Humanitext Reader

阿里斯托芬 · 和平 §597-671

赫尔墨斯讲述和平丧失的缘由

第 8 段,共 16 段 · 希腊语

内容简介

赫尔墨斯解释了由于伯里克利的政治策略以及克里昂等煽动政客的贪婪导致和平失落的历史,并转达了女神对雅典民众曾多次否决和平条约提案的怨恨。

§597τἄλλα θʼ ὁπόσʼ ἔστι φυτὰ §600προσγελάσεται λαβόντʼ ἄσμενα.
所有其他植物也都会欣然迎接你,向你展露笑颜。
§601ἀλλὰ ποῦ ποτʼ ἦν ἀφʼ ἡμῶν τὸν πολὺν τοῦτον χρόνον
但是,这么长的时间里,她究竟离开我们去哪里了?
§602ἥδε; τοῦθʼ ἡμᾶς δίδαξον ὦ θεῶν εὐνούστατε.
神明中最友善的一位啊,请把这告诉我们。
§603ὦ σοφώτατοι γεωργοί, τἀμὰ δὴ ξυνίετε §604ῥήματʼ, εἰ βούλεσθʼ ἀκοῦσαι τήνδʼ ὅπως ἀπώλετο.
噢,最聪明的农民们,如果你们想听她是如何失落的,那就听好我的话。
§605πρῶτα μὲν γὰρ †αὐτῆς ἦρξεν† Φειδίας πράξας κακῶς· §606εἶτα Περικλέης φοβηθεὶς μὴ μετάσχοι τῆς τύχης, §607τὰς φύσεις ὑμῶν δεδοικὼς καὶ τὸν αὐτοδὰξ τρόπον, §608πρὶν παθεῖν τι δεινὸν αὐτός, ἐξέφλεξε τὴν πόλιν.
因为首先是菲迪亚斯遭遇不幸,成了她的祸端;接着伯里克利害怕自己也会落得同样的下场,他畏惧你们的本性和那种咬人不放的作风,在自己遭受可怕的事情之前,将这座城市拖入了战火。
§609ἐμβαλὼν σπινθῆρα μικρὸν Μεγαρικοῦ ψηφίσματος, §610ἐξεφύσησεν τοσοῦτον πόλεμον ὥστε τῷ καπνῷ §611πάντας Ἕλληνας δακρῦσαι, τούς τʼ ἐκεῖ τούς τʼ ἐνθάδε.
他投入了麦加拉法令这颗小小的火星,吹起了如此巨大的战火,以至于那浓烟让所有的希腊人,不论是那边的还是这边的,都流下了眼泪。
§612ὡς δʼ ἅπαξ †τὸ πρῶτον ἄκουσʼ† ἐψόφησεν ἄμπελος §613καὶ πίθος πληγεὶς ὑπʼ ὀργῆς ἀντελάκτισεν πίθῳ, §614οὐκέτʼ ἦν οὐδεὶς ὁ παύσων, ἥδε δʼ ἠφανίζετο.
一旦葡萄树第一次发出碎裂声,酒瓮在愤怒中遭到打击、互相碰撞反弹,就再也没有人能阻止这一切,而她便消失了。
§615ταῦτα τοίνυν μὰ τὸν Ἀπόλλω ʼγὼ ʼπεπύσμην οὐδενός, §616οὐδʼ ὅπως αὐτῇ προσήκοι Φειδίας ἠκηκόη.
凭阿波罗起誓,这些事情我可从没听任何人提起过,也从没听说菲迪亚斯和她有什么瓜葛。
§617οὐδʼ ἔγωγε πλήν γε νυνί.
我也一样,除了刚才。
ταῦτʼ ἄρʼ εὐπρόσωπος ἦν, §618οὖσα συγγενὴς ἐκείνου.
难怪她长得这么好看,原来她是他的亲戚。
πολλά γʼ ἡμᾶς λανθάνει.
真的,有好多事我们都不知道。
§619κᾆτʼ ἐπειδὴ ʼγνωσαν ὑμᾶς αἱ πόλεις ὧν ἤρχετε §620ἠγριωμένους ἐπʼ ἀλλήλοισι καὶ σεσηρότας, §621πάντʼ ἐμηχανῶντʼ ἐφʼ ὑμῖν τοὺς φόρους φοβούμεναι, §622κἀνέπειθον τῶν Λακώνων τοὺς μεγίστους χρήμασιν.
接着,当你们统治的那些城邦发现你们彼此狂怒、咬牙切齿时,出于对贡金的恐惧,她们便设法对付你们,用金钱收买拉栖代梦人的显贵。
§623οἱ δʼ ἅτʼ ὄντες αἰσχροκερδεῖς καὶ διειρωνόξενοι §624τήνδʼ ἀπορρίψαντες αἰσχρῶς τὸν πόλεμον ἀνήρπασαν· §625κᾆτα τἀκείνων γε κέρδη τοῖς γεωργοῖς ἦν κακά·
而那些人,因为贪图暴利又虚伪排外,便无耻地将她抛弃,夺取了战争;于是,他们的利益对农民来说却成了灾难。
§626αἱ γὰρ ἐνθένδʼ αὖ τριήρεις ἀντιτιμωρούμεναι §627οὐδὲν αἰτίων ἂν ἀνδρῶν τὰς κράδας κατήσθιον.
因为从这里派出去报复的三列桨战船,又把那些无辜人们的无花果树枝砍伐殆尽。
§628ἐν δίκῃ μὲν οὖν, ἐπεί τοι τὴν κορώνεών γέ μου §629ἐξέκοψαν, ἣν ἐγὼ ʼφύτευσα κἀξεθρεψάμην.
这确实是罪有应得,因为他们砍掉了我的乌鸦无花果树,那可是我亲手种植并培育起来的。
§630νὴ Δίʼ ὦ μέλʼ ἐνδίκως γε δῆτʼ, ἐπεὶ κἀμοῦ λίθον §631ἐμβαλόντες ἑξμέδιμνον κυψέλην ἀπώλεσαν.
凭宙斯起誓,我的朋友,那真是罪有应得,因为在我这儿,他们扔进一块六麦狄姆诺斯重的石头,砸毁了我的蜂箱。
