Humanitext Reader

阿里斯托芬 · 云 §698b-786

斯特雷普西阿得斯的赖账妙计与被逐出师门

第 10 段,共 19 段 · 希腊语

内容简介

被臭虫叮咬而痛苦不堪的斯特雷普西阿得斯在苏格拉底的启发下,接连想出了一些赖账和销毁诉状的奇葩方法。然而,他最终提出了极端的解决方案并因转头就忘,导致苏格拉底大失所望,宣布不再教他。

§698bκακοδαίμων ἐγώ, §699οἵαν δίκην τοῖς κόρεσι δώσω τήμερον.
斯特雷普西阿得斯:我真倒霉,今天我将向这些臭虫付出怎样的代价。
§700φρόντιζε δὴ καὶ διάθρει πάντα τρόπον τε σαυτὸν §701στρόβει πυκνώσας.
歌队:现在思考并用尽一切方法仔细察看,收拢并旋转你自己,紧紧地思索。
§702ταχὺς δʼ, ὅταν εἰς ἄπορον πέσῃς, §703ἐπʼ ἄλλο πήδα §705νόημα φρενός· ὕπνος δʼ ἀπέστω γλυκύθυμος ὀμμάτων.
并且,一旦你陷入困境,就快快跳到另一个想法上;让那甘美的睡眠远离你的双眼。
§707ἀτταταῖ ἀτταταῖ.
斯特雷普西阿得斯:哎呀呀,哎呀呀!
§708τί πάσχεις;
苏格拉底:你怎么了?
τί κάμνεις;
你在痛苦什么?
§709ἀπόλλυμαι δείλαιος·
斯特雷普西阿得斯:可怜的我快要死啦!
ἐκ τοῦ σκίμποδος §710δάκνουσί μʼ ἐξέρποντες οἱ Κορίνθιοι, §711καὶ τὰς πλευρὰς δαρδάπτουσιν §712καὶ τὴν ψυχὴν ἐκπίνουσιν §713καὶ τοὺς ὄρχεις ἐξέλκουσιν §714καὶ τὸν πρωκτὸν διορύττουσιν, §715καί μʼ ἀπολοῦσιν.
从这矮床里爬出来的“科林斯人”(臭虫)正在咬我,啃噬我的肋旁,榨干我的生命,扯出我的睾丸,挖通我的屁股,他们要弄死我啦。
§716μή νυν βαρέως ἄλγει λίαν.
苏格拉底:那就不要过度悲伤了。
§717καὶ πῶς;
斯特雷普西阿得斯:怎么能不悲伤?
ὅτε μου §718φροῦδα τὰ χρήματα, φρούδη χροιά, §719φρούδη ψυχή, φρούδη δʼ ἐμβάς· §720καὶ πρὸς τούτοις ἔτι τοῖσι κακοῖς §721φρουρᾶς ᾄδων §722ὀλίγου φροῦδος γεγένημαι.
当我的钱财空了,气色没了,生命没了,鞋子也没了;而且除了这些不幸之外,唱着守卫之歌,我差一点就彻底完蛋了。
§723οὗτος τί ποιεῖς;
苏格拉底:喂,你在干什么?
οὐχὶ φροντίζεις;
你不在思考吗?
§723bἐγώ;
斯特雷普西阿得斯:我吗?
§724νὴ τὸν Ποσειδῶ.
苏格拉底:凭波塞冬发誓,是的。
§724bκαὶ τί δῆτʼ ἐφρόντισας;
苏格拉底:那你究竟想了些什么?
§725ὑπὸ τῶν κόρεων εἴ μού τι περιλειφθήσεται.
斯特雷普西阿得斯:被这些臭虫咬过之后,我还能剩下点什么。
§726ἀπολεῖ κάκιστʼ.
苏格拉底:该死的家伙!
§726bἀλλʼ ὦγάθʼ ἀπόλωλʼ ἀρτίως.
斯特雷普西阿得斯:可是好先生,我刚才已经完蛋了。
