Humanitext Reader

阿里斯托芬 · 骑士 §1087-1180

争相献礼与德墨斯装聋作哑的自白

第 15 段,共 18 段 · 希腊语

内容简介

德墨斯被香肠贩子对神谕的有利解释说服,决定将自己托付给他,从而引发了两个竞争对手之间的一场奉献竞争。通过与歌队的抒情对话,德墨斯透露出他表面上的易受骗实际上是一种经过计算的策略,目的是在惩罚腐败政治家之前先将他们养肥。

§1087αἰετὸς ὡς γίγνει καὶ πάσης γῆς βασιλεύεις.
你将成为雄鹰,统治所有的土地。
§1088καὶ γὰρ ἐμοί· καὶ γῆς καὶ τῆς ἐρυθρᾶς γε θαλάσσης, §1089χὤτι γʼ ἐν Ἐκβατάνοις δικάσεις, λείχων ἐπίπαστα.
我的神谕也是:统治大地,还有红海,并且在埃克巴坦那审判,品尝美食。
§1090ἀλλʼ ἐγὼ εἶδον ὄναρ, καί μοὐδόκει ἡ θεὸς αὐτὴ §1091τοῦ δήμου καταχεῖν ἀρυταίνῃ πλουθυγίειαν.
但我做了一个梦,看到女神本人用勺子给民众浇下富足与健康。
§1092νὴ Δία καὶ γὰρ ἐγώ·
凭宙斯发誓,我也是!
καί μοὐδόκει ἡ θεὸς αὐτὴ §1093ἐκ πόλεως ἐλθεῖν καὶ γλαῦξ αὐτῇ ʼπικαθῆσθαι· §1094εἶτα κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ §1095ἀμβροσίαν κατὰ σοῦ, κατὰ τούτου δὲ σκοροδάλμην.
看到女神本人从卫城走下来,肩膀上落着一只猫头鹰;接着她用油瓶往你的头上浇下神酒,却往这家伙头上浇下大蒜盐水。
§1096ἰοὺ ἰού.
哇,哇!
§1097οὐκ ἦν ἄρʼ οὐδεὶς τοῦ Γλάνιδος σοφώτερος.
果然没有比格兰尼斯更聪明的人了。
§1098καὶ νῦν ἐμαυτὸν ἐπιτρέπω σοι τουτονὶ §1099γερονταγωγεῖν κἀναπαιδεύειν πάλιν.
现在我把我的身体托付给你,这里的这位,来引导我的晚年,重新教育我。
§1100μήπω γʼ, ἱκετεύω σʼ, ἀλλʼ ἀνάμεινον, ὡς ἐγὼ §1101κριθὰς ποριῶ σοι καὶ βίον καθʼ ἡμέραν.
克里昂:请别这样,求求您等一下,我会为您提供大麦和每天的口粮。
§1102οὐκ ἀνέχομαι κριθῶν ἀκούων· πολλάκις §1103ἐξηπατήθην ὑπό τε σοῦ καὶ Θουφάνους.
德墨斯:我不想再听大麦的事,我多次被你和图法内斯欺骗。
§1104ἀλλʼ ἄλφιτʼ ἤδη σοι ποριῶ ʼσκευασμένα.
克里昂:那我马上为您提供准备好的大麦面。
§1105ἐγὼ δὲ μαζίσκας γε διαμεμαγμένας §1106καὶ τοὔψον ὀπτόν· μηδὲν ἄλλʼ εἰ μὴ ʼσθιε.
香肠贩子:而我,提供揉捏得很好的大麦饼,和烤好的配菜;你除了吃什么也别做。
§1107ἀνύσατέ νυν ὅ τι περ ποιήσεθʼ· ὡς ἐγώ,
德墨斯:那你们要做什么就赶快做。
§1108ὁπότερος ἂν σφῷν νῦν με μᾶλλον εὖ ποιῇ, §1109τούτῳ παραδώσω τῆς πυκνὸς τὰς ἡνίας.
至于我,你们俩现在谁能让我更舒服,我就把普纽克斯的手缰交给他。
§1110τρέχοιμʼ ἂν εἴσω πρότερος.
克里昂:我先跑进去。
§1110bοὐ δῆτʼ ἀλλʼ ἐγώ.
香肠贩子:绝不,是我先。
§1111ὦ Δῆμε καλήν γʼ ἔχεις §1112ἀρχήν, ὅτε πάντες ἄνθρωποι §1113δεδίασί σʼ ὥσπερ §1114ἄνδρα τύραννον.
歌队:哦,德墨斯,你拥有多么美妙的权力,因为所有人都惧怕你,就像`惧怕独裁者一样。
§1115ἀλλʼ εὐπαράγωγος εἶ, §1116θωπευόμενός τε χαίρεις §1117κἀξαπατώμενος, §1118πρὸς τόν τε λέγοντʼ ἀεὶ §1119κέχηνας· ὁ νοῦς δέ σου §1120παρὼν ἀποδημεῖ.
但你很容易被牵着鼻子走,喜欢被奉承,被欺骗,总是对着正在说话的人张大嘴巴;你的心思虽然在场,却已经跑到外地去了。
§1121νοῦς οὐκ ἔνι ταῖς κόμαις §1122ὑμῶν, ὅτε μʼ οὐ φρονεῖν §1123νομίζετʼ·
德墨斯:没有心思的是你们的长头发里,当你们以为我没有脑子的时候。
ἐγὼ δʼ ἑκὼν §1124ταῦτʼ ἠλιθιάζω.
我是故意装作这么愚蠢的。
§1125αὐτός τε γὰρ ἥδομαι §1126βρύλλων τὸ καθʼ ἡμέραν, §1127κλέπτοντά τε βούλομαι §1128τρέφειν ἕνα προστάτην· §1129τοῦτον δʼ, ὅταν ᾖ πλέως, §1130ἄρας ἐπάταξα.
因为我自己乐意每天大吃大喝,并且我愿意豢养一个偷窃的领导者;当他吃饱的时候,我就会提起来将他砸碎。
§1131χοὔτω μὲν ἂν εὖ ποιοῖς, §1132εἴ σοι πυκνότης ἔνεστʼ §1133ἐν τῷ τρόπῳ, ὡς λέγεις,
歌队:这样你确实做得很好,如果在你的性格中正如你所说,有很多这样的精明。
