§1016ἴαχεν ἐξ ἀδύτοιο διὰ τριπόδων ἐριτίμων.
声音从神圣的内殿穿过尊贵的三脚台传来。
§1017σῴζεσθαί σʼ ἐκέλευσʼ ἱερὸν κύνα καρχαρόδοντα, §1018ὃς πρὸ σέθεν λάσκων καὶ ὑπὲρ σοῦ δεινὰ κεκραγὼς §1019σοὶ μισθὸν ποριεῖ, κἂν μὴ δρᾷ ταῦτʼ ἀπολεῖται.
他命令你保护那只神圣的、长着尖牙的狗,它在你的面前狂吠,为你大声嚎叫,将会给你带来报酬;如果它不这样做,它就会灭亡。
§1020πολλοὶ γὰρ μίσει σφε κατακρώζουσι κολοιοί.
因为许多寒鸦出于仇恨,正对着它聒噪。
§1021ταυτὶ μὰ τὴν Δήμητρʼ ἐγὼ οὐκ οἶδʼ ὅ τι λέγει.
德墨斯:凭德墨忒尔发誓,我可不知道这是什么意思。
§1022τί γάρ ἐστʼ Ἐρεχθεῖ καὶ κολοιοῖς καὶ κυνί;
埃雷赫修斯、寒鸦和狗,到底有什么关系?
克里昂:我就是那只狗,因为我在你面前吠叫;而福波斯对你说,要保护我这只狗。
香肠贩子:神谕可不是这个意思,而是这只狗正从一旁蚕食你的神谕,就像啃咬门板一样。
§1027ἐμοὶ γάρ ἐστʼ ὀρθῶς περὶ τούτου τοῦ κυνός.
关于这只狗,我这里有正确的解说。
§1028λέγε νυν·
德墨斯:那你就读读看。
ἐγὼ δὲ πρῶτα λήψομαι λίθον, §1029ἵνα μή μʼ ὁ χρησμὸς τὸ πέος οὑτοσὶ δάκῃ.
不过,我得先捡块石头,免得这神谕——不,是这只狗,咬到我的这里。
§1030φράζευ Ἐρεχθεΐδη κύνα Κέρβερον ἀνδραποδιστήν, §1031ὃς κέρκῴ σαίνων σʼ ὁπόταν δειπνῇς ἐπιτηρῶν §1032ἐξέδεταί σου τοὔψον, ὅταν σύ ποι ἄλλοσε χάσκῃς· §1033ἐσφοιτῶν τʼ ἐς τοὐπτάνιον λήσει σε κυνηδὸν §1034νύκτωρ τὰς λοπάδας καὶ τὰς νήσους διαλείχων.
香肠贩子:“注意,埃雷赫修斯之子,防备那只抢夺人口的恶狗刻耳柏洛斯,它会在你吃饭时摇着尾巴向你讨好,伺机而动,一旦你转头看向别处,它就会吃光你的饭菜;它还会像狗一样潜入厨房,不让你发觉,在夜里把盘子和岛屿舔个精光。
§1035νὴ τὸν Ποσειδῶ πολύ γʼ ἄμεινον ὦ Γλάνι.
” 德墨斯:凭波塞冬发誓,格兰尼斯啊,这一首可要好得多!
§1036ὦ τᾶν ἄκουσον, εἶτα διάκρινον τόδε.
克里昂:我的朋友,请听这首,然后再作评判。
§1037ἔστι γυνή, τέξει δὲ λέονθʼ ἱεραῖς ἐν Ἀθήναις, §1038ὃς περὶ τοῦ δήμου πολλοῖς κώνωψι μαχεῖται §1039ὥστε περὶ σκύμνοισι βεβηκώς· τὸν σὺ φυλάξαι, §1040τεῖχος ποιήσας ξύλινον πύργους τε σιδηροῦς.
“有一个女人,她将在神圣的雅典生下一头狮子,它将为了民众而与许多蚊子搏斗,就像在护卫自己的幼崽;你要保护它,为它修筑木墙和铁塔。
§1041ταῦτʼ οἶσθʼ ὅ τι λέγει;
” 你知道这是什么意思吗?
§1041bμὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ.
香肠贩子:凭阿波罗发誓,我可不知道。
克里昂:神是在明确地告诉你,要保护我;因为对我而言,我就是你的那头狮子。
§1044καὶ πῶς μʼ ἐλελήθης Ἀντιλέων γεγενημένος;
德墨斯:那我怎么没注意到你已经变成了“狮子代用品”?
§1045ἓν οὐκ ἀναδιδάσκει σε τῶν λογίων ἑκών, §1046ὃ μόνον σιδηροῦν ἐστι τεῖχος καὶ ξύλον, §1047ἐν ᾧ σε σῴζειν τόνδʼ ἐκέλευσʼ ὁ Λοξίας.
香肠贩子:在这些神谕里,有一件事是他故意不教给你的,而那才是唯一的铁墙和木头,洛克西亚斯曾命令你把这家伙关进那里,借此保护你。
§1048πῶς δῆτα τοῦτʼ ἔφραζεν ὁ θεός;
德墨斯:神到底是什么意思?
§1050ταυτὶ τελεῖσθαι τὰ λόγιʼ ἤδη μοι δοκεῖ.
