§785κᾆτα καθίζου μαλακῶς, ἵνα μὴ τρίβῃς τὴν ἐν Σαλαμῖνι.
ソーセージ売:それから柔らかくお座りください、サラミスでのあの部分を擦りむかないように。
§786ἄνθρωπε τίς εἶ;
デモス:お前は誰だ?
μῶν ἔκγονος εἶ τῶν Ἁρμοδίου τις ἐκείνων;
まさか、あのハルモディオスの血を引く者か?
§787τοῦτό γέ τοί σου τοὔργον ἀληθῶς γενναῖον καὶ φιλόδημον.
あなたのこの行いは、真に気高く、民衆に寄り添ったものだ。
§788ὡς ἀπὸ μικρῶν εὔνους αὐτῷ θωπευματίων γεγένησαι.
クレオン:なんと小さな追従によって、お前は彼に取り入ったことか。
§789καὶ σὺ γὰρ αὐτὸν πολὺ μικροτέροις τούτων δελεάσμασιν εἷλες.
ソーセージ売:お前だって、これよりはるかに小さな餌で彼を釣ってきたではないか。
§790καὶ μὴν εἴ πού τις ἀνὴρ ἐφάνη τῷ δήμῳ μᾶλλον ἀμύνων §791ἢ μᾶλλον ἐμοῦ σε φιλῶν, ἐθέλω περὶ τῆς κεφαλῆς περιδόσθαι.
クレオン:もしも私以上に民衆を守り、あなたを愛する男がどこかに現れるなら、私は自分の首を賭けてもいい。
§792καὶ πῶς σὺ φιλεῖς, ὃς τοῦτον ὁρῶν οἰκοῦντʼ ἐν ταῖς φιδάκναισι
ソーセージ売:お前が愛しているなどとどうして言えよう。
§793καὶ γυπαρίοις καὶ πυργιδίοις ἔτος ὄγδοον οὐκ ἐλεαίρεις,
この人が大樽や小さな巣穴や小塔に暮らすのを、八年もの間見ながら、哀れみもしないのに。
§794ἀλλὰ καθείρξας αὐτὸν βλίττεις;
それどころか、閉じ込めておいて蜜を搾り取っているではないか。
Ἀρχεπτολέμου δὲ φέροντος §795τὴν εἰρήνην ἐξεσκέδασας, τὰς πρεσβείας τʼ ἀπελαύνεις §796ἐκ τῆς πόλεως ῥαθαπυγίζων, αἳ τὰς σπονδὰς προκαλοῦνται.
アルケプトレモスが和平を運んできたときには、お前はそれを追い散らし、和議を提案してきた使節たちを、お尻を蹴り上げて都市から追い出した。
§797ἵνα γʼ Ἑλλήνων ἄρξῃ πάντων.
それは全ギリシア人を支配するためだ。
ἔστι γὰρ ἐν τοῖς λογίοισιν §798ὡς τοῦτον δεῖ ποτʼ ἐν Ἀρκαδίᾳ πεντώβολον ἡλιάσασθαι, §799ἢν ἀναμείνῃ·
神託にはこうある、この人はいつかアルカディアで、一日五オボロスの陪審員手当を受け取るようになると、もし彼が待ちさえすればな。
πάντως δʼ αὐτὸν θρέψω γʼὼ καὶ θεραπεύσω,
しかしともかく、私(クレオン)が彼を養い、世話をしてやる。
§800ἐξευρίσκων εὖ καὶ μιαρῶς ὁπόθεν τὸ τριώβολον ἕξει.
正しい方法だろうが汚い方法だろうが、彼が三オボロスを得られる場所を見つけ出してな。
§801οὐχ ἵνα γʼ ἄρξῃ μὰ Δίʼ Ἀρκαδίας προνοούμενος, ἀλλʼ ἵνα μᾶλλον
ソーセージ売:ゼウスにかけて、お前がアルカディアの支配を気遣っているからではない。
§802σὺ μὲν ἁρπάζῃς καὶ δωροδοκῇς παρὰ τῶν πόλεων, ὁ δὲ δῆμος
むしろ、お前自身が諸都市から掠め取り、賄賂を受け取るためだ。
§803ὑπὸ τοῦ πολέμου καὶ τῆς ὁμίχλης ἃ πανουργεῖς μὴ καθορᾷ σου,
そして民衆は、戦争と戦火の霧のせいで、お前の悪事を見通せないようにするためだ。
§804ἀλλʼ ὑπʼ ἀνάγκης ἅμα καὶ χρείας καὶ μισθοῦ πρός σε κεχήνῃ.