§727οὐ μαλθακιστέʼ ἀλλὰ περικαλυπτέα.
苏格拉底:不可软弱,必须蒙头盖好。
§728ἐξευρετέος γὰρ νοῦς ἀποστερητικὸς §729κἀπαιόλημʼ.
因为必须找出赖账的妙计和诡计。
§729bοἴμοι τίς ἂν δῆτʼ ἐπιβάλοι §730ἐξ ἀρνακίδων γνώμην ἀποστερητρίδα;
斯特雷普西阿得斯:哎呀,究竟谁能从这羊皮袄里,塞给我一个赖账的主意?
§731φέρε νυν ἀθρήσω πρῶτον ὅ τι δρᾷ τουτονί.
苏格拉底:来,让我先看看这家伙在干什么。
§732οὗτος καθεύδεις;
喂,你睡着了吗?
§732bμὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ.
斯特雷普西阿得斯:凭阿波罗起誓,我才没有呢。
§733ἔχεις τι;
苏格拉底:你抓到了什么吗?
§733bμὰ Δίʼ οὐ δῆτʼ ἔγωγʼ.
斯特雷普西阿得斯:凭宙斯发誓,真的一点也没有。
§733cοὐδὲν πάνυ;
苏格拉底:真的什么都没有?
§734οὐδέν γε πλὴν ἢ τὸ πέος ἐν τῇ δεξιᾷ.
斯特雷普西阿得斯:确实没有,除了右手抓着的老二。
§735οὐκ ἐγκαλυψάμενος ταχέως τι φροντιεῖς;
苏格拉底:你不赶紧蒙上头想点什么吗?
§736περὶ τοῦ;
斯特雷普西阿得斯:想关于什么的?
σὺ γάρ μοι τοῦτο φράσον ὦ Σώκρατες.
苏格拉底,请你告诉我这个。
§737αὐτὸς ὅ τι βούλει πρῶτος ἐξευρὼν λέγε.
苏格拉底:你自己先找出你想要什么,然后说出来。
§738ἀκήκοας μυριάκις ἁγὼ βούλομαι, §739περὶ τῶν τόκων, ὅπως ἂν ἀποδῶ μηδενί.
斯特雷普西阿得斯:我想要的事情你都听过成千上万遍了,就是关于利息,如何能不付给任何人。
§740ἴθι νῦν καλύπτου καὶ σχάσας τὴν φροντίδα §741λεπτὴν κατὰ μικρὸν περιφρόνει τὰ πράγματα, §742ὀρθῶς διαιρῶν καὶ σκοπῶν.
苏格拉底:去吧,现在蒙上头,把你的心思剖开,细细地、一点一点地琢磨你的事情,正确地分析和审视。
§742bοἴμοι τάλας.
斯特雷普西阿得斯:唉,我好惨。
§743ἔχʼ ἀτρέμα· κἂν ἀπορῇς τι τῶν νοημάτων, §744ἀφεὶς ἄπελθε, κατὰ τὴν γνώμην πάλιν §745κίνησον αὖθις αὐτὸ καὶ ζυγώθρισον.
苏格拉底:别动;如果你在任何想法上遇到瓶颈,先把它放一旁,等会儿再在脑子里重新转动并琢磨。
§746ὦ Σωκρατίδιον φίλτατον.
斯特雷普西阿得斯:最最亲爱的苏格拉底小宝贝!
§746bτί ὦ γέρον;
苏格拉底:怎么了,老人家?
§747ἔχω τόκου γνώμην ἀποστερητικήν.
斯特雷普西阿得斯:我有一个赖掉利息的主意了。
§748ἐπίδειξον αὐτήν.
苏格拉底:展示给我看看。
§748bεἰπὲ δή νύν μοι — §748cτὸ τί;
斯特雷普西阿得斯:那请告诉我—— 苏格拉底:什么?
