§9.89.1Ἀρτάβαζος δὲ ὁ Φαρνάκεος φεύγων ἐκ Πλαταιέων καὶ δὴ πρόσω ἐγίνετο.
法尔纳克斯之子阿塔巴佐斯从普拉提亚逃出,此时已经走得很远了。
ἀπικόμενον δὲ μιν οἱ Θεσσαλοὶ παρὰ σφέας ἐπί τε ξείνια ἐκάλεον καὶ ἀνειρώτων περὶ τῆς στρατιῆς τῆς ἄλλης, οὐδὲν ἐπιστάμενοι τῶν ἐν Πλαταιῇσι γενομένων.
当他到达他们那里时,色萨利人邀请他接受款待,并向他询问其他军队的情况,因为他们对普拉提亚发生的事情一无所知。
§9.89.2ὁ δὲ Ἀρτάβαζος γνοὺς ὅτι εἰ ἐθέλει σφι πᾶσαν τὴν ἀληθείην τῶν ἀγώνων εἰπεῖν, αὐτός τε κινδυνεύσει ἀπολέσθαι καὶ ὁ μετʼ αὐτοῦ στρατός· ἐπιθήσεσθαι γάρ οἱ πάντα τινὰ οἴετο πυνθανόμενον τὰ γεγονότα.
但阿塔巴佐斯深知,如果他决定向他们透露有关战斗的全部真相,他自己以及与他同行的军队都将面临灭顶之灾;因为他认为,任何人一旦得知所发生的事情,都会对他发起袭击。
ταῦτα ἐκλογιζόμενος οὔτε πρὸς τοὺς Φωκέας ἐξηγόρευε οὐδὲν πρός τε τοὺς Θεσσαλοὺς ἔλεγε τάδε. §9.89.3ἐγὼ μὲν ὦ ἄνδρες Θεσσαλοί, ὡς ὁρᾶτε, ἐπείγομαί τε κατὰ τάχος ἐλῶν ἐς Θρηίκην καὶ σπουδὴν ἔχω, πεμφθεὶς κατά τι πρῆγμα ἐκ τοῦ στρατοπέδου μετὰ τῶνδε·
考虑到这一点,他没有对福基斯人透露任何事情,而对色萨利人则说了以下这番话: “色萨利的朋友们,正如你们所见,我正带着这些人因军营中的某项任务被派往色雷斯,正在全速赶路,时间十分紧迫。
αὐτὸς δὲ ὑμῖν Μαρδόνιος καὶ ὁ στρατὸς αὐτοῦ, οὗτος κατὰ πόδας ἐμεῦ ἐλαύνων προσδόκιμος ἐστί.
而马多尼乌斯本人和他的军队,正紧随我的脚步前进,预计很快就会到达你们这里。
τοῦτον καὶ ξεινίζετε καὶ εὖ ποιεῦντες φαίνεσθε· οὐ γὰρ ὑμῖν ἐς χρόνον ταῦτα ποιεῦσι μεταμελήσει.
你们要款待他,并向他展现你们的善意;因为如果你们这样做,日后绝不会后悔。
§9.89.4ταῦτα δὲ εἴπας ἀπήλαυνε σπουδῇ τὴν στρατιὴν διὰ Θεσσαλίης τε καὶ Μακεδονίης ἰθὺ τῆς Θρηίκης, ὡς ἀληθέως ἐπειγόμενος, καὶ τὴν μεσόγαιαν τάμνων τῆς ὁδοῦ.
” 说完这些话,他便率领军队行色匆匆地穿过色萨利和马其顿,径直向色雷斯撤退,仿佛真的十分紧急,并且选择了一条穿过内陆的路线。
καὶ ἀπικνέεται ἐς Βυζάντιον, καταλιπὼν τοῦ στρατοῦ τοῦ ἑωυτοῦ συχνοὺς ὑπὸ Θρηίκων κατακοπέντας κατʼ ὁδὸν καὶ λιμῷ συστάντας καὶ καμάτῳ·
在途中,由于许多士兵被色雷斯人砍杀,或者死于饥饿和疲劳,他在丢下自己军队的大批人员后,抵达了拜占庭。
ἐκ Βυζαντίου δὲ διέβη πλοίοισι.
从拜占庭,他乘船渡海。
οὗτος μὲν οὕτω ἀπενόστησε ἐς τὴν Ἀσίην.
他就这样回到了亚细亚。