Humanitext Reader

阿里斯托芬 · 骑士 §719-784

克里昂与香肠贩子在德墨斯面前争宠辩论

第 10 段,共 18 段 · 希腊语

内容简介

克里昂与香肠贩子移师普纽克斯山的公民大会以争取平民(德墨斯)的欢心,两人展开激烈辩论,各自标榜自己对德墨斯的深爱与忠诚。

§719καὶ νὴ Δίʼ ὑπό γε δεξιότητος τῆς ἐμῆς §720δύναμαι ποιεῖν τὸν δῆμον εὐρὺν καὶ στενόν.
克里昂:而且,凭宙斯发誓,凭借我的聪明才智,我能让平民(德墨斯)变宽也能让他变窄。
§721χὠ πρωκτὸς οὑμὸς τουτογὶ σοφίζεται.
香肠贩子:而我的屁股也懂得这个把戏。
§722οὐκ ὦγάθʼ ἐν βουλῇ με δόξεις καθυβρίσαι.
克里昂:老兄,别以为你在议事会里羞辱了我,这事就这么完了。
§723ἴωμεν ἐς τὸν δῆμον.
我们去平民那里。
§723bοὐδὲν κωλύει·
香肠贩子:没问题。
§724ἰδοὺ βάδιζε, μηδὲν ἡμᾶς ἰσχέτω.
瞧,走吧,什么也别拦着我们。
§725ὦ Δῆμε δεῦρʼ ἔξελθε.
克里昂:德墨斯啊,快出来!
§725bνὴ Δίʼ ὦ πάτερ §726ἔξελθε δῆτʼ.
香肠贩子:凭宙斯发誓,老爸爸,克里昂:快出来吧!
§726bὦ Δημίδιον ὦ φίλτατον §727ἔξελθʼ, ἵνʼ εἰδῇς οἷα περιυβρίζομαι.
香肠贩子:最亲爱的德墨斯小宝贝,快出来,好让你知道我是怎么被侮辱的。
§728τίνες οἱ βοῶντες;
德墨斯:是谁在大喊大叫?
οὐκ ἄπιτʼ ἀπὸ τῆς θύρας;
还不快从门前滚开?
§729τὴν εἰρεσιώνην μου κατεσπαράξατε.
你们把我的“艾雷西奥内”都给扯碎了!
§730τίς ὦ Παφλαγὼν ἀδικεῖ σε;
帕夫拉戈尼亚人啊,谁在欺负你?
§730bδιὰ σὲ τύπτομαι §731ὑπὸ τουτουὶ καὶ τῶν νεανίσκων.
克里昂:为了您,我正被这家伙和那些年轻人殴打。
§731bτιή;
德墨斯:为什么?
§732ὁτιὴ φιλῶ σʼ ὦ Δῆμʼ ἐραστής τʼ εἰμὶ σός.
克里昂:因为我爱你,德墨斯啊,我是你的情人。
§733σὺ δʼ εἶ τίς ἐτεόν;
德墨斯:那你到底是谁?
§733bἀντεραστὴς τουτουί,
香肠贩子:是这家伙的情敌。
§734ἐρῶν πάλαι σου βουλόμενός τέ σʼ εὖ ποιεῖν, §735ἄλλοι τε πολλοὶ καὶ καλοί τε κἀγαθοί.
我早就爱慕着您,希望能为您效劳,还有许多其他既高尚又优秀的公民也是如此。
§736ἀλλʼ οὐχ οἷοί τʼ ἐσμὲν διὰ τουτονί. σὺ γὰρ
但是由于这家伙,我们无法做到。
§737ὅμοιος εἶ τοῖς παισὶ τοῖς ἐρωμένοις· §738τοὺς μὲν καλούς τε κἀγαθοὺς οὐ προσδέχει, §739σαυτὸν δὲ λυχνοπώλαισι καὶ νευρορράφοις §740καὶ σκυτοτόμοις καὶ βυρσοπώλαισιν δίδως.
因为您就像那些被追求的男童一样;那些高尚优秀的男子您不接纳,却把自己委身给卖灯盏的、缝皮线的、做鞋底的以及皮革商。
§741εὖ γὰρ ποιῶ τὸν δῆμον.
克里昂:因为我对平民好啊!
§741bεἰπέ νυν τί δρῶν;
香肠贩子:那你倒说说,做了什么好事?
§742ὅ τι;
克里昂:做了什么?
†τῶν στρατηγῶν ὑποδραμὼν τῶν ἐκ Πύλου, † §743πλεύσας ἐκεῖσε, τοὺς Λάκωνας ἤγαγον.
我抢在皮洛斯的那些将军们之前,开船去了那里,把拉栖代梦人给抓了回来。
§744ἐγὼ δὲ περιπατῶν γʼ ἀπʼ ἐργαστηρίου §745ἕψοντος ἑτερου τὴν χύτραν ὑφειλόμην.
香肠贩子:而我呢,在作坊周围溜达,趁别人在煮汤时,把他的锅子给偷走了。
§746καὶ μὴν ποιήσας αὐτίκα μάλʼ ἐκκλησίαν §747ὦ Δῆμʼ ἵνʼ εἰδῇς ὁπότερος νῷν ἐστί σοι §748εὐνούστερος, διάκρινον, ἵνα τοῦτον φιλῇς.
克里昂:那么,德墨斯啊,立刻召开公民大会,好让您看清我们俩谁对您更忠诚,做出裁决吧,以便您去宠爱那个人。
§749ναὶ ναὶ διάκρινον δῆτα, πλὴν μὴ ʼν τῇ πυκνί.
香肠贩子:没错,没错,一定要裁决,只是千万别在普纽克斯山。
§750οὐκ ἂν καθιζοίμην ἐν ἄλλῳ χωρίῳ.
克里昂:我绝不在别的地方就座!
§751ἀλλʼ ἐς τὸ πρόσθε.
德墨斯:那就往前走。
χρὴ παρεῖνʼ ἐς τὴν πύκνα.
必须到普纽克斯去。
§752οἴμοι κακοδαίμων ὡς ἀπόλωλʼ. ὁ γὰρ γέρων
香肠贩子:唉,我真倒霉,我完蛋了!
§753οἴκοι μὲν ἀνδρῶν ἐστι δεξιώτατος, §754ὅταν δʼ ἐπὶ ταυτησὶ καθῆται τῆς πέτρας, §755κέχηνεν ὥσπερ ἐμποδίζων ἰσχάδας.