§1134τούτῳ πάνυ πολλή, §1135εἰ τούσδʼ ἐπίτηδες ὥσπερ §1136δημοσίους τρέφεις §1137ἐν τῇ πυκνί, κᾆθʼ ὅταν §1138μή σοι τύχῃ ὄψον ὄν, §1139τούτων ὃς ἂν ᾖ παχύς, §1140θύσας ἐπιδειπνεῖς.
如果你是故意把这些人像公祭牲口一样豢养在普纽克斯,然后每当你没有配菜吃的时候,他们中谁长得最胖,就把他宰了当晚餐。
§1141σκέψασθε δέ μʼ, εἰ σοφῶς §1142αὐτοὺς περιέρχομαι §1143τοὺς οἰομένους φρονεῖν §1144κἄμʼ ἐξαπατύλλειν.
德墨斯:你们看我,如何聪明地戏弄他们,那些自以为聪明并且想欺骗我的人。
§1145τηρῶ γὰρ ἑκάστοτʼ αὐτοὺς §1146οὐδὲ δοκῶν ὁρᾶν §1147κλέπτοντας· ἔπειτʼ ἀναγκάζω §1148πάλιν ἐξεμεῖν §1149ἅττʼ ἂν κεκλόφωσί μου, §1150κημὸν καταμηλῶν.
我每次都盯着他们,装作看不见他们偷窃;然后我强迫他们吐出来他们从我这里偷走的所有东西,往喉咙里探入探针。
§1151ἄπαγʼ ἐς μακαρίαν ἐκποδών.
克里昂:快给我滚开!
§1151bσύ γʼ ὦ φθόρε.
香肠贩子:你才滚开,你这个丧门星!
§1152ὦ Δῆμʼ ἐγὼ μέντοι παρεσκευασμένος §1153τρίπαλαι κάθημαι βουλόμενός σʼ εὐεργετεῖν.
克里昂:哦,德墨斯,其实我准备好了很久,一直坐在这里想为您效劳。
§1154ἐγὼ δὲ δεκάπαλαί γε καὶ δωδεκάπαλαι §1155καὶ χιλιόπαλαι καὶ προπαλαιπαλαίπαλαι.
香肠贩子:我可是比他早十倍、十二倍、一千倍、很久很久以前就准备好了!
§1156ἐγὼ δὲ προσδοκῶν γε τρισμυριόπαλαι §1157βδελύττομαί σφω καὶ προπαλαιπαλαίπαλαι.
德墨斯:而我,等了你们三万倍长的时间,很久很久以前就讨厌你们两个了!
§1158οἶσθʼ οὖν ὃ δρᾶσον;
那么你们知道该怎么做吗?
§1158bεἰ δὲ μή, φράσεις γε σύ.
克里昂:不知道的话,您就告诉我们吧。
§1159ἄφες ἀπὸ βαλβίδων ἐμέ τε καὶ τουτονί, §1160ἵνα σʼ εὖ ποιῶμεν ἐξ ἴσου.
让我和这家伙从起跑线一起出发,好让我们公平地侍奉您。
§1160bδρᾶν ταῦτα χρή.
德墨斯:必须这样做。
§1161ἄπιτον.
走吧。
§1161bἰδού.
克里昂和香肠贩子:好了。
§1161cθέοιτʼ ἄν.
德墨斯:跑!
§1161dὑποθεῖν οὐκ ἐῶ.
香肠贩子:我不准你抢跑!
§1162ἀλλʼ ἢ μεγάλως εὐδαιμονήσω τήμερον §1163ὑπὸ τῶν ἐραστῶν νὴ Δίʼ ἢ ʼγὼ θρύψομαι.
德墨斯:凭宙斯发誓,今天我要么被我的情人极大地取悦,要么我就变得非常挑剔。
§1164ὁρᾷς; ἐγώ σοι πρότερος ἐκφέρω δίφρον.
克里昂:您瞧,我先给您搬来了凳子。
§1165ἀλλʼ οὐ τράπεζαν, ἀλλʼ ἐγὼ προτεραίτερος.
香肠贩子:但没有桌子,我比他更早把桌子搬来。
§1166ἰδοὺ φέρω σοι τήνδε μαζίσκην ἐγὼ §1167ἐκ τῶν ὀλῶν τῶν ἐκ Πύλου μεμαγμένην.
克里昂:您看,我给您拿来了这个大麦饼,是用从皮洛斯带来的大麦粉揉捏而成的。
§1168ἐγὼ δὲ μυστίλας μεμυστιλημένας §1169ὑπὸ τῆς θεοῦ τῇ χειρὶ τἠλεφαντίνῃ.
香肠贩子:而我,拿来了用面包做成的勺子,是女神用她那象牙般的手捏出来的。
§1170ὡς μέγαν ἄρʼ εἶχες ὦ πότνια τὸν δάκτυλον.
德墨斯:哦,我的主母,女神的手指原来这么粗大啊!
§1171ἐγὼ δʼ ἔτνος γε πίσινον εὔχρων καὶ καλόν· §1172ἐτόρυνε δʼ αὔθʼ ἡ Παλλὰς ἡ Πυλαιμάχος.
克里昂:我拿来了颜色红润、美妙的豌豆汤;是“守门战斗者”帕拉斯女神亲自搅拌的。
§1173ὦ Δῆμʼ ἐναργῶς ἡ θεός σʼ ἐπισκοπεῖ, §1174καὶ νῦν ὑπερέχει σου χύτραν ζωμοῦ πλέαν.
香肠贩子:哦,德墨斯,女神显然在守护着你,现在她正把一满锅肉汤举在你的头顶。
§1175οἴει γὰρ οἰκεῖσθʼ ἂν ἔτι τήνδε τὴν πόλιν, §1176εἰ μὴ φανερῶς ἡμῶν ὑπερεῖχε τὴν χύτραν;
德墨斯:如果女神没有公开把这锅汤举在我们的头顶,你以为这座城市还能存续下去吗?
§1177τουτὶ τέμαχός σοὔδωκεν ἡ Φοβεσιστράτη.
克里昂:这是一块“令军队恐惧者”给你的鱼肉。
§1178ἡ δʼ Ὀβριμοπάτρα γʼ ἑφθὸν ἐκ ζωμοῦ κρέας §1179καὶ χόλικος ἠνύστρου τε καὶ γαστρὸς τόμον.
香肠贩子:而“威严父亲之女”用肉汤煮了肉,还有牛杂、皱胃和肚子的一片。
§1180καλῶς γʼ ἐποίησε τοῦ πέπλου μεμνημένη.
德墨斯:她做得真好,还记得她自己的法衣。

