Humanitext Reader

阿里斯托芬 · 骑士 §785-848

香肠贩子揭露克里昂的伪善与剥削

第 11 段,共 18 段 · 希腊语

内容简介

香肠贩子与克里昂在德墨斯面前展开辩论,争夺谁更爱戴德墨斯。香肠贩子揭露了克里昂的剥削和虚伪,而克里昂则试图通过提及自己过去的功绩和皮洛斯的盾牌来进行自辩。

§785κᾆτα καθίζου μαλακῶς, ἵνα μὴ τρίβῃς τὴν ἐν Σαλαμῖνι.
香肠贩子:然后请您温柔地坐下,免得擦伤您在萨拉米斯的那里。
§786ἄνθρωπε τίς εἶ;
德墨斯:老兄,你是谁?
μῶν ἔκγονος εἶ τῶν Ἁρμοδίου τις ἐκείνων;
难道你是那些著名的哈尔摩狄奥斯后裔中的一员吗?
§787τοῦτό γέ τοί σου τοὔργον ἀληθῶς γενναῖον καὶ φιλόδημον.
你的这个举动,确实真挚高尚且热爱平民。
§788ὡς ἀπὸ μικρῶν εὔνους αὐτῷ θωπευματίων γεγένησαι.
克里昂:你竟然用如此微不足道的谄媚,就赢得了他的好感!
§789καὶ σὺ γὰρ αὐτὸν πολὺ μικροτέροις τούτων δελεάσμασιν εἷλες.
香肠贩子:因为你也是用比这小得多的诱饵钓到了他。
§790καὶ μὴν εἴ πού τις ἀνὴρ ἐφάνη τῷ δήμῳ μᾶλλον ἀμύνων §791ἢ μᾶλλον ἐμοῦ σε φιλῶν, ἐθέλω περὶ τῆς κεφαλῆς περιδόσθαι.
克里昂:确实,如果任何地方出现任何一个比我更维护平民,或者比我更爱你的人,我愿意用我的头颅作赌注。
§792καὶ πῶς σὺ φιλεῖς, ὃς τοῦτον ὁρῶν οἰκοῦντʼ ἐν ταῖς φιδάκναισι
香肠贩子:你又怎么谈得上爱他?
§793καὶ γυπαρίοις καὶ πυργιδίοις ἔτος ὄγδοον οὐκ ἐλεαίρεις, §794ἀλλὰ καθείρξας αὐτὸν βλίττεις;
你看着他住在大木桶、小巢穴和防御塔里已经八年了,却毫不怜悯,反而把他关起来,榨取他的蜜汁?
Ἀρχεπτολέμου δὲ φέροντος §795τὴν εἰρήνην ἐξεσκέδασας, τὰς πρεσβείας τʼ ἀπελαύνεις §796ἐκ τῆς πόλεως ῥαθαπυγίζων, αἳ τὰς σπονδὰς προκαλοῦνται.
当阿尔克普托勒摩斯送来和平条约时,你却把它搅黄了,还用脚踢着屁股,把那些提议缔结盟约的使节赶出城去。
§797ἵνα γʼ Ἑλλήνων ἄρξῃ πάντων.
这只是为了让你统治所有的希腊人。
ἔστι γὰρ ἐν τοῖς λογίοισιν §798ὡς τοῦτον δεῖ ποτʼ ἐν Ἀρκαδίᾳ πεντώβολον ἡλιάσασθαι, §799ἢν ἀναμείνῃ·
因为神谕中写着,他总有一天会在阿卡迪亚当上审判官,每天拿到五个奥波尔,只要他能等下去。
πάντως δʼ αὐτὸν θρέψω γʼὼ καὶ θεραπεύσω, §800ἐξευρίσκων εὖ καὶ μιαρῶς ὁπόθεν τὸ τριώβολον ἕξει.
不管怎样,我都会供养他,照顾他,无论用光明的还是肮脏的手段,我都会找出让他能得到三个奥波尔的地方。
§801οὐχ ἵνα γʼ ἄρξῃ μὰ Δίʼ Ἀρκαδίας προνοούμενος, ἀλλʼ ἵνα μᾶλλον §802σὺ μὲν ἁρπάζῃς καὶ δωροδοκῇς παρὰ τῶν πόλεων, ὁ δὲ δῆμος §803ὑπὸ τοῦ πολέμου καὶ τῆς ὁμίχλης ἃ πανουργεῖς μὴ καθορᾷ σου, §804ἀλλʼ ὑπʼ ἀνάγκης ἅμα καὶ χρείας καὶ μισθοῦ πρός σε κεχήνῃ.
香肠贩子:凭宙斯发誓,这绝不是因为你关心他能否统治阿卡迪亚,而是为了让你自己能从各城邦抢夺和收受贿赂,而平民因为战争和战火迷雾的笼罩,看不清你的恶行,反而由于迫切的需要、穷困和津贴,向你张大嘴巴。
§805ἢν δέ ποτʼ εἰς ἀγρὸν οὗτος ἀπελθὼν εἰρηναῖος διατρίψῃ, §806καὶ χῖδρα φαγὼν ἀναθαρρήσῃ καὶ στεμφύλῳ ἐς λόγον ἔλθῃ, §807γνώσεται οἵων ἀγαθῶν αὐτὸν τῇ μισθοφορᾷ παρεκόπτου·
但如果他有一天能回到乡下,过上和平的生活,吃着烤青麦重新振作起来,与油渣亲密交谈,他就会明白,你用那些津贴从他那里夺走了何等美好的东西。
§808εἶθʼ ἥξει σοι δριμὺς ἄγροικος κατὰ σοῦ τὴν ψῆφον ἰχνεύων.
然后,他就会变成一个愤怒的乡下人,执着地追查选票来反对你。
§809ἃ σὺ γιγνώσκων τόνδʼ ἐξαπατᾷς καὶ ὀνειροπολεῖς περὶ σαυτοῦ.
你深知这一点,所以才欺骗他,并让他做着关于你自己的美梦。
§810οὔκουν δεινὸν ταυτί σε λέγειν δῆτʼ ἔστʼ ἐμὲ καὶ διαβάλλειν §811πρὸς Ἀθηναίους καὶ τὸν δῆμον, πεποιηκότα πλείονα χρηστὰ
克里昂:难道你这样说我,并在阿典娜人和平民面前诽谤我,不是一件可怕的事吗?