§749γυναῖκα φαρμακίδʼ εἰ πριάμενος Θετταλὴν §750καθέλοιμι νύκτωρ τὴν σελήνην, εἶτα δὴ §751αὐτὴν καθείρξαιμʼ ἐς λοφεῖον στρογγύλον, §752ὥσπερ κάτοπτρον, κᾆτα τηροίην ἔχων — §753τί δῆτα τοῦτʼ ἂν ὠφελήσειέν σʼ;
斯特雷普西阿得斯:如果我买下一个色萨利的魔女,在夜里把月亮拽下来,然后把它关进一个圆盒子里,就像一面镜子,然后好生看守着—— 苏格拉底:那这究竟能对你有什么好处?
§753bὅ τι;
斯特雷普西阿得斯:什么?
§754εἰ μηκέτʼ ἀνατέλλοι σελήνη μηδαμοῦ, §755οὐκ ἂν ἀποδοίην τοὺς τόκους.
如果月亮再也不在任何地方升起,我就不用付利息了。
§755bὁτιὴ τί δή;
苏格拉底:这是为什么?
§756ὁτιὴ κατὰ μῆνα τἀγύριον δανείζεται.
斯特雷普西阿得斯:因为钱是按月借贷的。
§757εὖ γʼ·
苏格拉底:干得好!
ἀλλʼ ἕτερον αὖ σοι προβαλῶ τι δεξιόν.
但我还要向你提出另一个巧妙的问题。
§758εἴ σοι γράφοιτο πεντετάλαντός τις δίκη, §760ὅπως ἂν αὐτὴν ἀφανίσειας εἰπέ μοι.
如果有人对你提起一桩五塔兰同的诉讼,告诉我你该如何让它消失。
§761ὅπως;
斯特雷普西阿得斯:怎么做?
ὅπως;
怎么做?
οὐκ οἶδʼ· ἀτὰρ ζητητέον.
我不知道;但必须寻找。
§762μή νυν περὶ σαυτὸν εἶλλε τὴν γνώμην ἀεί, §763ἀλλʼ ἀποχάλα τὴν φροντίδʼ ἐς τὸν ἀέρα §764λινόδετον ὥσπερ μηλολόνθην τοῦ ποδός.
苏格拉底:那就不要总是把心思缠绕在自己身上,而是把心思放飞到空气中去,就像一只脚上系着线放飞的金龟子。
§765ηὕρηκʼ ἀφάνισιν τῆς δίκης σοφωτάτην, §766ὥστʼ αὐτὸν ὁμολογεῖν σʼ ἐμοί.
斯特雷普西阿得斯:我找到了一个极其聪明的让诉讼消失的方法,连你也会向我认同的。
§766bποίαν τινά;
苏格拉底:是怎样的方法?
§767ἤδη παρὰ τοῖσι φαρμακοπώλαις τὴν λίθον §768ταύτην ἑόρακας τὴν καλήν, τὴν διαφανῆ, §769ἀφʼ ἧς τὸ πῦρ ἅπτουσι;
斯特雷普西阿得斯:你已经在药商那里见过那种石头了吧,那种美丽、透明的,他们用来引火的?
§769bτὴν ὕαλον λέγεις;
苏格拉底:你是说玻璃(透镜)吗?
§770ἔγωγε.
斯特雷普西阿得斯:正是。
φέρε τί δῆτʼ ἄν, εἰ ταύτην λαβών, §770aὁπότε γράφοιτο τὴν δίκην ὁ γραμματεύς, §771ἀπωτέρω στὰς ὧδε πρὸς τὸν ἥλιον §772τὰ γράμματʼ ἐκτήξαιμι τῆς ἐμῆς δίκης;
来,如果我拿着这个,当书记官登记诉状的时候,站得稍远一点,像这样迎着太阳,把我那桩诉讼的文字融化掉,那会怎样?
§773σοφῶς γε νὴ τὰς Χάριτας.
苏格拉底:凭美惠三女神起誓,这确实聪明!
