← アレクサンドリアのフィロン

巨人について

§60-67

大地の人間・天の人間・神の人間の区分

フィロンは、巨人の記述を神話ではなく、大地の人間、天の人間、神の人間という三種類の人間タイプの象徴として解釈する。そして、アブラハムの改名を天の人間から神の人間への移行として、またネムロデを神から離脱した大地の人間として解説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§60

μῦθον μὲν οὖν οὐδένα περὶ γιγάντων εἰσηγεῖται τὸ παράπαν, βούλεται δὲ ἐκεῖνό σοι παραστῆσαι, ὅτι οἱ μὲν γῆς, οἱ δὲ οὐρανοῦ, οἱ δὲ θεοῦ γεγόνασιν ἄνθρωποι· γῆς μὲν οἱ θηρευτικοὶ τῶν σώματος ἡδονῶν ἀπόλαυσίν τε καὶ χρῆσιν ἐπιτηδεύοντες αὐτῶν καὶ πορισταὶ τῶν συντεινόντων εἰς ἑκάστην, οὐρανοῦ δὲ ὅσοι τεχνῖται καὶ ἐπιστήμονες καὶ φιλομαθεῖς — τὸ γὰρ οὐράνιον τῶν ἐν ἡμῖν ὁ νοῦς1 (νοῦς δὲ καὶ τῶν κατ’ οὐρανὸν ἕκαστον) τὰ ἐγκύκλια καὶ τὰς ἄλλας ἅπαξ ἁπάσας ἐπιτηδεύει τέχνας, παραθήγων καὶ ἀκονῶν ἔτι τε γυμνάζων καὶ συγκροτῶν ἐν τοῖς νοητοῖς αὑτόν —, θεοῦ δὲ ἄνθρωποι ἱερεῖς καὶ προφῆται, οἵτινες οὐκ ἠξίωσαν πολιτείας τῆς παρὰ τῷ κόσμῳ τυχεῖν καὶ κοσμοπολῖται γενέσθαι, τὸ δὲ αἰσθητὸν πᾶν ὑπερκύψαντες εἰς τὸν νοητὸν κόσμον μετανέστησαν κἀκεῖθι ᾤκησαν ἐγγραφέντες ἀφθάρτων καὶ ἀσωμάτων ἰδεῶν πολιτείᾳ.

それゆえに、彼は巨人をめぐってはいかなる神話をも全く導入しておらず、あなたに次のことを示そうと望んでいるのである。すなわち、ある人々は大地の、別の人々は天の、さらに別の人々は神の人間となった、ということである。大地の人間とは、肉体の快楽を追い求め、その享受と利用を営み、それらそれぞれに寄与するものを調達する者たちである。天の人間とは、職人や知識ある者、学習を好む者たちすべてである。なぜなら、私たちの中にある天的なものとは精神であり(また精神は天にあるそれぞれのものでもある)、それは自由学芸や、それ以外の他のすべての技術を一挙に営み、鋭く研ぎ澄まし、さらに知的実在において自らを訓練し凝集させるからである。——神の人間とは、祭司たちや預言者たちであり、彼らはこの世界の市民権を得て世界市民となることをよしとせず、感覚されるものすべてを超えて、知的世界へと移住し、不朽かつ非肉体的なイデアの国制に登録されて、そこに住まったのである。

§62

ὁ γοῦν Ἀβραὰμ μέχρι μὲν διατρίβων ἦν ἐν τῇ Χαλδαίων γῇ τε καὶ δόξῃ, πρὶν μετονομασθῆναι, καλούμενος Ἀβρὰμ ἦν ἄνθρωπος οὐρανοῦ τήν τε μετάρσιον καὶ τὴν αἰθέριον φύσιν ἐρευνῶν καὶ τά τε συμβαίνοντα καὶ τὰς αἰτίας καὶ εἴ τι ἄλλο ὁμοιότροπον φιλοσοφῶν—οὗ χάριν καὶ προσρήσεως οἷς ἐπετήδευσεν ἔτυχεν οἰκείας· Ἀβρὰμ γὰρ ἑρμηνευθεὶς πατήρ ἐστι μετέωρος, ὄνομα τοῦ τὰ μετέωρα καὶ ἐπουράνια περισκοπουμένου πάντα πάντῃ νοῦ πατρός, πατὴρ δὲ τοῦ συγκρίματος ὁ νοῦς ἐστιν ὁ ἄχρις αἰθέρος καὶ ἔτι περαιτέρω μηκυνόμενος —·

