§9.89.1Ἀρτάβαζος δὲ ὁ Φαρνάκεος φεύγων ἐκ Πλαταιέων καὶ δὴ πρόσω ἐγίνετο.
Artabazus the son of Pharnaces, fleeing from Plataea, was already far on his way.
ἀπικόμενον δὲ μιν οἱ Θεσσαλοὶ παρὰ σφέας ἐπί τε ξείνια ἐκάλεον καὶ ἀνειρώτων περὶ τῆς στρατιῆς τῆς ἄλλης, οὐδὲν ἐπιστάμενοι τῶν ἐν Πλαταιῇσι γενομένων.
When he arrived among them, the Thessalians invited him to entertainment and questioned him about the rest of the army, knowing nothing of what had happened at Plataea.
§9.89.2ὁ δὲ Ἀρτάβαζος γνοὺς ὅτι εἰ ἐθέλει σφι πᾶσαν τὴν ἀληθείην τῶν ἀγώνων εἰπεῖν, αὐτός τε κινδυνεύσει ἀπολέσθαι καὶ ὁ μετʼ αὐτοῦ στρατός· ἐπιθήσεσθαι γάρ οἱ πάντα τινὰ οἴετο πυνθανόμενον τὰ γεγονότα.
But Artabazus, knowing that if he chose to tell them the whole truth about the battles, both he himself and the army with him would be in danger of destruction; for he thought that everyone would attack him if they learned what had happened.
ταῦτα ἐκλογιζόμενος οὔτε πρὸς τοὺς Φωκέας ἐξηγόρευε οὐδὲν πρός τε τοὺς Θεσσαλοὺς ἔλεγε τάδε. §9.89.3ἐγὼ μὲν ὦ ἄνδρες Θεσσαλοί, ὡς ὁρᾶτε, ἐπείγομαί τε κατὰ τάχος ἐλῶν ἐς Θρηίκην καὶ σπουδὴν ἔχω, πεμφθεὶς κατά τι πρῆγμα ἐκ τοῦ στρατοπέδου μετὰ τῶνδε· αὐτὸς δὲ ὑμῖν Μαρδόνιος καὶ ὁ στρατὸς αὐτοῦ, οὗτος κατὰ πόδας ἐμεῦ ἐλαύνων προσδόκιμος ἐστί.
Calculating this, he had revealed nothing to the Phocians, and to the Thessalians he spoke as follows: "O men of Thessaly, as you see, I am hastening at full speed to march into Thrace, and am in a hurry, having been sent on a certain business from the camp with these men; and Mardonius himself and his army, marching close on my heels, is to be expected by you.
τοῦτον καὶ ξεινίζετε καὶ εὖ ποιεῦντες φαίνεσθε· οὐ γὰρ ὑμῖν ἐς χρόνον ταῦτα ποιεῦσι μεταμελήσει. §9.89.4ταῦτα δὲ εἴπας ἀπήλαυνε σπουδῇ τὴν στρατιὴν διὰ Θεσσαλίης τε καὶ Μακεδονίης ἰθὺ τῆς Θρηίκης, ὡς ἀληθέως ἐπειγόμενος, καὶ τὴν μεσόγαιαν τάμνων τῆς ὁδοῦ.
Show hospitality to him and be seen doing him good; for you will not regret it in time to come if you do this." Having said this, he led his army away in haste through Thessaly and Macedonia straight for Thrace, as if he were truly in a hurry, taking the inland route.
καὶ ἀπικνέεται ἐς Βυζάντιον, καταλιπὼν τοῦ στρατοῦ τοῦ ἑωυτοῦ συχνοὺς ὑπὸ Θρηίκων κατακοπέντας κατʼ ὁδὸν καὶ λιμῷ συστάντας καὶ καμάτῳ· ἐκ Βυζαντίου δὲ διέβη πλοίοισι.
And he arrived at Byzantium, having left behind a great part of his army, some cut to pieces by the Thracians on the way, others having succumbed to hunger and fatigue; from Byzantium he crossed over in boats.
οὗτος μὲν οὕτω ἀπενόστησε ἐς τὴν Ἀσίην.
Thus did he return to Asia.