§1Τὰ περὶ μέθης καὶ τῆς ἑπομένης αὐτῇ γυμνότητος εἰρημένα τῷ νομοθέτῃ διεξεληλυθότες πρότερον ἀρξώμεθα τοῖς λεχθεῖσι τὸν ἑξῆς προσαρμόττειν λόγον·
既然我们先前已经详细阐述了立法者关于酩酊以及随之而来的裸身所说的话,现在让我们开始将接下来的论述与已说的话相配合。
περίεστι τοίνυν ἐν τοῖς χρησμοῖς ἀκόλουθα τάδε· „ἐξένηψε δὲ Νῶε ἀπὸ τοῦ οἴνου καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος„ (Gen. 9,24).
那么,在神谕中留有如下相承的话语:“诺亚从酒中醒来,知道了他的小儿子对他所做的事”(创世记 9:24)。
§2τὸ νήφειν οὐ μόνον ψυχαῖς ἀλλὰ καὶ σώμασιν ὠφελιμώτατον ἀνωμολόγηται·
人们一致公认,清醒不仅对灵魂,而且对身体也是极有益处的。
τάς τε γὰρ ἐξ ἀμέτρου πλησμονῆς γινομένας νόσους ἀπωθεῖται καὶ τὰς αἰσθήσεις πρὸς ἄκρας ὀξύτητας ἀκονᾷ καὶ ὅλα μέντοι τὰ σώματα οὐκ ἐᾷ βαρυνόμενα πίπτειν, ἀλλ’ ἐξαίρει καὶ ἐπικουφίζει καὶ πρὸς τὰς οἰκείους ἐνεργείας ἀνακαλεῖ πᾶσι τοῖς μέρεσιν ἑτοιμότητα ἐντίκτον·
因为它能驱除因过度饱食而引起的疾病,并将感官磨砺至极度的敏锐,而且绝不容许整个身体因沉重而倒下,反而能将它们提振、减轻,并召唤它们进行固有的活动,在所有的部位中注入准备状态。
καὶ συνόλως ὅσων δημιουργὸς κακῶν ἡ μέθη, τοσούτων ἔμπαλιν ἀγαθῶν τὸ νηφάλιον.
总之,酩酊是多么多祸害的制造者,相反,清醒就是多么多善物的制造者。
§3ὁπότ’ οὖν καὶ σώμασιν, οἷς ἡ οἴνου πόσις οἰκεῖον, λυσιτελέστατον τὸ νήφειν, οὐ πολὺ μᾶλλον ψυχαῖς, ὧν φθαρτὴ τροφὴ πᾶσα ἀλλότριον;
因此,既然对于以饮酒为本性的身体而言,清醒尚且是最有益的,那么对于一切可朽的食物皆为其异物的灵魂而言,岂不更是如此吗?
νηφούσης γὰρ διανοίας τί τῶν παρὰ ἀνθρώποις μεγαλειότερον;
因为当心智清醒时,在人类的事物中有什么比这更伟大的呢?
τίς δόξα;
什么名誉?
τίς πλοῦτος;
什么财富?
τίς δυναστεία;
什么权势?
τίς ἰσχύς;
什么力量?
τί τῶν πάντων ὅσα θαυμάζεται;
在所有被赞美的事物中,有什么能与之相比?
φέρε μόνον τὸ ψυχῆς ὄμμα ὅλον ἰσχῦσαι δι’ ὅλων διοιχθῆναι καὶ μηδὲν οἷα ὑπὸ ῥεύματος συγχυθῆναι μέρος ἢ καταμῦσαι·
只需让灵魂的眼睛能够完全睁开,不受任何像分泌物那样的东西蒙蔽或闭合。
τότε γὰρ μάλιστα ὀξυωπῆσαν, σύνεσιν καὶ φρόνησιν αὐτὴν ἐμβλέπον, τοῖς νοητοῖς ἀγάλμασιν ἐντεύξεται, ὧν ἡ θέα ψυχαγωγοῦσα πρὸς οὐδὲν ἔτι τῶν αἰσθητῶν ἀπονεύειν ἐάσει.
因为那时它最为敏锐,注视着理解与智慧本身,将会遇到理智的意象,这些景象吸引着灵魂,将不再允许它偏向任何感性事物。
καὶ τί θαυμάζομεν, §4εἰ τῷ νηφαλίῳ τῆς ψυχῆς καὶ βλέποντι ὀξυωπέστατα τῶν γένεσιν λαχόντων μηδέν ἐστιν ἰσότιμον;
我们又何必感到惊讶,如果对于清醒且视力最为敏锐的灵魂来说,在凡是获得生成的事物中,没有任何东西能与之同等珍贵呢?
καὶ γὰρ οἱ τοῦ σώματος ὀφθαλμοὶ καὶ τὸ αἰσθητὸν φῶς περιττῶς πρὸς ἡμῶν πάντων τετίμηται·
事实上,身体的眼睛和感性的光芒受到我们所有人极大的珍视。
πολλοὶ γοῦν τῶν τὰς ὄψεις ἀποβαλόντων καὶ τὸ ζῆν ἑκουσίως προσαπέβαλον κουφότερον κακὸν πηρώσεως θάνατον εἶναι δικάσαντες ἑαυτοῖς.