ともかくアブラハムは、カルデア人の地と名声の内に留まっている間、すなわち改名される前には、アブラムと呼ばれ、天の人間であって、高みにあるエーテル的な自然を究明し、生起することやその原因、その他それと同様の事柄を哲学していた。このことのために、彼は自らが営んだことにふさわしい呼称を得たのである。なぜならアブラムは、解釈されると「高められた父」であり、これは高みにある天的なすべてのものをあらゆる仕方で見極める精神たる父の名前である。そして結合体の父とは、エーテルにまで、さらにその先へと引き伸ばされる精神であるからである。——

§63

ὅταν δὲ βελτιωθεὶς μέλλῃ μετονομάζεσθαι, γίνεται ἄνθρωπος θεοῦ κατὰ τὸ χρησθὲν αὐτῷ λόγιον „ἐγώ εἰμι ὁ θεός σου· εὐαρέστει ἐναντίον ἐμοῦ, καὶ γίνου ἄμεμπτος“(Gen. 17,1).

しかし、彼がより良くされて改名されることになるときには、彼に下された神託に従って、神の人間となる。「私はあなたの神である。私の前にあって喜びをなし、非の打ちどころのない者となれ」(創世記17:1)。

§64

εἰ δ’ ὁ τοῦ κόσμου θεὸς καὶ μόνος ὢν θεὸς καὶ αὐτοῦ κατὰ χάριν ἐξαίρετον ἰδίᾳ θεός, ἐξ ἀνάγκης δήπου καὶ αὐτὸς θεοῦ.2 καλεῖται γὰρ πατὴρ ἐκλεκτὸς ἠχοῦς ἑρμηνευθεὶς Ἀβραάμ, ὁ τοῦ σπουδαίου λογισμός· ἐξειλεγμένος τε γὰρ καὶ κεκαθαρμένος καὶ πατὴρ φωνῆς ᾗ συνηχοῦμεν. ὁ δὲ τοιοῦτος τῷ ἑνὶ μόνῳ προσκεκλήρωται θεῷ, οὗ γινόμενος ὀπαδὸς εὐθύνει τὴν ἀτραπὸν τοῦ παντὸς βίου βασιλικῇ τῷ ὄντι χρώμενος ὁδῷ τῇ τοῦ μόνου βασιλέως καὶ παντοκράτορος, ἐπὶ μηδέτερα ἀποκλίνων καὶ ἐκτρεπόμενος. οἱ δὲ γῆς παῖδες τὸν νοῦν ἐκβιβάσαντες τοῦ λογίζεσθαι3 καὶ μεταλλοιώσαντες εἰς τὴν ἄψυχον καὶ ἀκίνητον σαρκῶν φύσιν — „ἐγένοντο γὰρ οἱ δύο εἰς σάρκα μίαν", ᾗ φησιν ὁ νομοθέτης (Gen. 2, 24) — τὸ ἄριστον ἐκιβδήλευσαν νόμισμα καὶ τὴν μὲν ἀμείνω καὶ οἰκείαν τάξιν ἔλιπον, πρὸς δὲ τὴν χείρω καὶ ἐναντίαν ηὐτομόλησαν ἄρξαντος τοῦ ἔργου Νεβρώδ·

もし世界の神が、また唯一の神であるお方が、特別な恵みによって彼独自の神であるならば、彼自身も必然的に神に属する人間である。なぜなら、解釈すると「響きの選ばれた父」となるアブラハムとは、優れた者の思慮のことだからである。すなわち、それは選び抜かれ、清められており、私たちが共に声を響かせる声の父だからである。このような者は、唯一の神に特別に割り当てられており、その従者となることで、全生涯の道をまっすぐに整え、真の意味で、唯一の王にして全能者の王道を用いているのである。どちらの側にも傾かず、それることなしに。これに対して、大地の息子たちは、思慮することから精神を追い出し、それを命なき不動の肉の自然へと変質させてしまい(「なぜなら二人は一体の肉となる」と立法者が言うように(創世記2:24))、最も優れた貨幣を偽造し、より優れ、本来あるべき陣営を捨て、悪く敵対的な陣営へと投降した。その行為を始めたのはネムロデである。

