Humanitext Reader

阿里斯托芬 · 骑士 §635-718

香肠贩子智取议事会与克里昂的争吵

第 9 段,共 18 段 · 希腊语

内容简介

香肠贩子在请求恶灵庇护后冲入议事会,通过呈报鳀鱼大丰收的“喜讯”并许下比克里昂更丰厚的祭品诺言,成功争取到了议事会。愤怒的克里昂随即赶到,两人围绕如何愚弄和豢养平民展开了激烈的对骂。

§635Βερέσχεθοί τε καὶ Κόβαλοι καὶ Μόθων, §636ἀγορά τʼ ἐν ᾗ παῖς ὢν ἐπαιδεύθην ἐγώ, §637νῦν μοι φράσος καὶ γλῶτταν εὔπορον δότε §638φωνήν τʼ ἀναιδῆ.
贝雷塞克托伊神啊,科巴洛伊神啊,莫通神啊,还有我儿时在此接受熏陶的广场,现在请赐予我无畏的心、流利的舌头和不要脸的声音。
ταῦτα φροντίζοντί μοι §639ἐκ δεξιᾶς ἀπέπαρδε καταπύγων ἀνήρ.
正当我如此思忖时,在我的右边,一个下流的家伙放了个屁。
§640κἀγὼ προσέκυσα· κᾆτα τῷ πρωκτῷ θενὼν §641τὴν κιγκλίδʼ ἐξήραξα κἀναχανὼν μέγα §642ἀνέκραγον· ὦ βουλὴ λόγους ἀγαθοὺς φέρων §643εὐαγγελίσασθαι πρῶτον ὑμῖν βούλομαι·
我倒身便拜;随后用屁股一撞,砸烂了格子的栅栏,张开大嘴,厉声大喊:“议事会啊,我带来了好消息,想要首先向你们报喜。
§644ἐξ οὗ γὰρ ἡμῖν ὁ πόλεμος κατερράγη, §645οὐπώποτʼ ἀφύας εἶδον ἀξιωτέρας.
自从战争在我们之间爆发以来,我还从未见过如此便宜又肥美的鳀鱼!
§646τῶν δʼ εὐθέως τὰ πρόσωπα διεγαλήνισεν·
” 他们的面容立时雨过天晴。
§647εἶτʼ ἐστεφάνουν μʼ εὐαγγέλια· κἀγὼ φρασα §648αὐτοῖς ἀπόρρητον ποιησάμενος ταχύ, §649ἵνα τὰς ἀφύας ὠνοῖντο πολλὰς τοὐβολοῦ, §650τῶν δημιουργῶν ξυλλαβεῖν τὰ τρύβλια.
于是他们要为这喜讯给我戴上花冠;而我赶紧悄悄地对他们透露了一个秘密,为了让他们能用一个奥博勒买到许多鳀鱼,劝他们把陶工的碟子全都抢购一空。
§651οἱ δʼ ἀνεκρότησαν καὶ πρὸς ἔμʼ ἐκεχήνεσαν.
他们拍手喝彩,对我张口结舌。
§652ὁ δʼ ὑπονοήσας ὁ Παφλαγών, εἰδὼς ἄρα §653οἶς ἥδεθʼ ἡ βουλὴ μάλιστα ῥήμασιν, §654γνώμην ἔλεξεν· ἄνδρες, ἤδη μοι δοκεῖ §655ἐπὶ συμφοραῖς ἀγαθαῖσιν εἰσηγγελμέναις §656εὐαγγέλια θύειν ἑκατὸν βοῦς τῇ θεῷ.
而那帕夫拉戈尼亚人察觉到了这一点,他深知议事会最喜欢听什么话,便发表了他的提议:“诸位,既然已经呈报了如此美妙的喜讯,我建议我们应当向女神献祭一百头牛,作为报喜的祭礼。
§657ἐπένευσεν εἰς ἐκεῖνον ἡ βουλὴ πάλιν.
” 议事会又重新倒向了他那一边。
§658κἄγωγʼ ὅτε δὴ γʼνων τοῖς βολίτοις ἡττημένος, §659διακοσίαισι βουσὶν ὑπερηκόντισα, §660τῇ δʼ Ἀγροτέρᾳ κατὰ χιλιῶν παρῄνεσα §661εὐχὴν ποιήσασθαι χιμάρων εἰς αὔριον, §662αἱ τριχίδες εἰ γενοίαθʼ ἑκατὸν τοὐβολοῦ.
而我,眼见自己要在牛粪上输掉,便以两百头牛的许诺反超了他,并建议向野外女神许愿,只要明天鳀鱼的价格能达到一奥博勒买一百条,就在明天献上一千只山羊。
§663ἐκαραδόκησεν εἰς ἔμʼ ἡ βουλὴ πάλιν.
议事会又重新把脖子扭向了我。
§664ὁ δὲ ταῦτʼ ἀκούσας ἐκπλαγεὶς ἐφληνάφα.
他听到这些,惊慌失措,胡言乱语起来。