むしろ、必要と困窮と手当のために、お前に向かって口をぽかんと開けているようにするためだ。
§805ἢν δέ ποτʼ εἰς ἀγρὸν οὗτος ἀπελθὼν εἰρηναῖος διατρίψῃ, §806καὶ χῖδρα φαγὼν ἀναθαρρήσῃ καὶ στεμφύλῳ ἐς λόγον ἔλθῃ, §807γνώσεται οἵων ἀγαθῶν αὐτὸν τῇ μισθοφορᾷ παρεκόπτου·
だが、もしこの人がいつか田舎に戻って平和に暮らし、青麦を食べて元気を取り戻し、オリーブの搾りかすと語り合うようになれば、自分が手当のために、どれほど素晴らしいものを奪い去られていたかを知るだろう。
§808εἶθʼ ἥξει σοι δριμὺς ἄγροικος κατὰ σοῦ τὴν ψῆφον ἰχνεύων.
そして、彼は怒れる田舎者となって戻ってきて、お前を断罪する投票を執拗に追い求めるだろう。
§809ἃ σὺ γιγνώσκων τόνδʼ ἐξαπατᾷς καὶ ὀνειροπολεῖς περὶ σαυτοῦ.
お前はそれを分かっているからこそ、この人を騙し、自分について夢を見させているのだ。
§810οὔκουν δεινὸν ταυτί σε λέγειν δῆτʼ ἔστʼ ἐμὲ καὶ διαβάλλειν §811πρὸς Ἀθηναίους καὶ τὸν δῆμον, πεποιηκότα πλείονα χρηστὰ §812νὴ τὴν Δήμητρα Θεμιστοκλέους πολλῷ περὶ τὴν πόλιν ἤδη;
クレオン:デメテルにかけて、この都市のためにすでにテミストクレスよりもはるかに多くの善いことを行ってきた私を、あなたがそのようにアテナイ人と民衆に対して語り、中傷するとは、実に恐るべきことではないか?
§813ὦ πόλις Ἄργους κλύεθʼ οἷα λέγει.
ソーセージ売:おお、アルゴスの都よ、こいつの言うことを聞け!
σὺ Θεμιστοκλεῖ ἀντιφερίζεις;
お前がテミストクレスに対抗するのか?
§814ὃς ἐποίησεν τὴν πόλιν ἡμῶν μεστὴν εὑρὼν ἐπιχειλῆ, §815καὶ πρὸς τούτοις ἀριστώσῃ τὸν Πειραιᾶ προσέμαξεν, §816ἀφελών τʼ οὐδὲν τῶν ἀρχαίων ἰχθῦς καινοὺς παρέθηκεν·
あの御方は、私たちの都市が縁までしか満たされていないのを見つけて満杯にし、さらに、朝食を食べる都市にペイライエウスをこねて付け加え、古くからのものを何一つ奪うことなく、新しい魚を食卓に並べてくれたのだ。
§817σὺ δʼ Ἀθηναίους ἐζήτησας μικροπολίτας ἀποφῆναι §818διατειχίζων καὶ χρησμῳδῶν, ὁ Θεμιστοκλεῖ ἀντιφερίζων.
だがお前は、アテナイ人たちを小さな市民にしようとし、内壁を築き、神託を唱えまくっている。 そんなお前がテミストクレスに対抗するのか!
§819κἀκεῖνος μὲν φεύγει τὴν γῆν σὺ δʼ Ἀχιλλείων ἀπομάττει.
あの御方は国を追放されたというのに、お前はアキレウス印の上等なパンで手を拭いて贅沢をしている。
クレオン:デモスよ、私があなたを愛しているがゆえに、この男からこのようなひどい言葉を言われるのは、耐えがたいことではありませんか?
§821bπαὖ ὦ οὗτος, καὶ μὴ σκέρβολλε πονηρά.
デモス:おい、やめろ、下劣な悪口を言うな。
§822πολλοῦ δὲ πολύν με χρόνον καὶ νῦν ἐλελήθης ἐγκρυφιάζων.
