Humanitext Reader

阿里斯托芬 · 地母节妇女 §1-80

抵达阿伽颂寓所与仆人要求肃静

第 1 段,共 15 段 · 希腊语

内容简介

欧里庇得斯和他的姻亲米内西洛科斯来到悲剧诗人阿伽颂的家门前,听到了阿伽颂古怪的艺术理论以及仆人高亢的静默宣告。

§1ὦ Ζεῦ χελιδὼν ἆρά ποτε φανήσεται;
米内西洛科斯:噢宙斯啊,燕子究竟什么时候才会出现呢?
§2ἀπολεῖ μʼ ἀλοῶν ἅνθρωπος ἐξ ἑωθινοῦ.
那个人从清晨起就带我到处乱逛,要把我折磨死了。
§3οἷόν τε, πρὶν τὸν σπλῆνα κομιδῇ μʼ ἐκβαλεῖν, §4παρὰ σοῦ πυφέσθαι ποῖ μʼ ἄγεις ωὖριπίδη;
在我把脾脏彻底吐出来之前,欧里庇得斯啊,难道不能从你那里得知你正要把我带到哪里去吗?
§5ἀλλʼ οὐκ ἀκούειν δεῖ σε πάνθʼ ὅσʼ αὐτίκα §6ὄψει παρεστώς.
欧里庇得斯:但是,你并不需要听到你马上就会亲眼目睹的一切。
§6bπῶς λέγεις;
米内西洛科斯:你这是什么意思?
αὖθις φράσον.
再说一遍。
§7οὐ δεῖ μʼ ἀκούειν;
我不应该听?
§7bοὐχ ἅ γʼ ἂν μέλλῃς ὁρᾶν.
欧里庇得斯:不该听那些你将要看到的事。
§8οὐδʼ ἆρʼ ὁρᾶν δεῖ μʼ;
米内西洛科斯:那么我也不该看?
§8bοὐχ ἅ γʼ ἂν ἀκούειν δέῃ.
欧里庇得斯:不该看那些你必须要听的事。
§9πῶς μοι παραινεῖς;
米内西洛科斯:你这是在给我什么建议?
δεξιῶς μέντοι λέγεις.
你倒说得挺巧妙。
§10οὐ φῂς σὺ χρῆναί μʼ οὔτʼ ἀκούειν οὔθʼ ὁρᾶν;
你是说我不该听也不该看吗?
§11χωρὶς γὰρ αὐτοῖν ἑκατέρου ʼστὶν ἡ φύσις.
欧里庇得斯:因为这两者的本性各自独立。
§12τοῦ μήτʼ ἀκούειν μήθʼ ὁρᾶν;
米内西洛科斯:不听和不看的本性吗?
§12bεὖ ἴσθʼ ὅτι.
欧里庇得斯:你确知就是如此。
§13πῶς χωρίς;
米内西洛科斯:如何独立?
§13bοὕτω ταῦτα διεκρίθη τότε.
欧里庇得斯:当初它们就是这样被区分开的。
§14αἰθὴρ γὰρ ὅτε τὰ πρῶτα διεχωρίζετο §15καὶ ζᾦʼ ἐν αὑτῷ ξυνετέκνου κινούμενα, §16ᾧ μὲν βλέπειν χρὴ πρῶτʼ ἐμηχανήσατο §17ὀφθαλμὸν ἀντίμιμον ἡλίου τροχῷ, §18ἀκοῇ δὲ χοάνην ὦτα διετετρήνατο.
因为当以太最初被分离出来、并在其自身之中孕育出活动的生物时,首先,为了那需要看见的,它设计了模仿太阳圆盘的眼睛;而为了听觉,它将耳朵钻通成一个漏斗。
§19διὰ τὴν χοάνην οὖν μήτʼ ἀκούω μήθʼ ὁρῶ;
米内西洛科斯:那么,由于这个漏斗,我才既不能听也不能看吗?
§20νὴ τὸν Δίʼ ἥδομαί γε τουτὶ προσμαθών.
凭宙斯发誓,学到这个我真的很痛快!
§21οἷόν γέ που ʼστιν αἱ σοφαὶ ξυνουσίαι.
聪明的交往果然是不同凡响啊。
§22πόλλʼ ἂν μάθοις τοιαῦτα παρʼ ἐμοῦ.
欧里庇得斯:从我这里你还能学到很多这样的事情。
§22bπῶς ἂν οὖν §23πρὸς τοῖς ἀγαθοῖς τούτοισιν ἐξεύροιμʼ ὅπως §24ἔτι προσμάθοιμι χωλὸς εἶναι τὼ σκέλει;
米内西洛科斯:那么,在这些好处之外,我该怎么做才能顺便学会如何让一双脚都变成瘸子呢?
§25βάδιζε δευρὶ καὶ πρόσεχε τὸν νοῦν.
欧里庇得斯:走到这边来,集中注意力。
§25bἰδού.
米内西洛科斯:瞧,我听着呢。
§26ὁρᾷς τὸ θύριον τοῦτο;
欧里庇得斯:你看见这扇小门了吗?
§26bνὴ τὸν Ἡρακλέα §27οἶμαί γε.
米内西洛科斯:凭赫拉克勒斯发誓,我想我是看见了。
§27bσίγα νυν.
欧里庇得斯:现在安静。
§27cσιωπῶ τὸ θύριον;
米内西洛科斯:对这扇小门保持沉默吗?
§28ἄκουʼ.
欧里庇得斯:听着。
§28bἀκούω καὶ σιωπῶ τὸ θύριον;
米内西洛科斯:我在听着,而且还要对这扇小门保持沉默吗?
§29ἐνταῦθʼ Ἀγάθων ὁ κλεινὸς οἰκῶν τυγχάνει §30ὁ τραγῳδοποιός.
欧里庇得斯:这里住着著名的阿伽颂,那位悲剧诗人。
§30bποῖος οὗτος Ἁγάθων;
米内西洛科斯:哪一个阿伽颂?
§31ἔστιν τις Ἀγάθων— §31bμῶν ὁ μέλας ὁ καρτερός;
欧里庇得斯:有一个阿伽颂—— 米内西洛科斯:难道是那个皮肤黑黑、身材强壮的家伙?
§32οὔκ, ἀλλʼ ἕτερός τις·
欧里庇得斯:不,是另一个人。
οὐχ ἑόρακας πώποτε;
你从未见过他吗?
§33μῶν ὁ δασυπώγων;
米内西洛科斯:难道是胡须浓密的那位?
§33bοὐχ ἑόρακας πώποτε;
欧里庇得斯:你从未见过他吗?
§34μὰ τὸν Δίʼ οὔτοι γʼ ὥστε καί μέ γʼ εἰδέναι.
米内西洛科斯:凭宙斯发誓,至少在我的记忆中没有。
§35καὶ μὴν βεβίνηκας σύ γʼ, ἀλλʼ οὐκ οἶσθʼ ἴσως.