§665κᾆθʼ εἷλκον αὐτὸν οἱ πρυτάνεις χοἰ τοξόται.
于是执政官和弓箭手们便把他往外拖。
§666οἱ δʼ ἐθορύβουν περὶ τῶν ἀφύων ἑστηκότες·
议事会成员们也为了鳀鱼的事纷纷站起来,喧嚷个不停。
§667ὁ δʼ ἠντεβόλει γʼ αὐτοὺς ὀλίγον μεῖναι χρόνον, §668ἵνʼ ἅτθʼ ὁ κῆρυξ οὑκ Λακεδαίμονος λέγει §669πύθησθʼ, ἀφῖκται γὰρ περὶ σπονδῶν, λέγων.
他则哀求他们再等片刻,好让他们听听拉刻代蒙来的使者在说些什么,说道:“因为他是为了和平条约而来的。
§670οἱ δʼ ἐξ ἑνὸς στόματος ἅπαντες ἀνέκραγον· §671νυνὶ περὶ σπονδῶν;
” 可是他们异口同声地大喊道: “现在来谈条约?
ἐπειδή γʼ ὦ μέλε §672ᾔσθοντο τὰς ἀφύας παρʼ ἡμῖν ἀξίας.
是啊,亲爱的朋友,因为他们发现我们这儿的鳀鱼便宜了!
§673οὐ δεόμεθα σπονδῶν· ὁ πόλεμος ἑρπέτω.
我们不需要条约,让战争继续吧!
§674ἐκεκράγεσάν τε τοὺς πρυτάνεις ἀφιέναι· §675εἶθʼ ὑπερεπήδων τοὺς δρυφάκτους πανταχῇ.
” 他们对执政官们大喊散会;随后纷纷跳过格子栅栏,四处散去。
§676ἐγὼ δὲ τὰ κορίαννʼ ἐπριάμην ὑποδραμὼν §677ἅπαντα τά τε γήτεἰ ὅσʼ ἦν ἐν τἀγορᾷ· §678ἔπειτα ταῖς ἀφύαις ἐδίδουν ἡδύσματα §679ἀποροῦσιν αὐτοῖς προῖκα κἀχαριζόμην.
我则抄近路,抢先买下了所有的香菜,以及广场上所有的野蒜;然后,把这些作料分送给那些缺少佐料来配鳀鱼的人,全属免费,博得了他们的欢心。
§680οἱ δʼ ὑπερεπῄνουν ὑπερεπύππαζόν τέ με §681ἅπαντες οὕτως ὥστε τὴν βουλὴν ὅλην §682ὀβολοῦ κοριάννοις ἀναλαβὼν ἐλήλυθα.
他们对我大加赞赏,齐声欢呼,所有人都是如此,以至于我只花了一个奥博勒买香菜,便把整个议事会的心都赢了过来,胜利归来。
§683πάντα τοι πέπραγας οἷα χρὴ τὸν εὐτυχοῦντα· §684ηὗρε δʼ ὁ πανοῦργος ἕτερον πολὺ πανουργίαις §685μείζοσι κεκασμένον §686καὶ δόλοισι ποικίλοις §687ῥήμασίν θʼ αἱμύλοις.
歌队:你做了一个走运的人所该做的一切;但那个无赖却碰到了另一个在无赖手段上远比他更精湛的人,精通各种诡计和甜言蜜语。
§688ἀλλʼ ὅπως ἀγωνιεῖ φρόντιζε §689τἀπίλοιπʼ ἄριστα· §690συμμάχους δʼ ἡμᾶς ἔχων εὔνους §690aἐπίστασαι πάλαι.
不过,你得好好琢磨如何把接下来的战斗打得最漂亮;至于我们是你忠实的盟友,你早就心知肚明。
§691καὶ μὴν ὁ Παφλαγὼν οὑτοσὶ προσέρχεται, §692ὠθῶν κολόκυμα καὶ ταράττων καὶ κυκῶν, §693ὡς δὴ καταπιόμενός με.
香肠贩子:看啊,那个帕夫拉戈尼亚人正走过来,像推着巨浪一样气势汹汹,搅局添乱,仿佛要把我一口吞下去。
μορμὼ τοῦ θράσους.
真是厚颜无耻的胆量!
§694εἰ μή σʼ ἀπολέσαιμʼ, εἴ τι τῶν αὐτῶν ἐμοὶ §695ψευδῶν ἐνείη, διαπέσοιμι πανταχῇ.
克里昂:如果我不消灭你,如果我脑子里还留有一丝一毫往常的谎言,就让我粉身碎骨。
§696ἥσθην ἀπειλαῖς, ἐγέλασα ψολοκομπίαις, §697ἀπεπυδάρισα μόθωνα, περιεκόκκασα.
香肠贩子:我喜欢你的威胁,嘲笑你的虚张声势,我还要大跳莫通舞,像布谷鸟一样嘲弄你。