§812νὴ τὴν Δήμητρα Θεμιστοκλέους πολλῷ περὶ τὴν πόλιν ἤδη;
凭德墨忒尔发誓,我对这个城邦所做的贡献,早已远远超过了地米斯托克利。
§813ὦ πόλις Ἄργους κλύεθʼ οἷα λέγει.
香肠贩子:阿尔戈斯城啊,听听他说的是什么话!
σὺ Θεμιστοκλεῖ ἀντιφερίζεις;
你竟敢与地米斯托克利相比?
§814ὃς ἐποίησεν τὴν πόλιν ἡμῶν μεστὴν εὑρὼν ἐπιχειλῆ, §815καὶ πρὸς τούτοις ἀριστώσῃ τὸν Πειραιᾶ προσέμαξεν, §816ἀφελών τʼ οὐδὲν τῶν ἀρχαίων ἰχθῦς καινοὺς παρέθηκεν· §817σὺ δʼ Ἀθηναίους ἐζήτησας μικροπολίτας ἀποφῆναι §818διατειχίζων καὶ χρησμῳδῶν, ὁ Θεμιστοκλεῖ ἀντιφερίζων.
他发现我们的城邦只有边缘被填满时,就把它装得满满当当,此外,还在这个正在进餐的城邦旁,揉捏并附加上了比雷埃夫斯港,既没有夺走任何古老的东西,又为人们呈上了新鲜的鱼类;而你却企图让阿典娜人变成眼界狭小的市民,筑起隔墙并吟诵神谕,你这个竟敢与地米斯托克利相比的家伙!
§819κἀκεῖνος μὲν φεύγει τὴν γῆν σὺ δʼ Ἀχιλλείων ἀπομάττει.
而且他被流放国外,你却用上等阿基琉斯大麦面包擦手享福。
§820οὔκουν ταυτὶ δεινὸν ἀκούειν ὦ Δῆμʼ ἐστίν μʼ ὑπὸ τούτου, §821ὁτιή σε φιλῶ;
克里昂:德墨斯啊,因为我爱你,却要听这个家伙对我说出这种话,这难道不可怕吗?
§821bπαὖ ὦ οὗτος, καὶ μὴ σκέρβολλε πονηρά.
德墨斯:住口,你这人,不要口出恶言。
§822πολλοῦ δὲ πολύν με χρόνον καὶ νῦν ἐλελήθης ἐγκρυφιάζων.
而且在很长一段时间里,你瞒过了我,甚至直到现在还在暗中偷窃。
§823μιαρώτατος, ὦ Δημακίδιον, καὶ πλεῖστα πανοῦργα δεδρακώς, §824ὁπόταν χασμᾷ, καὶ τοὺς καυλοὺς §825τῶν εὐθυνῶν ἐκκαυλίζων §826καταβροχθίζει, κἀμφοῖν χειροῖν §827μυστιλᾶται τῶν δημοσίων.
香肠贩子:最肮脏的德墨斯小宝贝啊,他做了最奸诈的坏事,每当你张嘴发呆时,他就会把那些决算审计的茎干,连根拔起吞入腹中,并且用双手像用面包勺一样舀食着公款。
§828οὐ χαιρήσεις, ἀλλά σε κλέπτονθʼ §829αἱρήσω γʼὼ τρεῖς μυριάδας.
克里昂:你不会有好下场的,我会抓住你偷窃三万德拉克马的罪行。
§830τί θαλαττοκοπεῖς καὶ πλατυγίζεις,
香肠贩子:你为什么像拍打海水一样大声喧哗、虚张声势?
§831μιαρώτατος ὢν περὶ τὸν δῆμον §832τὸν Ἀθηναίων;
你这个对阿典娜平民最肮脏的家伙!
καί σʼ ἐπιδείξω §833νὴ τὴν Δήμητρʼ, ἢ μὴ ζῴην, §834δωροδοκήσαντʼ ἐκ Μυτιλήνης §835πλεῖν ἢ μνᾶς τετταράκοντα.
我会证明给你看,凭德墨忒尔发誓,否则我就不活了,你从米蒂利尼收受了超过四十米纳的贿赂。
§836ὦ πᾶσιν ἀνθρώποις φανεὶς μέγιστον ὠφέλημα,
歌队:向全人类展现出最大恩泽的人啊!
§837ζηλῶ σε τῆς εὐγλωττίας.
我真羡慕你的雄辩。
εἰ γὰρ ὧδʼ ἐποίσεις, §838μέγιστος Ἑλλήνων ἔσει, καὶ μόνος καθέξεις §839τἀν τῇ πόλει τῶν ξυμμάχων τʼ ἄρξεις ἔχων τρίαιναν, §840ᾗ πολλὰ χρήματʼ ἐργάσει σείων τε καὶ ταράττων.
如果你能这样继续攻下去,你将成为希腊最伟大的人,独自掌控城邦的一切,并手持三叉戟统治盟国,你将通过震动和搅乱,从中赚取大笔钱财。
§841καὶ μὴ μεθῇς τὸν ἄνδρʼ, ἐπειδή σοι λαβὴν δέδωκεν· §842κατεργάσει γὰρ ῥᾳδίως πλευρὰς ἔχων τοιαύτας.
千万别放过那家伙,既然他已经给你露出了破绽;拥有如此强壮的肋骨,你定能轻易制服他。
§843οὐκ ὦγαθοὶ ταῦτʼ ἐστί πω ταύτῃ μὰ τὸν Ποσειδῶ.
克里昂:凭波塞冬发誓,诸位,事情可绝非如此。
§844ἐμοὶ γάρ ἐστʼ εἰργασμένον τοιοῦτον ἔργον ὥστε §845ἁπαξάπαντας τοὺς ἐμοὺς ἐχθροὺς ἐπιστομίζειν, §846ἕως ἂν ᾖ τῶν ἀσπίδων τῶν ἐκ Πύλου τι λοιπόν.
因为我已经完成了一件伟业,足以让我的所有敌人立刻闭嘴,只要从皮洛斯带回的那些盾牌还有一面留下。
§847ἐπίσχες ἐν ταῖς ἀσπίσιν· λαβὴν γὰρ ἐνδέδωκας.
香肠贩子:就在那些盾牌上停住吧;因为你已经露出了把柄。
§848οὐ γάρ σʼ ἐχρῆν, εἴπερ φιλεῖς τὸν δῆμον, ἐκ προνοίας
如果你真的爱平民,你就不应该故意……