欧里庇得斯:然而你确实和他睡过,只是你可能自己不知道罢了。
§36ἀλλʼ ἐκποδὼν πτήξωμεν, ὡς ἐξέρχεται §37θεράπων τις αὐτοῦ πῦρ ἔχων καὶ μυρρίνας·
不过我们还是躲到一边去吧,因为他的一个仆人正拿着火和香桃木走出来。
§38προθυσόμενος ἔοικε τῆς ποιήσεως.
米内西洛科斯:看来他是要为诗作进行前祭。
§39εὔφημος πᾶς ἔστω λαός, §40στόμα συγκλῄσας· ἐπιδημεῖ γὰρ §41θίασος Μουσῶν ἔνδον μελάθρων §42τῶν δεσποσύνων μελοποιῶν.
仆人:众百姓皆当肃静,闭上嘴巴;因为缪斯的合唱队正停留在我们主人写歌的殿堂之内。
§43ἐχέτω δὲ πνοὰς νήνεμος αἰθήρ, §44κῦμα δὲ πόντου μὴ κελαδείτω §45γλαυκόν·
无风的以太应当屏息,蔚蓝的海浪不可喧嚣。
§45bβομβάξ.
米内西洛科斯:胡说八道!
§45cσίγα.
欧里庇得斯:安静。
§45dτι λέγει;
米内西洛科斯:他在说什么呢?
§46πτηνῶν τε γένη κατακοιμάσθω, §47θηρῶν τʼ ἀγρίων πόδες ὑλοδρόμων §48μὴ λυέσθων.
仆人:飞鸟之辈皆当入睡,林中奔跑的野兽之足亦不可动弹。
§48bβομβαλοβομβάξ.
米内西洛科斯:大放厥词!
§49μέλλει γὰρ ὁ καλλιεπὴς Ἀγάθων §50πρόμος ἡμέτερος— §50bμῶν βινεῖσθαι;
仆人:因为词藻华美的阿伽颂,我们的领袖,正准备—— 米内西洛科斯:难道是被干?
§51τίς ὁ φωνήσας;
仆人:是谁在说话?
§51bνήνεμος αἰθήρ.
米内西洛科斯:无风的以太。
§52δρυόχους τιθέναι δράματος ἀρχάς.
仆人:安放戏剧开端之船台骨架。
§53κάμπτει δὲ νέας ἁψῖδας ἐπῶν, §54τὰ δὲ τορνεύει, τὰ δὲ κολλομελεῖ, §55καὶ γνωμοτυπεῖ κἀντονομάζει §56καὶ κηροχυτεῖ καὶ γογγύλλει §57καὶ χοανεύει.
他正在弯曲诗句的新弧度,有的在车床上车削,有的用胶水粘合旋律,铸造格言,使用代称,浇注蜂蜡,使其圆润,并在熔炉中熔铸。
§57bκαὶ λαικάζει.
米内西洛科斯:还有卖屁股。
§58τίς ἀγροιώτας πελάθει θριγκοῖς;
仆人:何方粗鄙村夫竟敢逼近我等檐墙?
§59ὃς ἕτοιμος σοῦ τοῦ τε ποιητοῦ §60τοῦ καλλιεποῦς κατὰ τοῦ θριγκοῦ §61συγγογγύλας καὶ συστρέψας §62τουτὶ τὸ πέος χοανεῦσαι.
米内西洛科斯:有一个准备好了的人,为了你和那位词藻华美的诗人,就在这檐墙之下,把我这命根子揉圆捏紧,熔铸进你们的熔炉里!
§63ἦ που νέος γʼ ὢν ἦσθʼ ὑβριστὴς ὦ γέρον.
仆人:老家伙,你年轻的时候想必是个无法无天的狂徒吧。
§64ὦ δαιμόνιε τοῦτον μὲν ἔα χαίρειν, σὺ δὲ
欧里庇得斯:老兄啊,放过这家伙吧。
§65Ἀγάθωνά μοι δεῦρʼ ἐκκάλεσον πάσῃ τέχνῃ.
而你,务必千方百计帮我把阿伽颂叫到这里来。
§66μηδὲν ἱκέτευʼ· αὐτὸς γὰρ ἔξεισιν τάχα.
仆人:无须哀求,因为他自己马上就会出来。
§67καὶ γὰρ μελοποιεῖν ἄρχεται· χειμῶνος οὖν §68ὄντος κατακάμπτειν τὰς στροφὰς οὐ ῥᾴδιον, §69ἢν μὴ προίῃ θύρασι πρὸς τὸν ἥλιον.
因为他正要开始创作抒情诗;如今天寒地冻,要弯曲并雕琢那些诗节可不容易,除非他走到门外,迎着太阳。
§70τί οὖν ἐγὼ δρῶ;
米内西洛科斯:那我该做什么?
§70bπερίμενʼ, ὡς ἐξερχεται.
欧里庇得斯:等着,他这就出来了。
§71ὦ Ζεῦ τί δρᾶσαι διανοεῖ με τήμερον;
米内西洛科斯:噢宙斯啊,你今天打算对我做什么?
§72νὴ τοὺς θεοὺς ἐγὼ πυθέσθαι βούλομαι §73τί τὸ πρᾶγμα τουτί.
凭众神发誓,我想知道这究竟是怎么一回事。
τί στένεις;
你叹什么气?
τί δυσφορεῖς;
着什么急?
§74οὐ χρῆν σε κρύπτειν ὄντα κηδεστὴν ἐμόν.
你不该隐瞒,毕竟你是我的姻亲。
§75ἔστιν κακόν μοι μέγα τι προπεφυραμένον.
欧里庇得斯:有一个巨大的灾祸已经为我预先酿成了。
§76ποῖόν τι;
米内西洛科斯:什么样的事?
§76bτῇδε θἠμέρᾳ κριθήσεται §77εἴτʼ ἔστʼ ἔτι ζῶν εἴτʼ ἀπόλωλʼ Εὐριπίδης.
欧里庇得斯:就在今天,将会判决欧里庇得斯是继续活着,还是彻底毁灭。
§78καὶ πῶς;
米内西洛科斯:那怎么可能?
ἐπεὶ νῦν γʼ οὔτε τὰ δικαστήρια §79μέλλει δικάζειν οὔτε βουλῆς ἐσθʼ ἕδρα, §80ἐπεὶ τρίτη ʼστὶ Θεσμοφορίων ἡ μέση.
因为现在既没有法庭准备开庭审判,也没有议事会的席位,因为今天是特斯摩科里亚节的第三天,也就是中日。