§698οὔτοι μὰ τὴν Δήμητρʼ, ἐὰν μή σʼ ἐκφάγω §699ἐκ τῆσδε τῆς γῆς, οὐδέποτε βιώσομαι.
克里昂:凭德墨忒尔发誓,如果我不把你从这片土地上吃个干净,我就誓不为人!
§700ἣν μὴ κʼφάγῃς;
香肠贩子:吃个干净?
ἐγὼ δέ γʼ, ἢν μή σʼ ἐκπίω §701κἀπεκροφήσας αὐτὸς ἐπιδιαρραγῶ.
那我呢,如果我不把你喝个精光,连汁带水吞下去,我自己撑爆了也甘心!
§702ἀπολῶ σε νὴ τὴν προεδρίαν τὴν ἐκ Πύλου.
克里昂:凭着我在皮洛斯得来的前排雅座发誓,我一定要宰了你!
§703ἰδοὺ προεδρίαν·
香肠贩子:瞧瞧他的前排雅座!
οἷον ὅψομαί σʼ ἐγὼ §704ἐκ τῆς προεδρίας ἔσχατον θεώμενον.
我倒要看看你如何被赶出前排雅座,坐在最末排看戏!
§705ἐν τῷ ξύλῳ δήσω σε νὴ τὸν οὐρανόν.
克里昂:凭天发誓,我要把你锁在木枷里!
§706ὡς ὀξύθυμος.
香肠贩子:火气真大!
φέρε τί σοι δῶ καταφαγεῖν;
来,我给你喂点什么吃好?
§707ἐπὶ τῷ φάγοις ἥδιστʼ ἄν;
你最想就着什么吃?
ἐπὶ βαλλαντίῳ;
就着钱袋子吃吗?
§708ἐξαρπάσομαί σου τοῖς ὄνυξι τἄντερα.
克里昂:我要用我的指甲把你的内脏掏出来!
§709ἀπονυχιῶ σου τἀν πρυτανείῳ σιτία.
香肠贩子:我要用我的指甲,把你那在市政厅蹭的免费伙食给刮掉!
§710ἕλξω σε πρὸς τὸν δῆμον, ἵνα δῷς μοι δίκην.
克里昂:我要把你拖到平民面前,让你受到惩罚!
§711κἀγὼ δέ σʼ ἕλξω καὶ διαβαλῶ πλείονα.
香肠贩子:我也要把你拖过去,在他们面前更多地诽谤你!
§712ἀλλʼ ὦ πόνηρε σοὶ μὲν οὐδὲν πείθεται· §713ἐγὼ δʼ ἐκείνου καταγελῶ γʼ ὅσον θέλω.
克里昂:但是,你这恶棍,谁也不会相信你;而我呢,想怎么嘲笑他就怎么嘲笑他。
§714ὡς σφόδρα σὺ τὸν δῆμον σεαυτοῦ νενόμικας.
香肠贩子:你居然把平民如此彻底地当成了你自己的私产。
§715ἐπίσταμαι γὰρ αὐτὸν οἷς ψωμίζεται.
克里昂:因为我知道用什么食物才能喂饱他。
§716κᾆθʼ ὥσπερ αἱ τίτθαι γε σιτίζεις κακῶς. §717μασώμενος γὰρ τῷ μὲν ὀλίγον ἐντίθης, §718αὐτὸς δʼ ἐκείνου τριπλάσιον κατέσπακας.
香肠贩子:然后,你就像那些保姆一样,糟糕地喂养他;因为你自己嚼碎了,却只分给他一点点,自己倒把那食物的三倍都吞进了肚子里。

词汇与语法注释

  1. 645ἀξιωτέρας — 形容词 ἄξιος 通常意为“有价值的、昂贵的”,但在此处鳀鱼便宜且丰收的语境下,它被用作反语或俗语,表示“物美价廉的、便宜的”。
  2. 650ξυλλαβεῖν — 依赖于动词 φράζω(意为“告知、建议”)的不定式,表示命令或建议的内容,即买断或没收陶工的碟子。
  3. 695διαπέσοιμι — 表示愿望的祈愿语气,用于表达自咒(“愿我粉身碎骨”)。与条件从句 εἴ τι ... ἐνείη(“如果还残留着……”)连用,构成带强烈自我诅咒色彩的潜在条件句。
  4. 714σεαυτοῦ νενόμικας — 完成时动词 νενόμικας(源自 νομίζω,“认为……是”)与第二人称单数属格代名词 σεαυτοῦ(“你自己的”)连用,作表示所有权的表语属格,意为“你已将平民彻底视为你自己的私产”。

引用这一段

阿里斯托芬, 骑士 §635-718. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg002.humanitext-grc2:635-718

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。