词汇与语法注释

  1. 785τὴν ἐν Σαλαμῖνι — 省略了女性名词 τὴν πυγήν(屁股、臀部)。此处幽默地暗指在萨拉米斯战役(公元前480年)中因划桨而擦伤屁股的桨手们,唤起德墨斯对海军光荣历史和肉体辛劳的记忆。
  2. 813ὦ πόλις Ἄργους — 戏仿了欧里庇得斯悲剧(如《忒勒福斯》)中的名句。香肠贩子用这种悲剧式的惊叹,向观众控诉克里昂竟敢傲慢地将自己与地米斯托克利相提并论。
  3. 815ἀριστώσῃ τὸν Πειραιᾶ προσέμαξεν — 一种饮食隐喻。描述了地米斯托克利在城邦(雅典)“正在进餐”(ἀ处理)时,将比雷埃夫斯港“揉捏并附加”(προσέμαξεν)在它身上。动词 προσμάττω(揉捏、黏上)将地缘政治扩张比作日常做面包。
  4. 822ἐγκρυφιάζων — 源自 ἐγκρυφίας(在灰烬下秘密烘烤的面包)的分词。此处用作比喻,意为像在灰烬中隐藏面包一样,背着德墨斯“暗中偷窃或侵吞”公款。
  5. 841λαβήν — 包含三重含义:摔跤中的“把手(抓握处)”、克里昂政治上的“弱点(破绽)”,以及克里昂在接下来的台词中所提到的盾牌的“把手(带子)”。

引用这一段

阿里斯托芬, 骑士 §785-848. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg002.humanitext-grc2:785-848

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。