§632κᾆτα δʼ ὡς ἐκ τῶν ἀγρῶν ξυνῆλθεν οὑργάτης λεώς, §633τὸν τρόπον πωλούμενος τὸν αὐτὸν οὐκ ἐμάνθανεν, §634ἀλλʼ ἅτʼ ὢν ἄνευ γιγάρτων καὶ φιλῶν τὰς ἰσχάδας §635ἔβλεπεν πρὸς τοὺς λέγοντας· οἱ δὲ γιγνώσκοντες εὖ §636τοὺς πένητας ἀσθενοῦντας κἀποροῦντας ἀλφίτων, §637τήνδε μὲν δικροῖς ἐώθουν τὴν θεὸν κεκράγμασιν, §638πολλάκις φανεῖσαν αὐτὴν τῆσδε τῆς χώρας πόθῳ, §639τῶν δὲ συμμάχων ἔσειον τοὺς παχεῖς καὶ πλουσίους, §640αἰτίας ἂν προστιθέντες, ὡς φρονεῖ τὰ Βρασίδου.
接着,当劳动的大众从田间聚集到城里时,他们没有意识到自己正以同样的方式被出卖,而是因为没有葡萄干、喜爱干无花果,只能眼巴巴地望着那些演说家;而演说家们深知穷人们虚弱不堪、缺少麦粉,便用嘈杂的叫喊声把这位 goddess 推开,尽管她因为眷恋这片土地而屡屡显现,他们还勒索盟友中那些肥胖而富有的人,给他们扣上罪名,声称他们同情布拉西达斯。
§641εἶτʼ ἂν ὑμεῖς τοῦτον ὥσπερ κυνίδιʼ ἐσπαράττετε· §642ἡ πόλις γὰρ ὠχριῶσα κἀν φόβῳ καθημένη, §643ἅττα διαβάλοι τις αὐτῇ, ταῦτʼ ἂν ἥδιστʼ ἤσθιεν.
接着,你们就会像小狗一样把那个人撕得粉碎;因为这座城市脸色苍白、坐在恐惧之中,无论谁向她投喂什么谗言,她都会极为乐意地吞下去。
§644οἳ δὲ τὰς πληγὰς ὁρῶντες ἃς ἐτύπτονθʼ οἱ ξένοι §645χρυσίῳ τῶν ταῦτα ποιούντων ἐβύνουν τὸ στόμα, §646ὥστʼ ἐκείνους μὲν ποιῆσαι πλουσίους, ἡ δʼ Ἑλλὰς ἂν §647ἐξερημωθεῖσʼ ἂν ὑμᾶς ἔλαθε.
而那些外国同盟者,看到自己正在遭受的打击,便用金钱塞住那些干这事的人的嘴,结果使那些人发了大财,而希腊却在你们毫无察觉的情况下走向荒废。
ταῦτα δʼ ἦν ὁ δρῶν §648βυρσοπώλης.
而做这一切的罪魁祸首,就是一个皮革商。
§648bπαῦε παῦʼ ὦ δέσποθʼ Ἑρμῆ, μὴ λέγε, §649ἀλλʼ ἔα τὸν ἄνδρʼ ἐκεῖνον οὗπερ ἔστʼ εἶναι κάτω· §650οὐ γὰρ ἡμέτερος ἔτʼ ἔστʼ ἐκεῖνος ἁνὴρ ἀλλὰ σός.
住口,住口,赫尔墨斯大人,请别再说了,让那个人留在属于他的阴间吧;因为那个人已经不再属于我们,而是属于你了。
§651ἅττʼ ἂν οὖν λέγῃς ἐκεῖνον, §652κεἰ πανοῦργος ἦν, ὅτʼ ἔζη, §653καὶ λάλος καὶ συκοφάντης §654καὶ κύκηθρον καὶ τάρακτρον, §655ταῦθʼ ἁπαξάπαντα νυνὶ §656τοὺς σεαυτοῦ λοιδορεῖς.
因此,无论你怎么说他,哪怕他生前是个无赖,多嘴者、告密者,搅屎棍和捣乱分子,你现在说的所有这一切,都只是在辱骂你自己的部属。
§657ἀλλʼ ὅ τι σιωπᾷς ὦ πότνια κάτειπέ μοι.
但是,尊贵的女主啊,请告诉我,你为什么保持沉默?
§658ἀλλʼ οὐκ ἂν εἴποι πρός γε τοὺς θεωμένους· §659ὀργὴν γὰρ αὐτοῖς ὧν ἔπαθε πολλὴν ἔχει.
但是她可不愿对观众说什么;因为她对他们让她遭受的那些苦难怀有极大的愤怒。
§660ἡ δʼ ἀλλὰ πρὸς σὲ μικρὸν εἰπάτω μόνον.
那么,至少让她单独对您说几句吧。
§661εἴφʼ ὅ τι νοεῖς αὐτοῖσι πρὸς ἔμʼ ὦ φιλτάτη.
最亲爱的人啊,告诉我你对他们有什么想法。
§662ἴθʼ ὦ γυναικῶν μισοπορπακιστάτη.
来吧,所有女人中最讨厌盾牌扣的一位。
§663εἶεν, ἀκούω.
行了,我听着呢。
ταῦτʼ ἐπικαλεῖς;
你是因为这些事责怪他们吗?
μανθάνω.
我明白了。
§664ἀκούσαθʼ ὑμεῖς ὧν ἕνεκα μομφὴν ἔχει.
你们也听听她抱怨的原因吧。
§665ἐλθοῦσά φησιν αὐτομάτη μετὰ τἀν Πύλῳ §666σπονδῶν φέρουσα τῇ πόλει κίστην πλέαν §667ἀποχειροτονηθῆναι τρὶς ἐν τἠκκλησίᾳ.
她说,在皮洛斯战役之后,她自己来到这里,为这座城市带来了一整箱和平条约,却在民众大会上被连续三次投票否决。
§668ἡμάρτομεν ταῦτʼ· ἀλλὰ συγγνώμην ἔχε· §669ὁ νοῦς γὰρ ἡμῶν ἦν τότʼ ἐν τοῖς σκύτεσιν.
这是我们的错;但请宽恕我们;因为我们那时的心思都在皮革里。
§670ἴθι νυν ἄκουσον οἷον ἄρτι μʼ ἤρετο, §671ὅστις κακόνους αὐτῇ μάλιστʼ ἦν ἐνθάδε,
那么,听听她刚才问了我的什么问题:在这里,谁对她最怀有恶意?

