§9.87.1καὶ οὐ γὰρ ἐπαύοντο σινόμενοι, εἰκοστῇ ἡμέρῃ ἔλεξε τοῖσι Θηβαίοισι Τιμηγενίδης τάδε. ἄνδρες Θηβαῖοι, ἐπειδὴ οὕτω δέδοκται τοῖσι Ἕλλησι, μὴ πρότερον ἀπαναστῆναι πολιορκέοντας ἢ ἐξέλωσι Θήβας ἢ ἡμέας αὐτοῖσι παραδῶτε, νῦν ὦν ἡμέων εἵνεκα γῆ ἡ Βοιωτίη πλέω μὴ ἀναπλήσῃ,
由于希腊人并未停止劫掠,在第二十日,提梅吉尼达斯对底比斯人说了以下这番话: “底比斯人啊,既然希腊人已经做此决定,在攻陷底比斯或你们将我们交出之前绝不撤围退兵,那么现在,请不要因为我们的缘故,让波奥提亚的土地再遭受更多的灾祸了。
§9.87.2ἀλλʼ εἰ μὲν χρημάτων χρηίζοντες πρόσχημα ἡμέας ἐξαιτέονται, χρήματά σφι δῶμεν ἐκ τοῦ κοινοῦ (σὺν γὰρ τῷ κοινῷ καὶ ἐμηδίσαμεν οὐδὲ μοῦνοι ἡμεῖς), εἰ δὲ ἡμέων ἀληθέως δεόμενοι πολιορκέουσι, ἡμεῖς ἡμέας αὐτοὺς ἐς ἀντιλογίην παρέξομεν.
如果他们是因为希求财物,才以要求交出我们为借口,那我们就从公帑中给他们财物(因为我们投靠波斯也是与城邦共同决定的,并非仅凭我们个人);但如果他们包围此地确是因为要得到我们,那我们便挺身而出,去为自己辩护。
κάρτα τε ἔδοξε εὖ λέγειν καὶ ἐς καιρόν, αὐτίκα τε ἐπεκηρυκεύοντο πρὸς Παυσανίην οἱ Θηβαῖοι θέλοντες ἐκδιδόναι τοὺς ἄνδρας.
” 众人皆认为他所言极是且合乎时宜,底比斯人便立刻派使者去见保萨尼亚斯,表示愿意交出这些人。