德墨斯:现在我觉得,这些神谕似乎要实现了。
§1051μὴ πείθου· φθονεραὶ γὰρ ἐπικρώζουσι κορῶναι.
克里昂:别听他的;嫉妒的乌鸦正在聒噪。
你应当记住并喜爱那只猎鹰,它为你把斯巴达人的乌鸦绑着带了回来。
§1054τοῦτό γέ τοι Παφλαγὼν παρεκινδύνευσε μεθυσθείς.
香肠贩子:确实,这个巴弗拉戈尼亚人在喝醉的时候冒了这个险。
§1055Κεκροπίδη κακόβουλε τί τοῦθʼ ἡγεῖ μέγα τοὔργον;
然而,不聪明的克科罗普斯之子啊,你为什么觉得这是一件伟大的功绩?
§1056καί κε γυνὴ φέροι ἄχθος, ἐπεί κεν ἀνὴρ ἀναθείη· §1057ἀλλʼ οὐκ ἂν μαχέσαιτο· χέσαιτο γάρ, εἰ μαχέσαιτο.
只要有男人把重物放上去,女人也能挑起担子;但她可不能战斗,因为一旦要战斗,她就会拉稀。
§1058ἀλλὰ τόδε φράσσαι, πρὸ Πύλου Πύλον ἥν σοι ἔφραζεν.
克里昂:但请注意这一点:神对你提到的“皮洛斯之前的皮洛斯”。
§1060τὰς πυέλους φησὶν καταλήψεσθʼ ἐν βαλανείῳ.
香肠贩子:神是说你将在公共浴室里抢占澡盆。
§1061ἐγὼ δʼ ἄλουτος τήμερον γενήσομαι;
德墨斯:那我今天就要不洗澡了吗?
§1062οὗτος γὰρ ἡμῶν τὰς πυέλους ἀφήρπασεν.
因为这家伙夺走了我们的澡盆。
克里昂:但这首神谕是关于海军的,你必须非常专心地听。
§1065προσέχω·
德墨斯:我很专心。
σὺ δʼ ἀναγίγνωσκε, τοῖς ναύταισί μου §1066ὅπως ὁ μισθὸς πρῶτον ἀποδοθήσεται.
你读吧,看看给我的水兵们要如何首先发清薪水。
克里昂:“埃勾斯之子啊,防备那只狐狗,免得它欺骗你,它是那只暗中咬人、跑得飞快、诡计多端、极其狡黠的狐狸。
§1069οἶσθʼ ὅ τι ἐστὶν τοῦτο;
” 你知道这是指谁吗?
§1069bΦιλόστρατος ἡ κυναλώπηξ.
香肠贩子:狐狗指的就是菲洛斯特拉托斯。
§1070οὐ τοῦτό φησιν, ἀλλὰ ναῦς ἑκάστοτε §1071αἰτεῖ ταχείας ἀργυρολόγους οὑτοσί· §1072ταύτας ἀπαυδᾷ μὴ διδόναι σʼ ὁ Λοξίας.
克里昂:神不是这个意思,而是说这家伙每次都在要求派去收钱的快速战船;洛克西亚斯禁止你把这些船交给他。
§1073πῶς δὴ τριήρης ἐστὶ κυναλώπηξ;
德墨斯:可为什么三段櫂船是狐狗呢?
§1073bὅπως;
克里昂:为什么?
§1074ὅτι ἡ τριήρης ἐστὶ χὠ κύων ταχύ.
因为三段櫂船和狗一样,速度都很快。
§1075πῶς οὖν ἀλώπηξ προσετέθη πρὸς τῷ κυνί;
德墨斯:那为什么要在狗后面加上“狐狸”呢?
克里昂:神把士兵们比作小狐狸,因为他们在乡间地头偷吃葡萄。
§1078εἶεν·
德墨斯:原来如此。
§1078aτούτοις ὁ μισθὸς τοῖς ἀλωπεκίοισι ποῦ;
那么,给这些小狐狸的薪水在哪里?
§1079ἐγὼ ποριῶ, καὶ τοῦτον ἡμερῶν τριῶν.
克里昂:我来筹措,而且会在三天之内。
§1080ἀλλʼ ἔτι τόνδʼ ἐπάκουσον, ὃν εἶπέ σοι ἐξαλέασθαι §1081χρησμὸν Λητοΐδης, Κυλλήνην, μή σε δολώσῃ.
但还要听听这一首,勒托之子要你避开的关于库勒涅的神谕,免得它欺骗你。
§1082ποίαν Κυλλήνην;
德墨斯:什么样的库勒涅?
克里昂:神很贴切地把这家伙的手比作 “库勒涅”,因为神说:“把东西放进弯曲的手里”。
§1084οὐκ ὀρθῶς φράζει·
香肠贩子:他解释得不对。
τὴν Κυλλήνην γὰρ ὁ Φοῖβος §1085ἐς τὴν χεῖρʼ ὀρθῶς ᾐνίξατο τὴν Διοπείθους.
福波斯所指的库勒涅,实际上是正确地暗示了迪奥佩特斯那只残疾的手。
§1086ἀλλὰ γάρ ἐστιν ἐμοὶ χρησμὸς περὶ σοῦ πτερυγωτός,
其实我这里还有一首关于你的长着翅膀的神谕。