至少,许多失去视力的人,甚至自愿连生命也一同放弃,因为他们判定死亡对自己而言是比失明更轻的灾祸。
§5ὅσῳ τοίνυν ψυχὴ σώματος κρείττων, τοσούτῳ καὶ νοῦς ὀφθαλμῶν ἀμείνων·
因此,灵魂比身体优越多少,心智就比眼睛优秀多少。
ὃς εἴπερ ἀπήμων εἴη καὶ ἀζήμιος πρὸς μηδενὸς τῶν μέθην παράφορον ἐργαζομένων ἀδικημάτων ἢ παθῶν πιεσθείς, ὕπνῳ μὲν ἀποτάξεται λήθην καὶ ὄκνον ἐμποιοῦντι τῶν πρακτέων, ἐγρήγορσιν δὲ ἀσπασάμενος πρὸς τὰ θέας ἄξια πάντα ὀξυδορκήσει, μνήμαις μὲν ὑποβαλλούσαις ἐγειρόμενος, πράξεσι δὲ τοῖς γνωσθεῖσιν ἑπομέναις χρώμενος.
如果这心智不受伤害、不遭损失,不受任何会产生迷乱酩酊的非义或激情的压迫,它就会告别那在应做之事上产生遗忘和懈怠的睡眠,而欢迎警醒,对所有值得观照的事物保持敏锐的目光,由下而上地受到记忆的唤起,并采用伴随着已知之事的行动。
§6Τοῦ μὲν δὴ νήφοντος κατάστασίς ἐστι τοιαύτη.
清醒之人的状态确实就是这样。
„νεώτερον„ δ’ ὅταν φῇ „υἱόν“, οὐχ ἡλικίας ὄνομα ἀναγράφει, νεωτεροποιίαν δὲ ἀγαπῶντος ἐμφαίνει τρόπου διάθεσιν.
但当他(立法者)说“小儿子”时,他并不是在记录一个年龄的名称,而是表明了一种喜爱变革的性格状态。
ἐπεὶ πῶς ἂν ἢ τὰ ἀθέατα κατιδεῖν παρὰ νόμον καὶ δίκην ἐβιάσατο ἢ ἐκλαλῆσαι τὰ ὀφείλοντα ἡσυχάζεσθαι ἢ εἰς τοὐμφανὲς προενεγκεῖν τὰ δυνάμενα οἴκοι συσκιάζεσθαι καὶ τοὺς ψυχῆς ὅρους μὴ ὑπερβαίνειν, εἰ μὴ νεωτέρων πραγμάτων ἥπτετο γελῶν τὰ ἑτέροις συμπίπτοντα, δέον ἐπιστένειν καὶ μὴ χλευάζειν ἐφ’ οἷς εἰκὸς ἦν καὶ εὐλαβούμενον τὸ μέλλον σκυθρωπάζειν;
否则,如果他没有插手变革之事,嘲笑他人所遭遇的事(而他本该为此叹息,不该嘲笑那些本该出于对未来的警惕而面带忧色面对的事),他又怎能违背法律与正义,强行去看那些不该看的事,或者泄露那些应当保持沉默的事,或者将那些本可以在家掩盖、不超越灵魂边界的事公之于众呢?
§7πολλαχοῦ μέντοι τῆς νομοθεσίας καὶ τοὺς ἡλικίᾳ προήκοντας νέους καὶ τοὺς μηδέπω γεγηρακότας ἔμπαλιν ὀνομάζει πρεσβυτέρους, οὐκ εἰς πολυετίαν ἀφορῶν ἢ βραχὺν καὶ μήκιστον χρόνον, ἀλλ’ εἰς ψυχῆς δυνάμεις κινουμένης εὖ τε καὶ χεῖρον·
然而,在立法(摩西五经)的许多地方,他相反地将那些年纪大的人称为“年轻人”,而将那些尚未老去的人称为“长老”,这不是看其年岁的多少,或是时间的短暂与漫长,而是看灵魂在好与坏的方向上运动的诸般力量。
§8τὸν γοῦν Ἰσμαὴλ εἰκοσαετίαν ἤδη που βεβιωκότα σχεδὸν κατὰ τὴν πρὸς τὸν ἐν ἀρεταῖς τέλειον Ἰσαὰκ σύγκρισιν ὀνομάζει παιδίον·
例如,对于已经生活了大约二十年的以实玛利,在与德行完美的以撒相比时,他将其称为“孩童”。
„ἔλαβε„ γάρ φησιν „ἄρτους καὶ ἀσκὸν ὕδατος καὶ ἔδωκεν Ἄγαρ, καὶ ἐπέθηκεν ἐπὶ τὸν ὦμον καὶ τὸ παιδίον“, ἡνίκα αὐτοὺς οἴκοθεν Ἀβραὰμ ἐξέπεμψε, καὶ πάλιν „ἔρριψε τὸ παιδίον ὑποκάτω μιᾶς ἐλάτης„, καὶ „οὐ μὴ ἴδω τὸν θάνατον τοῦ παιδίου„ (Gen. 21, 14 — 16)·
因为他说:“亚伯拉罕拿了饼和一皮袋水,给了夏甲,并且搁在她的肩上,还有那孩童”,当时亚伯拉罕将他们从家里遣走;又说:“她把孩童丢在一棵松树底下”,以及“我不忍见孩童死”(创世记 21:14-16)。
καίτοι πρὸ μὲν τῆς γενέσεως Ἰσαὰκ τρισκαίδεκα γεγονὼς ἐτῶν Ἰσμαὴλ περιτέτμηται (Gen. 17,25), περὶ δὲ τὴν ἑπταέτιν ἡλικίαν παυσαμένου τῆς ἐν γάλακτι τροφῆς ἐκείνου τῷ τὴν ἐν παιδιαῖς ἰσότητα φέρεσθαι νόθος γνησίῳ | φυγαδεύεται σὺν τῇ τεκούσῃ.
然而,在以撒出生前,以实玛利在十三岁时就已经接受了割礼(创世记 17:25),而在那孩子(以撒)大约七岁断奶时,因为在玩耍中要求同等的地位,这个庶子便与他的生母一同被嫡子驱逐。