词汇与语法注释

  1. 605αὐτῆς ἦρξεν — 属格 `αὐτῆς`(指和平女神)受动词 `ἦρξεν`(开始、成为起源)支配,作其宾语。`πράξας κακῶς`(“遭遇不幸”)是主格分词,修饰菲迪亚斯,表示原因或伴随状况。
  2. 619ἔγνωσαν ὑμᾶς ... ἠγριωμένους — 认知动词 `ἔγνωσαν`(他们发现/知道)后接“宾格+分词”结构,以宾格的 `ὑμᾶς`(你们)作宾语,并以宾格分词 `ἠγριωμένους`(狂怒、彼此咬牙切齿)作其状态补语。
  3. 647ἂν ἐξερημωθεῖσʼ ἂν ὑμᾶς ἔλαθε — 动词 `λανθάνω`(此处为不定过去直陈式 `ἔλαθε`)与主格分词 `ἐξερημωθεῖσα`(被荒废)以及宾格代词 `ὑμᾶς`(你们)结合,表示“希腊在你们未察觉的情况下被荒废(了)”。助词 `ἄν` 被重复了两次(`ἂν ... ἂν`),用以表示过去的反事实假设(本会……)。

引用这一段

阿里斯托芬, 和平 §597-671. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg005.humanitext-grc2:597-671

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。