Humanitext Reader

希罗多德 · 历史 §9.82.1-9.82.3

帕萨尼亚斯对比波斯与斯巴达的宴席

第 1537 段,共 1577 段 · 希腊语

内容简介

帕萨尼亚斯命人同时准备了奢华的波斯式晚餐与简谱的拉哥尼亚式晚餐,并将两者的巨大差异展示给希腊将领们,以此嘲讽波斯首领的愚蠢。

§9.82.1λέγεται δὲ καὶ τάδε γενέσθαι, ὡς Ξέρξης φεύγων ἐκ τῆς Ἑλλάδος Μαρδονίῳ τὴν κατασκευὴν καταλίποι τὴν ἑωυτοῦ·
据说还发生了这样一件事:当薛西斯从希腊逃亡时,他将自己的陈设和生活用具留给了马尔多尼乌斯。
Παυσανίην ὦν ὁρῶντα τὴν Μαρδονίου κατασκευὴν χρυσῷ τε καὶ ἀργύρῳ καὶ παραπετάσμασι ποικίλοισι κατεσκευασμένην, κελεῦσαι τούς τε ἀρτοκόπους καὶ τοὺς ὀψοποιοὺς κατὰ ταὐτὰ καθὼς Μαρδονίῳ δεῖπνον παρασκευάζειν.
因此,当帕萨尼亚斯看到马尔多尼乌斯的陈设饰以金银和色彩斑斓的织锦时,便命令面包师和厨师们按照他们以前为马尔多尼乌斯准备晚餐的同样方式来准备一顿晚餐。
§9.82.2ὡς δὲ κελευόμενοι οὗτοι ἐποίευν ταῦτα, ἐνθαῦτα τὸν Παυσανίην ἰδόντα κλίνας τε χρυσέας καὶ ἀργυρέας εὖ ἐστρωμένας καὶ τραπέζας τε χρυσέας καὶ ἀργυρέας καὶ παρασκευὴν μεγαλοπρεπέα τοῦ δείπνου, ἐκπλαγέντα τὰ προκείμενα ἀγαθὰ κελεῦσαι ἐπὶ γέλωτι τοὺς ἑωυτοῦ διηκόνους παρασκευάσαι Λακωνικὸν δεῖπνον.
当这些被命令的人照办之后,帕萨尼亚斯看到铺设精美的金银卧榻、金银餐桌以及极为奢华的晚餐准备,对摆在面前的这些好东西感到十分惊异,于是为了取笑,命令他自己的侍从们准备一顿拉哥尼亚式的晚餐。
§9.82.3ὡς δὲ τῆς θοίνης ποιηθείσης ἦν πολλὸν τὸ μέσον, τὸν Παυσανίην γελάσαντα μεταπέμψασθαι τῶν Ἑλλήνων τοὺς στρατηγούς, συνελθόντων δὲ τούτων εἰπεῖν τὸν Παυσανίην, δεικνύντα ἐς ἑκατέρην τοῦ δείπνου παρασκευήν, ἄνδρες Ἕλληνες, τῶνδε εἵνεκα ἐγὼ ὑμέας συνήγαγον, βουλόμενος ὑμῖν τοῦδε τοῦ Μήδων ἡγεμόνος τὴν ἀφροσύνην δέξαι, ὃς τοιήνδε δίαιταν ἔχων ἦλθε ἐς ἡμέας οὕτω ὀϊζυρὴν ἔχοντας ἀπαιρησόμενος.
当这顿饭做好之后,两者之间展现出了巨大的差异,帕萨尼亚斯笑着派人去召集希腊人的将领们。 当他们聚集在一起时,帕萨尼亚斯指着晚餐的这两种不同准备说道: “希腊的诸位,我召集你们来正是为了这些东西,想要向你们展示这位美地亚人首领的愚蠢。 他过着如此优渥的生活,竟然还来到我们这些生活如此困顿的人这里,企图掠夺我们。
ταῦτα μὲν Παυσανίην λέγεται εἰπεῖν πρὸς τοὺς στρατηγοὺς τῶν Ἑλλήνων.
” 据说这就是帕萨尼亚斯对希腊人将领们所说的话。

词汇与语法注释

  1. 9.82.1λέγεται δὲ καὶ τάδε γενέσθαι, ὡς... — 引入传闻的动词 λέγεται 引导宾格不定式句(γενέσθαι 及其后内容),而指示代名词 τάδε 的同位语则由 ὡς 从句担任。此后的一系列宾格与不定式结构(如 Παυσανίην... κελεῦσαι)在句法上仍受 λέγεται 的间接引语支配。
  2. 9.82.1καταλίποι — 在间接引语的从句(ὡς 从句)中,由于主语叙述的是过去的事实,故动词使用希求法(间接引语希求法)。
  3. 9.82.3ἦν πολλὸν τὸ μέσον — 字面意思是“中间很大”,这是一个惯用语,表示准备好的两顿晚餐之间存在着“巨大的差异”或“强烈的对比”。
  4. 9.82.3ἀπαιρησόμενος — 动词 ἀπαιρέω(夺取)的将来时中动分词,表示相对于主句动词 ἦλθε 的目的(为了夺取)。

引用这一段

希罗多德, 历史 §9.82.1-9.82.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:9.82.1-9.82.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。