§9.90.1τῆς δὲ αὐτῆς ἡμέρης τῆς περ ἐν Πλαταιῇσι τὸ τρῶμα ἐγένετο, συνεκύρησε γενέσθαι καὶ ἐν Μυκάλῃ τῆς Ἰωνίης.
就在普拉提亚战役惨败发生的同一天,在伊奥尼亚的米卡列也凑巧发生了同样的事。
ἐπεὶ γὰρ δὴ ἐν τῇ Δήλῳ κατέατο οἱ Ἕλληνες οἱ ἐν τῇσι νηυσὶ ἅμα Λευτυχίδῃ τῷ Λακεδαιμονίῳ ἀπικόμενοι, ἦλθόν σφι ἄγγελοι ἀπὸ Σάμου Λάμπων τε Θρασυκλέος καὶ Ἀθηναγόρης Ἀρχεστρατίδεω καὶ Ἡγησίστρατος Ἀρισταγόρεω, πεμφθέντες ὑπὸ Σαμίων λάθρῃ τῶν τε Περσέων καὶ τοῦ τυράννου Θεομήστορος τοῦ Ἀνδροδάμαντος, τὸν κατέστησαν Σάμου τύραννον οἱ Πέρσαι.
因为当随同拉刻代蒙人留提希德斯一同抵达的船队中的希腊人驻扎在提洛岛时,有使者从萨摩斯来到他们那里,他们是:色拉绪克勒斯之子兰蓬、阿耳刻斯特拉提德斯之子阿特纳哥拉斯和阿里斯塔哥拉斯之子黑格西斯特拉托斯,他们是萨摩斯人瞒着波斯人和僭主——即波斯人扶植的安德罗达马斯之子塞奥墨斯托耳——秘密派出的。
§9.90.2ἐπελθόντων δὲ σφέων ἐπὶ τοὺς στρατηγοὺς ἔλεγε Ἡγησίστρατος πολλὰ καὶ παντοῖα, ὡς ἢν μοῦνον ἴδωνται αὐτοὺς οἱ Ἴωνες ἀποστήσονται ἀπὸ Περσέων, καὶ ὡς οἱ βάρβαροι οὐκ ὑπομενέουσι· ἢν δὲ καὶ ἂρα ὑπομείνωσι, οὐκ ἑτέρην ἄγρην τοιαύτην εὑρεῖν ἂν αὐτούς·
当他们来到将军们面前时,黑格西斯特拉托斯说了许多各种各样的话,声称伊奥尼亚人只要一看到他们(希腊人),就会背叛波斯人,而且蛮族人是无法坚守的;即使他们真的坚守,希腊人也绝不会再找到如此好的猎物(良机)。
θεούς τε κοινοὺς ἀνακαλέων προέτραπε αὐτοὺς ῥύσασθαι ἄνδρας Ἕλληνας ἐκ δουλοσύνης καὶ ἀπαμῦναι τὸν βάρβαρον·
他呼吁共同的神明,敦促他们(将军们)将希腊同胞从奴役中解救出来,并击退蛮族。
§9.90.3εὐπετές τε αὐτοῖσι ἔφη ταῦτα γίνεσθαι· τάς τε γὰρ νέας αὐτῶν κακῶς πλέειν καὶ οὐκ ἀξιομάχους κείνοισι εἶναι.
他还说,这对他们来说是易如反掌的事,因为敌人的船只航行状态极差,根本不是他们的对手。
αὐτοί τε, εἴ τι ὑποπτεύουσι μὴ δόλῳ αὐτοὺς προάγοιεν, ἕτοιμοι εἶναι ἐν τῇσι νηυσὶ τῇσι ἐκείνων ἀγόμενοι ὅμηροι εἶναι.
而且,如果将军们有任何怀疑,以为他们是在用诡计诱骗他们,他们自己愿意在希腊人的船上充当人质。