§849ταύτας ἐᾶν αὐτοῖσι τοῖς πόρπαξιν ἀνατεθῆναι.
香肠贩子:……容许把那些盾牌连同把手一起奉纳。
§850ἀλλʼ ἐστὶ τοῦτʼ ὦ Δῆμε μηχάνημʼ, ἵνʼ ἢν σὺ βούλῃ §851τὸν ἄνδρα κολάσαι τουτονί, σοὶ τοῦτο μὴ κʼγένηται.
但德墨斯啊,这是一个阴谋,免得如果你想惩罚这个家伙,却无法如愿。
§852ὁρᾷς γὰρ αὐτῷ στῖφος οἷόν ἐστι βυρσοπωλῶν §853νεανιῶν· τούτους δὲ περιοικοῦσι μελιτοπῶλαι §854καὶ τυροπῶλαι· τοῦτο δʼ εἰς ἕν ἐστι συγκεκυφός, §855ὥστʼ εἰ σὺ βριμήσαιο καὶ βλέψειας ὀστρακίνδα, §856νύκτωρ καθαρπάσαντες ἂν τὰς ἀσπίδας θέοντες §857τὰς ἐσβολὰς τῶν ἀλφίτων ἂν καταλάβοιεν ἡμῶν.
因为你看见他身边有一群怎样的制革商青年;他们的周围住着卖蜂蜜的和卖奶酪的;他们已经勾结成一体,因此,如果你发怒并用陶片放逐般的眼神盯着他们,他们就会在夜里夺走那些盾牌,奔跑着占领我们的大麦入口。
§858οἴμοι τάλας·
德墨斯:哀哉,我真命苦!
ἔχουσι γὰρ πόρπακας;
他们居然还留着把手吗?
ὦ πόνηρε §859ὅσον με παρεκόπτου χρόνον τοιαῦτα κρουσιδημῶν.
你这恶棍,你竟然用这种欺骗平民的手段,蒙骗了我这么长时间!
§860ὦ δαιμόνιε μὴ τοῦ λέγοντος ἴσθι, μηδʼ οἰηθῇς §861ἐμοῦ ποθʼ εὑρήσειν φίλον βελτίονʼ· ὅστις εἷς ὢν §862ἔπαυσα τοὺς ξυνωμότας, καί μʼ οὐ λέληθεν οὐδὲν §863ἐν τῇ πόλει ξυνιστάμενον, ἀλλʼ εὐθέως κέκραγα.
克里昂:我的好先生,千万不要听信这家伙的话,也不要以为你还能找到比我更好的朋友;我单枪匹马平息了阴谋者,城里策划的任何勾当都瞒不过我,因为我立刻就会大声疾呼。
§864ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας.
香肠贩子:你所做的事,正和那些捕鳗鱼的人一模一样。
§865ὅταν μὲν ἡ λίμνη καταστῇ, λαμβάνουσιν οὐδέν· §866ἐὰν δʼ ἄνω τε καὶ κάτω τὸν βόρβορον κυκῶσιν, §867αἱροῦσι·
当湖水平静时,他们一无所获;但如果他们把泥沙上下搅浑,就能抓到鱼。
καὶ σὺ λαμβάνεις, ἢν τὴν πόλιν ταράττῃς.
你也是如此,只要把城邦搅得鸡犬不宁,你就能捞到好处。
§868ἓν δʼ εἰπέ μοι τοσουτονί· σκύτη τοσαῦτα πωλῶν §869ἔδωκας ἤδη τουτῳὶ κάττυμα παρὰ σεαυτοῦ §870ταῖς ἐμβάσιν φάσκων φιλεῖν;
但请告诉我这一件事:卖了这么多皮革,你口口声声说爱他,可曾从你自己的店里送过他一块鞋底,好给他的鞋子垫上?
§870bοὐ δῆτα μὰ τὸν Ἀπόλλω.
克里昂:凭阿波罗发誓,绝对没有!
§872ἔγνωκας οὖν δῆτʼ αὐτὸν οἷός ἐστιν;
香肠贩子:那么你现在看清他是什么样的人了吗?