§773bοἴμʼ ὡς ἥδομαι §774ὅτι πεντετάλαντος διαγέγραπταί μοι δίκη.
斯特雷普西阿得斯:啊,我太高兴了,因为一桩五塔兰同的诉讼被我抹消了。
§775ἄγε δὴ ταχέως τουτὶ ξυνάρπασον.
苏格拉底:来,快把这个也接住。
§775bτὸ τί;
斯特雷普西阿得斯:什么?
§776ὅπως ἀποστρέψαιʼ ἂν ἀντιδικῶν δίκην §777μέλλων ὀφλήσειν μὴ παρόντων μαρτύρων.
苏格拉底:在打官司时,由于没有证人在场,在即将败诉时,该如何扭转诉讼。
§778φαυλότατα καὶ ῥᾷστʼ.
斯特雷普西阿得斯:极容易也最简单。
§778bεἰπὲ δή.
苏格拉底:那你说说。
§778cκαὶ δὴ λέγω.
斯特雷普西阿得斯:那我可就说了。
§779εἰ πρόσθεν ἔτι μιᾶς ἐνεστώσης δίκης, §780πρὶν τὴν ἐμὴν καλεῖσθʼ, ἀπαγξαίμην τρέχων.
如果在我的案子被传唤之前,还有前一个案子正在进行时,我赶紧跑去上吊自杀。
§781οὐδὲν λέγεις.
苏格拉底:你在胡说八道。
§781bνὴ τοὺς θεοὺς ἔγωγʼ, ἐπεὶ §782οὐδεὶς κατʼ ἐμοῦ τεθνεῶτος εἰσάξει δίκην.
斯特雷普西阿得斯:凭众神起誓,绝对说得通,因为既然我已经死了,就没人能对我提起诉讼。
§783ὑθλεῖς·
苏格拉底:你是在胡说八道!
ἄπερρʼ, οὐκ ἂν διδάξαιμʼ ἄν σʼ ἔτι.
滚开,我再也不教你任何东西了。
§784ὁτιὴ τί;
斯特雷普西阿得斯:这是为什么?
ναὶ πρὸς τῶν θεῶν ὦ Σώκρατες.
求求你,凭众神起誓,苏格拉底!
§785ἀλλʼ εὐθὺς ἐπιλήθει σύ γʼ ἅττʼ ἂν καὶ μάθῃς·
苏格拉底:因为你哪怕学了点什么,也会立刻忘得精光。
§786ἐπεὶ τί νυνὶ πρῶτον ἐδιδάχθης;
既然如此,你刚才学的第一件事是什么?
λέγε.
说!

词汇与语法注释

  1. 722ὀλίγου — 源自形容词 ὀλίγος 的属格中性单数形式,作为 ὀλίγου δεῖν(几乎、差一点)的省略表达,副词性地修饰完成时动词 γεγένημαι,表示“我差一点就彻底完蛋了”。
  2. 749εἰ πριάμενος Θετταλὴν καθέλοιμι — 分词 πριάμενος 是与条件从句中的希求语气动词 καθέλοιμι 连用的主格分词,构成假设条件(“如果我买下了……并拉下……”)。它与 §755 结论句中的希求语气加 ἄν(οὐκ ἂν ἀποδοίην)相呼应,表示对未来的潜在假设。
  3. 770τί δῆτʼ ἄν, εἰ ... ἐκτήξαιμι — 针对由 εἰ 引导的条件从句中的希求语气动词 ἐκτήξαιμι,句首的 τί δῆτʼ ἄν 实际上省略了结论从句的动词(例如 γένοιτο “会发生什么”),构成了对潜在假设的提问:“如果我……融化了,究竟会发生什么呢?”

引用这一段

阿里斯托芬, 云 §698b-786. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg003.humanitext-grc2:698b-786

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。