词汇与语法注释

  1. §2ἀλοῶν — 动词 ἀλοάω(本意为“打谷”、“践踏”)现在分词。在此处作比喻性的口语表达,意为“(在城里)拉扯、带路乱逛”从而使人精疲力竭。
  2. §3οἷόν τε — 无人称句式 οἷόν τέ ἐστι(……是可能的)中动词 ἐστί 的省略。其后不定式短语(πυθέσθαι……)的逻辑主语为宾格的 μ'(即 με)。
  3. §17ἀντίμιμον ἡλίου τροχῷ — 形容词 ἀντίμιμος(模仿……的)在此处接与格 ἡλίου τροχῷ(太阳的轮盘),意为“模仿太阳的圆盘”。
  4. §23ἐξεύροιμʼ ὅπως — 受主句中表示潜在可能性的希求语气 ἐξεύροιμʼ(此处的 ἄν 承接自 22b)引导,在表示间接疑问或目的的 ὅπως 从句中,由于语气一致(sequence of moods),同样使用了希求语气动词 προσμάθοιμι。
  5. §27cσιωπῶ τὸ θύριον — 通常作不及物动词的 σιωπάω(保持沉默)在此处带宾格 τὸ θύριον 作直接宾语,用作及物动词,意为“对这扇小门保持沉默(不对它说话/不提它)”。紧接着的 §28b 也是同样的结构。

引用这一段

阿里斯托芬, 地母节妇女 §1-80. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg008.humanitext-grc2:1-80

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。