§9.82.1λέγεται δὲ καὶ τάδε γενέσθαι, ὡς Ξέρξης φεύγων ἐκ τῆς Ἑλλάδος Μαρδονίῳ τὴν κατασκευὴν καταλίποι τὴν ἑωυτοῦ·
It is also said that the following happened: when Xerxes was fleeing from Greece, he left his own equipment to Mardonius.
Παυσανίην ὦν ὁρῶντα τὴν Μαρδονίου κατασκευὴν χρυσῷ τε καὶ ἀργύρῳ καὶ παραπετάσμασι ποικίλοισι κατεσκευασμένην, κελεῦσαι τούς τε ἀρτοκόπους καὶ τοὺς ὀψοποιοὺς κατὰ ταὐτὰ καθὼς Μαρδονίῳ δεῖπνον παρασκευάζειν.
Now, when Pausanias saw Mardonius' equipment decorated with gold and silver and embroidered tapestries, he ordered the bakers and the cooks to prepare a dinner in the exact same way as they used to do for Mardonius.
§9.82.2ὡς δὲ κελευόμενοι οὗτοι ἐποίευν ταῦτα, ἐνθαῦτα τὸν Παυσανίην ἰδόντα κλίνας τε χρυσέας καὶ ἀργυρέας εὖ ἐστρωμένας καὶ τραπέζας τε χρυσέας καὶ ἀργυρέας καὶ παρασκευὴν μεγαλοπρεπέα τοῦ δείπνου, ἐκπλαγέντα τὰ προκείμενα ἀγαθὰ κελεῦσαι ἐπὶ γέλωτι τοὺς ἑωυτοῦ διηκόνους παρασκευάσαι Λακωνικὸν δεῖπνον.
When they did as they were ordered, Pausanias, seeing the golden and silver couches well spread, and the golden and silver tables, and the magnificent preparation of the dinner, was amazed by the good things laid before him, and for a laugh ordered his own servants to prepare a Spartan dinner.
§9.82.3ὡς δὲ τῆς θοίνης ποιηθείσης ἦν πολλὸν τὸ μέσον, τὸν Παυσανίην γελάσαντα μεταπέμψασθαι τῶν Ἑλλήνων τοὺς στρατηγούς, συνελθόντων δὲ τούτων εἰπεῖν τὸν Παυσανίην, δεικνύντα ἐς ἑκατέρην τοῦ δείπνου παρασκευήν,
ἄνδρες Ἕλληνες, τῶνδε εἵνεκα ἐγὼ ὑμέας συνήγαγον, βουλόμενος ὑμῖν τοῦδε τοῦ Μήδων ἡγεμόνος τὴν ἀφροσύνην δέξαι, ὃς τοιήνδε δίαιταν ