.
因为大家都很富有;然而那时候,当他们一无所有时,如果商人回来,就会因为平安归来而献祭一些祭牲,而另一些人在官司中胜诉,或者有人获得好兆头,就会邀请我这位祭司;但现在,没有一个人献祭任何东西,也完全不进庙,除了有一万多人只是来解手以外。
§1185οὔκουν τὰ νομιζόμενα σὺ τούτων λαμβάνεις;
那你难道不能从他们那里收取惯例的供品吗?
§1186τὸν οὖν Δία τὸν σωτῆρα καὐτός μοι δοκῶ §1187χαίρειν ἐάσας ἐνθάδʼ αὐτοῦ καταμένειν.
所以我自己也觉得应该告别救主宙斯,就留在这里了。
§1188θάρρει· καλῶς ἔσται γάρ, ἢν θεὸς θέλῃ.
放心吧;只要神明愿意,一切都会变好的。
§1189ὁ Ζεὺς ὁ σωτὴρ γὰρ πάρεστιν ἐνθάδε, §1190αὐτόματος ἥκων.
因为救主宙斯就在这里,他是自愿前来的。
§1190bπάντʼ ἀγαθὰ τοίνυν λέγεις.
那么你说的真全是好消息。
§1191ἱδρυσόμεθʼ οὖν αὐτίκα μάλʼ, ἀλλὰ περίμενε §1192τὸν Πλοῦτον, οὗπερ πρότερον ἦν ἱδρυμένος §1193τὸν ὀπισθόδομον ἀεὶ φυλάττων τῆς θεοῦ.
所以我们马上就安置他,但请等待普鲁托斯,他之前就是被安置在一直守护女神神庙后殿的地方。
§1194ἀλλʼ ἐκδότω τις δεῦρο δᾷδας ἡμμένας, §1195ἵνʼ ἔχων προηγῇ τῷ θεῷ σύ.
那么,来人拿点点燃的火把到这里来,好让你拿着它们为神明带路。
§1195bπάνυ μὲν οὖν §1196δρᾶν ταῦτα χρή.
的确,必须这样做。
§1196bτὸν Πλοῦτον ἔξω τις κάλει.
来人把普鲁托斯叫出来。
§1197ἐγὼ δὲ τί ποιῶ;
那我该做什么呢?
§1197bτὰς χύτρας, αἷς τὸν θεὸν §1198ἱδρυσόμεθα, λαβοῦσʼ ἐπὶ τῆς κεφαλῆς φέρε §1199σεμνῶς· ἔχουσα δʼ ἦλθες αὐτὴ ποικίλα.
拿着我们要用来安置神明的那些壶,把它们顶在头上庄重地运过去;你本身来时就穿着色彩斑斓的衣服。
§1200ὧν δʼ οὕνεκʼ ἦλθον;
那我来的那些目的怎么办呢?
§1200bπάντα σοι πεπράξεται.
一切都会为你办好的。
§1201ἥξει γὰρ ὁ νεανίσκος ὡς σʼ εἰς ἑσπέραν.
因为那个年轻人傍晚会去你家的。
§1202ἀλλʼ εἴ γε μέντοι νὴ Δίʼ ἐγγυᾷ σύ μοι §1203ἥξειν ἐκεῖνον ὡς ἔμʼ, οἴσω τὰς χύτρας.
不过,凭宙斯发誓,如果你真向我担保他会到我这里来,我就顶着这些壶。
§1204καὶ μὴν πολὺ τῶν ἄλλων χυτρῶν τἀναντία §1205αὗται ποιοῦσι· ταῖς μὲν ἄλλαις γὰρ χύτραις §1206ἡ γραῦς ἔπεστʼ ἀνωτάτω, ταύτης δὲ νῦν §1207τῆς γραὸς ἐπιπολῆς ἔπεισιν αἱ χύτραι.
说实在的,这些壶所起的作用,与其他的壶截然相反;因为在其他的壶上,浮渣是在最上层的,而现在壶是在这个老婆子的上头。
§1208οὐκ ἔτι τοίνυν εἰκὸς μέλλειν οὐδʼ ἡμᾶς, ἀλλʼ ἀναχωρεῖν §1209ἐς τοὔπισθεν· δεῖ γὰρ κατόπιν τούτων ᾄδοντας ἕπεσθαι.
那么,我们也不该再拖延了,而是退到后面去;因为我们必须跟在这些人后面唱歌。

词汇与语法注释

  1. 1135ὧν δυνατός εἰμί σʼ ὠφελεῖν — ὧν(在……之中)是关系代词的格同化现象,先行词 τούτων 被省略,或者受到支配属格的动词 δέει 的影响。由于 ὠφελεῖν 可以接双宾格(在某事上帮助某人),该关系代词也兼具此语法功能。
  2. 1141ἐφʼ ᾧ τε μετέχειν — “ἐφʼ ᾧ τε + 不定式”是表示条件或约定的句型,意为“在……的条件下”。
  3. 1180ἂν ... ἔθυσεν — 语气词 ἄν 结合直陈式过去时(不定过去时 ἔθυσεν,未完成过去时 ἐκαλλιερεῖτο)表示过去反复发生或习惯性的动作,意为“过去常常……”。
  4. 1206ἡ γραῦς ἔπεστʼ ἀνωτάτω — 这里利用了“graus”(γραῦς)的双重含义进行双关,该词既指“老婆子”,也指煮沸液体表面产生的“浮渣或皮膜”。通常情况下浮渣(graus)在壶(chytral)的上方,而此时壶(chytral)却物理性地顶在老婆子(graus)的头上。

引用这一段

阿里斯托芬, 财神 §1135-1209. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg011.humanitext-grc2:1135-1209

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。