そして今になって分かったが、お前は長い間、私の目を盗んでこっそり掠め取っていたのだな。
§823μιαρώτατος, ὦ Δημακίδιον, καὶ πλεῖστα πανοῦργα δεδρακώς,
ソーセージ売:デモス坊やよ、こいつは最も不浄な男で、数々の悪事を働いてきたのです。
§824ὁπόταν χασμᾷ, καὶ τοὺς καυλοὺς §825τῶν εὐθυνῶν ἐκκαυλίζων §826καταβροχθίζει, κἀμφοῖν χειροῖν §827μυστιλᾶται τῶν δημοσίων.
あなたがあくびをしている間に、収支決算の茎を根こそぎえぐり取って貪り食い、両手で公金をパンですくい取って食っているのです!
§828οὐ χαιρήσεις, ἀλλά σε κλέπτονθʼ
クレオン:ただでは済まさんぞ!
§829αἱρήσω γʼὼ τρεῖς μυριάδας.
お前が盗みを働いている三万ドラクマを、私に告発して捕まえてやる!
§830τί θαλαττοκοπεῖς καὶ πλατυγίζεις,
ソーセージ売:なぜ大げさに騒ぎ立てて、大口を叩くのだ?
καί σʼ ἐπιδείξω §833νὴ τὴν Δήμητρʼ, ἢ μὴ ζῴην, §834δωροδοκήσαντʼ ἐκ Μυτιλήνης §835πλεῖν ἢ μνᾶς τετταράκοντα.
デメテルにかけて、さもなければ俺が死んでもいいが、お前がミュティレネから四十ミナ以上の賄賂を受け取ったことを証明して見せるぞ!
§836ὦ πᾶσιν ἀνθρώποις φανεὶς μέγιστον ὠφέλημα,
コーラス:おお、すべての人類にとって最大の恵みとして現れた御人よ!
§837ζηλῶ σε τῆς εὐγλωττίας.
お前のその雄弁さが羨ましい。
εἰ γὰρ ὧδʼ ἐποίσεις, §838μέγιστος Ἑλλήνων ἔσει, καὶ μόνος καθέξεις §839τἀν τῇ πόλει τῶν ξυμμάχων τʼ ἄρξεις ἔχων τρίαιναν,
もしこの調子で攻め立てれば、お前はギリシア人で最大の男となり、独りで支配し、都市の諸事を手中に収め、同盟国を支配して三叉の矛を手にするだろう。
§840ᾗ πολλὰ χρήματʼ ἐργάσει σείων τε καὶ ταράττων.
それを揺さぶり、かき乱すことによって、莫大な金を稼ぐことになるのだ。
§841καὶ μὴ μεθῇς τὸν ἄνδρʼ, ἐπειδή σοι λαβὴν δέδωκεν·
そして、あの男を決して逃すな、お前に隙を見せたのだから。
§842κατεργάσει γὰρ ῥᾳδίως πλευρὰς ἔχων τοιαύτας.
お前のような脇腹を持っていれば、容易にあいつを打ち負かすことができる。
§843οὐκ ὦγαθοὶ ταῦτʼ ἐστί πω ταύτῃ μὰ τὸν Ποσειδῶ.
クレオン:ポセイドンにかけて、お前たち、事態はまだそのようにはなっていないぞ。
§844ἐμοὶ γάρ ἐστʼ εἰργασμένον τοιοῦτον ἔργον ὥστε §845ἁπαξάπαντας τοὺς ἐμοὺς ἐχθροὺς ἐπιστομίζειν, §846ἕως ἂν ᾖ τῶν ἀσπίδων τῶν ἐκ Πύλου τι λοιπόν.
私には、私のすべての敵の口を完全に封じ込めるだけの、これほどの偉業があるのだ、ピュロスから持ち帰ったあの盾が、一枚でも残っている限りはな。
§847ἐπίσχες ἐν ταῖς ἀσπίσιν·
ソーセージ売:その盾のところで待て!
λαβὴν γὰρ ἐνδέδωκας.
お前は自分で隙を与えてしまったのだ。
§848οὐ γάρ σʼ ἐχρῆν, εἴπερ φιλεῖς τὸν δῆμον, ἐκ προνοίας
なぜなら、もしお前が本当に民衆を愛しているなら、意図的に...