ἀλλʼ ἐγώ σοι §873ζεῦγος πριάμενος ἐμβάδων τουτὶ φορεῖν δίδωμι.
而我,买下了这一双鞋送给你穿。
§874κρίνω σʼ ὅσων ἐγᾦδα περὶ τὸν δῆμον ἄνδρʼ ἄριστον §875εὐνούστατόν τε τῇ πόλει καὶ τοῖσι δακτύλοισιν.
德墨斯:在我所认识的人当中,我判定你是对平民最好的人,对城邦以及对我的脚趾最友善的人。
§875bοὐ δεινὸν οὖν δῆτʼ ἐμβάδας τοσουτονὶ δύνασθαι,
克里昂:一双鞋子竟然有这么大的力量,这难道不可怕吗?
§876ἐμοῦ δὲ μὴ μνείαν ἔχειν ὅσων πέπονθας;
你居然记不得你从我这里得到了多少恩惠?
ὅστις §877ἔπαυσα τοὺς βινουμένους, τὸν Γρύττον ἐξαλείψας.
我,可是抹去了格里托斯的名字,阻止了那些好男色之人的人啊!
香肠贩子:你这样去监视人家的屁股,并制止那些男色行为,这难道不可怕吗?
κοὐκ ἔσθʼ ὅπως ἐκείνους §880οὐχὶ φθονῶν ἔπαυσας, ἵνα μὴ ῥήτορες γένωνται.
你之所以阻止他们,绝对是出于嫉妒,免得他们将来成为演说家。
§881τονδὶ δʼ ὁρῶν ἄνευ χιτῶνος ὄντα τηλικοῦτον §882οὐπώποτʼ ἀμφιμασχάλου τὸν Δῆμον ἠξίωσας §883χειμῶνος ὄντος·
但是,你看到这位老人家这么大年纪还光着身子没有内衣,又是寒冬腊月,你却从未想过给德墨斯穿上一件双袖外衣!
ἀλλʼ ἐγώ σοι τουτονὶ δίδωμι.
而我,把这一件送给你。
§884τοιουτονὶ Θεμιστοκλῆς οὐπώποτʼ ἐπενόησεν.
德墨斯:连地米斯托克利也从未想到过这样的妙策!
§885καίτοι σοφὸν κἀκεῖνʼ ὁ Πειραιεύς· ἔμοιγε μέντοι §886οὐ μεῖζον εἶναι φαίνετʼ ἐξεύρημα τοῦ χιτῶνος.
虽说他建比雷埃夫斯港确实聪明,但在我看来,那并不比发明这件内衣更伟大。
§887οἴμοι τάλας οἵοις πιθηκισμοῖς με περιελαύνεις.
克里昂:哎呀,我真倒霉! 你竟用这种猴戏般的把戏来捉弄我!
§888οὔκ, ἀλλʼ ὅπερ πίνων ἀνὴρ πέπονθʼ ὅταν χεσείῃ, §889τοῖσιν τρόποις τοῖς σοῖσιν ὥσπερ βλαυτίοισι χρῶμαι.
香肠贩子:不,我只是像喝醉酒的人急着要上厕所时,顺手穿上别人的便鞋一样,把你的套路当鞋穿罢了。
§890ἀλλʼ οὐχ ὑπερβαλεῖ με θωπείαις·
克里昂:但在谄媚上你休想超过我!
ἐγὼ γὰρ αὐτὸν §891προσαμφιῶ τοδί· σὺ δʼ οἴμωζʼ ὦ πόνηρʼ.
因为我还要给他套上这一件;你就哭去吧,你这无赖!
§891bἰαιβοῖ.
香肠贩子:哎呀,真恶心!
§892οὐκ ἐς κόρακας ἀποφθερεῖ βύρσης κάκιστον ὄζων;
滚到乌鸦那里去吧,带着你那最难闻的皮革臭气滚蛋!
§893καὶ τοῦτό γʼ ἐπίτηδές σε περιήμπεσχʼ, ἵνα σʼ ἀποπνίξῃ·
他故意给你穿上这个,就是为了闷死你!
