§507πρὸς τὴν θάλατταν ὀλίγον ὑποχωρήσατε.
往海的方向稍稍退后一些。
§508ἄγʼ ὦνδρες αὐτοὶ δὴ μόνοι λαβώμεθʼ οἱ γεωργοί.
来吧,伙计们,让我们农民自己来拉吧。
§509χωρεῖ γέ τοι τὸ πρᾶγμα πολλῷ μᾶλλον ὦνδρες ὑμῖν.
确实,事情进展得顺利多了,伙计们。
§510χωρεῖν τὸ πρᾶγμά φησιν· ἀλλὰ πᾶς ἀνὴρ προθυμοῦ.
他说事情正在进展;所以每个人都要鼓足劲。
§511οἵ τοι γεωργοὶ τοὔργον ἐξέλκουσι κἄλλος οὐδείς.
真正把活干完的是农民,没有别人。
§512ἄγε νυν ἄγε πᾶς.
来吧,现在,来吧,大家。
§513καὶ μὴν ὁμοῦ ʼστιν ἤδη.
确实,她已经就在眼前了。
§516ἤδη ʼστὶ τοῦτʼ ἐκεῖνο.
这已经到了,就是那个。
§517ὦ εἶα νῦν, ὦ εἶα πᾶς.
噢,现在嗨哟,噢,大家嗨哟。
§518ὦ εἶα εἶα εἶα εἶα εἶα εἶα.
噢,嗨哟,嗨哟,嗨哟,嗨哟,嗨哟,嗨哟。
§519ὦ εἶα εἶα εἶα εἶα εἶα πᾶς.
噢,嗨哟,嗨哟,嗨哟,嗨哟,大家嗨哟。
§520ὦ πότνια βοτρυόδωρε τί προσείπω σʼ ἔπος;
噢,赠送葡萄的尊贵女神,我该用什么词来称呼您?
οὐ γὰρ εἶχον οἴκοθεν.
因为我家里没有带来。
§523ὦ χαῖρʼ Ὀπώρα, καὶ σὺ δʼ ὦ Θεωρία.
噢,欢迎你,奥波拉,还有你,特奥里亚。
§524οἷον δʼ ἔχεις τὸ πρόσωπον ὦ Θεωρία, §525οἷον δὲ πνεῖς, ὡς ἡδὺ κατὰ τῆς καρδίας, §526γλυκύτατον ὥσπερ ἀστρατείας καὶ μύρου.
特奥里亚啊,你有一张多么美的脸,你散发出多么好闻的气息,多么甜美地沁入心脾,极其甜美,就像免除兵役和香膏的气味。
§527μῶν οὖν ὅμοιον καὶ γυλιοῦ στρατιωτικοῦ;
难道这和士兵的背囊一样吗?
§528ἀπέπτυσʼ ἐχθροῦ φωτὸς ἔχθιστον πλέκος.
我唾弃那个可恨之人的最可恨的编筐!
§529τοῦ μὲν γὰρ ὄζει κρομμυοξυρεγμίας, §530ταύτης δʼ ὀπώρας, ὑποδοχῆς, Διονυσίων, §531αὐλῶν, τραγῳδῶν, Σοφοκλέους μελῶν, κιχλῶν, §532ἐπυλλίων Εὐριπίδου— §532bκλαύσἄρα σὺ §533ταύτης καταψευδόμενος· οὐ γὰρ ἥδεται §534αὕτη ποιητῇ ῥηματίων δικανικῶν.
因为那东西闻起来有一股洋葱酸酸的饱嗝味,而她闻起来却有水果、款待、酒神节、笛子、悲剧、索福克勒斯的旋律、画眉鸟、欧里庇得斯的小诗句的味道—— 你会因此挨揍哭泣的,因为你对她撒谎;因为她并不喜欢那个写诉讼词句的诗人。
§535κιττοῦ, τρυγοίπου, προβατίων βληχωμένων, §536† κόλπου † γυναικῶν διατρεχουσῶν εἰς ἀγρόν, §537δούλης μεθυούσης, ἀνατετραμμένου χοῶς, §538ἄλλων τε πολλῶν κἀγαθῶν— §539ἴθι νυν ἄθρει §539bοἷον πρὸς ἀλλήλας λαλοῦσιν αἱ πόλεις §540διαλλαγεῖσαι καὶ γελῶσιν ἄσμεναι, §541καὶ ταῦτα δαιμονίως ὑπωπιασμέναι §542ἁπαξάπασαι καὶ κυάθους προσκείμεναι.
常春藤、滤酒布、咩咩叫的小羊、奔向田野的妇女们的胸脯(† κόλπου †)、醉酒的女奴、被打翻的酒罐,还有许多其他美好的事物—— 瞧啊,现在看那些和解了的城邦是如何互相交谈,并且高兴地欢笑,尽管她们全都带着可怕的乌青眼,每个人都敷着拔罐器。
那么,再看看这些观众的脸吧,这样你就能看出他们的行当。
§544bαἰβοῖ τάλας,
噢,微贱的人啊。
§548ὁ δὲ δρεπανουργὸς οὐχ ὁρᾷς ὡς ἥδεται,
那个做镰刀的是多么高兴,难道你没看见吗?
§549καὶ τὸν δορυξὸν οἷον ἐσκιμάλισεν;
他是怎样朝那个做枪的竖起中指侮辱他的?
§550ἴθι νυν ἄνειπε τοὺς γεωργοὺς ἀπιέναι.