因为这老头在家里是世上最精明的人,可一旦坐在这块石头上,他就张大嘴巴,像是在给干无花果穿线一样发呆。
§756νῦν δή σε πάντα δεῖ κάλων ἐξιέναι σεαυτοῦ, §757καὶ λῆμα θούριον φορεῖν καὶ λόγους ἀφύκτους §758ὅτοισι τόνδʼ ὑπερβαλεῖ.
歌队:现在你必须使出浑身解数,展现出万丈雄心,带上让他无法逃脱的言辞,以此击败这家伙。
ποικίλος γὰρ ἁνὴρ §759κἀκ τῶν ἀμηχάνων πόρους εὐμήχανος πορίζειν.
因为他是个诡计多端的人,哪怕在走投无路之时,也总能巧妙地找到生路。
§760πρὸς ταῦθʼ ὅπως ἔξει πολὺς καὶ λαμπρὸς ἐς τὸν ἄνδρα.
为此,你必须气势汹汹、光芒万丈地向他进军。
§761ἀλλὰ φυλάττου καὶ πρὶν ἐκεῖνον προσκεῖσθαί σοι πρότερος σὺ §762τοὺς δελφῖνας μετεωρίζου καὶ τὴν ἄκατον παραβάλλου.
但要小心防备,在他贴身逼近之前,你先吊起“海豚”,并将轻捷的小船靠上前去。
§763τῇ μὲν δεσποίνῃ Ἀθηναίᾳ τῇ τῆς πόλεως μεδεούσῃ §764εὔχομαι, εἰ μὲν περὶ τὸν δῆμον τὸν Ἀθηναίων γεγένημαι §765βέλτιστος ἀνὴρ μετὰ Λυσικλέα καὶ Κύνναν καὶ Σαλαβακχώ, §766ὥσπερ νυνὶ μηδὲν δράσας δειπνεῖν ἐν πρυτανείῳ· §767εἰ δέ σε μισῶ καὶ μὴ περὶ σοῦ μάχομαι μόνος ἀντιβεβηκώς, §768ἀπολοίμην καὶ διαπρισθείην κατατμηθείην τε λέπαδνα.
克里昂:我向守护我们城池的女主人雅典娜祈祷:如果我对雅典娜平民来说,在吕西克勒斯、金娜和萨拉巴克霍之后是最好的人,就让我像现在这样,什么活儿也不用干,就能在市政厅里享用大餐;但如果我恨您,没有为了您而独自挺身战斗,就让我毁灭,被锯成两半,并被切成马鞍带那样的碎条。
§769κἄγωγʼ ὦ Δῆμʼ, εἰ μή σε φιλῶ καὶ μὴ στέργω, κατατμηθεὶς §770ἑψοίμην ἐν περικομματίοις·
香肠贩子:而我,德墨斯啊,如果我不爱你、不疼惜你,就让我被切碎,和肉馅一起下锅煮熟。
κεἰ μὴ τούτοισι πέποιθας, §771ἐπὶ ταυτησὶ κατακνησθείην ἐν μυττωτῷ μετὰ τυροῦ, §772καὶ τῇ κρεάγρᾳ τῶν ὀρχιπέδων ἑλκοίμην ἐς Κεραμεικόν.
如果您还不相信这些话,就让我在这上面被擦碎,和奶酪一起拌入大蒜酱里,再用捞肉的钩子勾住我的睾丸,把我一直拖到克拉美科斯去!
§773καὶ πῶς ἂν ἐμοῦ μᾶλλόν σε φιλῶν ὦ Δῆμε γένοιτο πολίτης;
克里昂:德墨斯啊,怎么可能有人比我更爱您这位公民呢?
§774ὃς πρῶτα μὲν ἡνίκʼ ἐβούλευον σοὶ χρήματα πλεῖστʼ ἀπέδειξα §775ἐν τῷ κοινῷ, τοὺς μὲν στρεβλῶν τοὺς δʼ ἄγχων τοὺς δὲ μεταιτῶν, §776οὐ φροντίζων τῶν ἰδιωτῶν οὐδενός, εἰ σοὶ χαριοίμην.
当初我当议员时,为了您,我给国库带来了最大笔的资金,为此不惜拷问一些人,勒死另一些人,还向其他人强索钱财,只要能取悦您,我根本不在乎任何平民百姓的死活。
§777τοῦτο μὲν ὦ Δῆμʼ οὐδὲν σεμνόν· κἀγὼ γὰρ τοῦτό σε δράσω.
香肠贩子:德墨斯啊,这根本没什么了不起的;因为这事我也能为您办到。
§778ἁρπάζων γὰρ τοὺς ἄρτους σοι τοὺς ἀλλοτρίους παραθήσω.
我要抢夺别人的面包,然后摆在您的面前。
§779ὡς δʼ οὐχὶ φιλεῖ σʼ οὐδʼ ἔστʼ εὔνους, τοῦτʼ αὐτό σε πρῶτα διδάξω, §780ἀλλʼ ἢ διὰ τοῦτʼ αὔθʼ ὁτιή σου τῆς ἀνθρακιᾶς ἀπολαύει.
至于他其实并不爱你,对你也不好,这件事我要先让你明白,他之所以待在你身边,无非是为了在你的炭火旁取暖占便宜。
§781σὲ γάρ, ὃς Μήδοισι διεξιφίσω περὶ τῆς χώρας Μαραθῶνι, §782καὶ νικήσας ἡμῖν μεγάλως ἐγγλωττοτυπεῖν παρέδωκας,
因为,您曾为了保卫领土在马拉松与波斯人拔剑决战,并且大获全胜,让我们拥有了滔滔雄辩的资本。
§783ἐπὶ ταῖσι πέτραις οὐ φροντίζει σκληρῶς σε καθήμενον οὕτως,
可是,看见您这样硬生生地坐在冰冷的石头上,他却毫不关心。
§784οὐχ ὥσπερ ἐγὼ ῥαψάμενός σοι τουτὶ φέρω.
不像我,亲手为您缝制了这件东西送来。
ἀλλʼ ἐπαναίρου,
来,请抬起尊臀,