§894καὶ πρότερον ἐπεβούλευσέ σοι.
在此之前他也暗算过你。
τὸν καυλὸν οἶσθʼ ἐκεῖνον §895τοῦ σιλφίου τὸν ἄξιον γενόμενον;
你还记得那茎卖得很便宜的激光草吗?
§895bοἶδα μέντοι.
德墨斯:当然记得!
§896ἐπίτηδες οὗτος αὐτὸν ἔσπευδʼ ἄξιον γενέσθαι, §897ἵνʼ ἐσθίοιτʼ ὠνούμενοι, κἄπειτʼ ἐν ἡλιαίᾳ §898βδέοντες ἀλλήλους ἀποκτείνειαν οἱ δικασταί.
香肠贩子:他故意促使那东西变得便宜,好让人们买来吃,然后在这民事法庭里,审判官们能用放屁把彼此给熏死!
§899νὴ τὸν Ποσειδῶ καὶ πρὸς ἐμὲ τοῦτʼ εἶπʼ ἀνὴρ Κόπρειος.
德墨斯:凭波塞冬发誓! 一个来自科普里乌斯区的人也曾对我这么说过!
§900οὐ γὰρ τόθʼ ὑμεῖς βδεόμενοι δήπου ʼγένεσθε πυρροί;
香肠贩子:难道你们那时放屁,屁股没被熏得红通通吗?
§901καὶ νὴ Δίʼ ἦν γε τοῦτο Πυρράνδρου τὸ μηχάνημα.
德墨斯:凭宙斯发誓,这确实是皮兰德罗斯的奸计!
§902οἵοισί μʼ ὦ πανοῦργε βωμολοχεύμασιν ταράττεις.
克里昂:你这无赖,竟用这种粗俗的胡言乱语来恶心我!
§903ἡ γὰρ θεός μʼ ἐκέλευσε νικῆσαί σʼ ἀλαζονείαις.
香肠贩子:因为女神命令我在吹牛比赛中战胜你!
§904ἀλλʼ οὐχὶ νικήσεις.
克里昂:但你别想得逞!
ἐγὼ γάρ φημί σοι παρέξειν §905ὦ Δῆμε μηδὲν δρῶντι μισθοῦ τρύβλιον ῥοφῆσαι.
因为我声明,德墨斯啊,我要让你什么都不用干,就能靠津贴喝上一碗热汤!
香肠贩子:而我送你一个小药罐和药膏,用来涂抹你胫骨上的小伤口。
§908ἐγὼ δὲ τὰς πολιάς γέ σοὐκλέγων νέον ποιήσω.
克里昂:而我,帮你拔掉白发,让你重返青春!
§909ἰδοὺ δέχου κέρκον λαγῶ τὠφθαλμιδίω περιψῆν.
香肠贩子:瞧,拿着这个兔子尾巴,用来擦拭你那双可爱的小眼睛。
§910ἀπομυξάμενος ὦ Δῆμέ μου πρὸς τὴν κεφαλὴν ἀποψῶ.
克里昂:德墨斯啊,你擦完鼻涕,就往我头上抹吧!
§911ἐμοῦ μὲν οὖν.
香肠贩子:不,抹在我头上!
§911bἐμοῦ μὲν οὖν.
克里昂:不,抹在我头上!
§912ἐγώ σε ποιήσω τριηραρχεῖν §913ἀναλίσκοντα τῶν §914σαυτοῦ, παλαιὰν ναῦν ἔχοντʼ, §915εἰς ἣν ἀναλῶν οὐκ ἐφέξεις §916οὐδὲ ναυπηγούμενος· §917διαμηχανήσομαί θʼ ὅπως §918ἂν ἱστίον σαπρὸν λάβῃς.
我会让你担任三列桨战船的船长,花你自己的钱,给你一条破旧的船,让你在修缮和建造上永远无法停止花钱;我还要设法让你分到一块烂帆布!
§923δώσεις ἐμοὶ καλὴν δίκην
香肠贩子:你会受到我的严惩,