来吧,现在向农民宣告让他们回去。
§551ἀκούετε λεῴ·
听着,人民!
τοὺς γεωργοὺς ἀπιέναι §552τὰ γεωργικὰ σκεύη λαβόντας εἰς ἀγρὸν §553ὡς τάχιστʼ ἄνευ δορατίου καὶ ξίφους κἀκοντίου· §554ὡς ἅπαντʼ ἤδη ʼστὶ μεστὰ τἀνθάδʼ εἰρήνης σαπρᾶς.
让农民们回去拿着他们的农具回到田里尽快回去,不要带长枪、短剑和标枪;因为这里的一切已经充满了陈年的和平。
§555ἀλλὰ πᾶς χώρει πρὸς ἔργον εἰς ἀγρὸν παιωνίσας.
每个人唱着赞歌,去田野里干活吧。
§556ὦ ποθεινὴ τοῖς δικαίοις καὶ γεωργοῖς ἡμέρα, §557ἄσμενός σʼ ἰδὼν προσειπεῖν βούλομαι τὰς ἀμπέλους, §558τάς τε συκᾶς, ἃς ἐγὼ ʼφύτευον ὢν νεώτερος, §559ἀσπάσασθαι θυμὸς ἡμῖν ἐστι πολλοστῷ χρόνῳ.
噢,正义之士和农民所渴望的日子啊,很高兴见到你,我想向葡萄藤致敬,还有那些我年轻时种植的无花果树,时隔多年,我很想去拥抱它们。
§560νῦν μὲν οὖν ὦνδρες προσευξώμεσθα πρῶτον τῇ θεῷ, §561ἥπερ ἡμῶν τοὺς λόφους ἀφεῖλε καὶ τὰς Γοργόνας· §562εἶθʼ ὅπως Λιταργιοῦμεν οἴκαδʼ ἐς τὰ χωρία, §563ἐμπολήσαντές τι χρηστὸν εἰς ἀγρὸν ταρίχιον.
现在,伙计们,让我们首先向这位女神祈祷,她除去了我们的羽冠和戈尔工盾牌;然后我们要高高兴兴地回乡下的田里去,给乡下买些上好的咸鱼。
§564ὦ Πόσειδον ὡς καλὸν τὸ στῖφος αὐτῶν φαίνεται §565καὶ πυκνὸν καὶ γοργὸν ὥσπερ μᾶζα καὶ πανδαισία.
噢,波塞冬,他们的队伍看起来多么精神,紧密而威武,就像大麦饼和盛宴一样。
凭宙斯起誓,是的,那个大锤确实装备得闪闪发亮,那些扬谷叉在阳光下熠熠生辉。
§568ἦ καλῶς αὐτῶν ἀπαλλάξειεν ἂν μετόρχιον.
他们的地里的果园垄沟一定能收拾得很好。
§569ὥστʼ ἔγωγʼ ἤδη ʼπιθυμῶ καὐτὸς ἐλθεῖν εἰς ἀγρὸν §570καὶ τριαινοῦν τῇ δικέλλῃ διὰ χρόνου τὸ γῄδιον.
所以我自己也已经渴望去田里,许久未用,用两齿锄来翻一翻我的小土地。
§571ἀλλʼ ἀναμνησθέντες ὦνδρες §572τῆς διαίτης τῆς παλαιᾶς, §573ἣν παρεῖχʼ αὕτη ποθʼ ἡμῖν, §574τῶν τε παλασίων ἐκείνων §575τῶν τε σύκων τῶν τε μύρτων, §576τῆς τρυγός τε τῆς γλυκείας §577τῆς ἰωνιᾶς τε τῆς πρὸς §578τῷ φρέατι τῶν τʼ ἐλαῶν §579ὧν ποθοῦμεν, §580ἀντὶ τούτων τήνδε νυνὶ §581τὴν θεὸν προσείπατε.
但是,伙计们,回忆起以前的那种生活吧,曾经这位女神带给我们的,还有那些干无花果饼,无花果,香桃木实,甜美的新酒,井旁的紫罗兰花床,还有橄榄树,那些我们渴望的东西,为了回报这些,现在向这位女神致敬吧。
§582χαῖρε χαῖρʼ, ὡς ἀσμένοισιν ἦλθες, ὦ φιλτάτη.
欢迎,欢迎,你是多么令人高兴地来到,噢,最亲爱的。
§585σῷ γὰρ ἐδάμην πόθῳ, δαιμόνια βουλόμενος εἰς ἀγρὸν ἀνερπύσαι
因为我曾被对你的渴望所折磨,极想爬回田野里。
因为你曾是我们最大的利益,噢,被渴望的人,对我们所有度过农夫生活的人来说。
§590μόνη γὰρ ἡμᾶς ὠφέλεις.
因为只有你帮助了我们。
§591πολλὰ γὰρ ἐπάσχομεν πρίν ποτʼ ἐπὶ σοῦ γλυκέα κἀδάπανα καὶ φίλα.
因为在以前,在你的统治下,我们享受过许多甜美、无私和亲爱的事物。
§595τοῖς ἀγροίκοισιν γὰρ ἦσθα χῖδρα καὶ σωτηρία.
因为对乡下人来说,你就是烤麦粒和救星。
§596ὥστε σὲ τά τʼ ἀμπέλια καὶ τὰ νέα συκίδια
所以,小葡萄藤和年轻的无花果树会……