§66

λέγει γὰρ ὁ νομοθέτης, ὅτι „οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς" (Gen. 10,8), ἑρμηνεύεται δὲ Νεβρὼδ αὐτομόλησις· οὐ γὰρ ἐξήρκεσε τῇ παναθλίᾳ ψυχῇ μετὰ μηδετέρων στῆναι, ἀλλὰ προσχωρήσασα τοῖς ἐχθροῖς ὅπλα κατὰ τῶν φίλων ἤρατο καὶ φανερῶς ἀνθεστῶσα αὐτοῖς ἐπολέμει. παρὸ καὶ ἀρχὴν τῷ Νεβρὼδ τῆς βασιλείας ὑπογράφει Βαβυλῶνα, μετάθεσις δὲ καλεῖται Βαβυλών, συγγενὲς αὐτομολίᾳ καὶ ὄνομα ὀνόματι καὶ ἔργον ἔργῳ· παντὸς γὰρ αὐτομολοῦντος προοίμια γνώμης μεταβολὴ καὶ μετάθεσις.

なぜなら立法者は、「彼は地上で巨人になり始めた」と述べているからである(創世記10:8)。ネムロデは「投降」と解釈される。まことに、極めて哀れな魂にとって、どちらの側にもつかずに留まるだけでは十分ではなく、敵側に加わって友に対して武器を執り、公然と彼らに敵対して戦ったのである。それゆえ彼は、ネムロデの支配の始まりにバビロンを描いている。バビロンは「変転」と呼ばれるが、これは投降と同族のものであり、名と名、行いと行いにおいて通じている。なぜなら、すべての投降者にとって、思慮の変更と変転は前奏曲だからである。

§67

ἀκόλουθον οὖν ἂν εἴη λέγειν,4 ὅτι κατὰ τὸν ἱερώτατον Μωυσέα ὁ μὲν φαῦλος, ὥσπερ ἄοικος καὶ ἄπολις καὶ ἀνίδρυτος καὶ φυγάς, οὕτως καὶ αὐτόμολος, ὁ δὲ σπουδαῖος βεβαιότατος σύμμαχος. τοσαῦτα εἴς γε τὸ παρὸν ἀρκούντως περὶ τῶν γιγάντων εἰρηκότες ἐπὶ τὰ ἀκόλουθα τοῦ λόγου τρεψώμεθα. ἔστι δὲ ταῦτα·

それゆえ、最も神聖なるモーセによれば、悪しき者は家もなく、国家もなく、定住地もなく、逃亡者であるのと同様に、投降者でもあるが、優れた者は最も確実な同盟者である、と言うのが一貫しているだろう。巨人をめぐっては、さしあたりこれだけ十分に述べておいたので、議論の次の事柄へと向かうことにしよう。それは以下の通りである。

構文注4 件
  1. 60τὸ γὰρ οὐράνιον τῶν ἐν ἡμῖν ὁ νοῦς

    形容詞中性単数形である τὸ οὐράνιον は「天的なもの」を意味し、属格の限定形容詞句である τῶν ἐν ἡμῖν(私たちの中にあるもの)と結合して全体として「私たちの中にある天的な要素」を指す。主語は主格の名詞である ὁ νοῦς(精神)であり、文の骨格は「精神こそが私たちの中にある天的なものである」という名詞述語文である。

  2. 64ἐξ ἀνάγκης δήπου καὶ αὐτὸς θεοῦ

    「彼は必然的に神に属する(人間である)」という文において、コピュラ動詞(おそらく ἐστί または γίγνεται)および補語である名詞 ἄνθρωπος が省略されている。直前の節で ἄνθρωπος θεοῦ が論じられているため、文脈から ἄνθρωπος が補われ、属格の θεοῦ は所属を示している。

  3. 65τὸν νοῦν ἐκβιβάσαντες τοῦ λογίζεσθαι

    分詞 ἐκβιβάσαντες(追い出して)は、他動詞として対格の τὸν νοῦν(精神)を目的語に取り、奪格的(分離)機能を持つ冠詞付き不定詞の属格 τοῦ λογίζεσθαι(思慮することから)を伴っている。これによって「精神を思慮の働きから引き離す」という意味が生み出されている。

  4. 67ἀκόλουθον οὖν ἂν εἴη λέγειν

    接続小辞 ἄν と希求法 εἴη(εἰμί の現在希求法)の組み合わせによる潜在的表現(「…と言うのが一貫しているだろう」)であり、直接法に比べて穏やかな主張を構成している。不定詞 λέγειν(言うこと)は、非人称的な表現である ἀκόλουθον ἂν εἴη の主語として機能する。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)
  • 日は 2026-05-23 に Gemini 3.5 Flash で再翻訳
urn:cts:greekLit:tlg0018.tlg007.humanitext-grc1:60-67