词汇与语法注释

  1. 1099γερονταγωγεῖν — 动词 γερονταγωγεῖν(引导老人)是模仿 παιδαγωγέω(引导儿童)的滑稽拟造词。不定式 γερονταγωγεῖν 和 κἀναπαιδεύειν(重新教育)依赖于主句动词 ἐπιτρέπω(托付),表示目的或结果。
  2. 1121ὑμῶν — 第二人称复数属格 ὑμῶν 直接指代歌队(雅典骑士们),以回应他们前一节的唱词。与之相反,歌队在前一节中对德墨斯使用的是单数形式(εἶ, χαίρεις 等),展现了对称的对话结构。
  3. 1150καταμηλῶν — 现在分词 καταμηλῶν(探针插入)指的是将医疗探针(μήλη)插入喉咙以催吐。此处在分词结构中修饰动作,隐喻强迫腐败政治家吐出(ἐξεμεῖν)他们从德墨斯那里窃取的公共资金。
  4. 1158ὃ δρᾶσον — 在常用短语“οἶσθʼ οὖν ὃ δρᾶσον;”(你知道该怎么做吗?)中,在由关系代名词 ὅ 引导的关系从句里,使用的是过去命令式(δρᾶσον)而非直陈式。这是希腊喜剧中一种强调性的口语结构,用于敦促听者采取行动。

引用这一段

阿里斯托芬, 骑士 §1087-1180. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg002.humanitext-grc2:1087-1180

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。