词汇与语法注释

  1. 720ποιέω τὸν δῆμον εὐρὺν καὶ στενόν — 双宾格(双对格)结构,动词 ποιέω 以 τὸν δῆμον 为直接宾语,以形容词 εὐρὺν καὶ στενόν (“宽与窄”)为宾语补足语。比喻能够自由操纵平民(德墨斯)的心态,使之放松或紧缩。这也为下一句香肠贩子关于肛门的粗俗笑话(§721)埋下了伏笔。
  2. 745ἕψοντος ἑτερου — 属格独立(独立分词)结构(分词 ἕψοντος 和名词 ἑτέρου),表示与主句主语(香肠贩子自己)不同的主语在当时的情况或时间(“当另一个人在煮的时候”)。主句动词 ὑφειλόμην 是中间体,意为“偷偷拿走”,将克里昂在政治上的抢功比作庸俗的偷汤行为。
  3. 766δειπνεῖν ἐν πρυτανείῳ — 表示祈愿的不定式(infinitive of wish),作为以 'εἰ μὲν...' 开始的条件句的主句,表达“愿我能在市政厅进餐”。分词 δράσας 使用主格,是因为不定式的逻辑主语与说话者(克里昂)相同,因而受到了主格的吸引。
  4. 781σὲ γάρ, ὃς Μήδοισι διεξιφίσω — 关系代词 ὃς(“你……的”)的先行词是前置的宾格代词 σέ(“你”)。由于关系从句中的动词 διεξιφίσω 是第二人称单数,因此它与第二人称的先行词相一致。这个宾格的 σέ 被提前(prolepsis)置于句首,实际上是后续第783句中主句动词 οὐ φροντίζει(“不在意”)的宾语。

引用这一段

阿里斯托芬, 骑士 §719-784. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg002.humanitext-grc2:719-784

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。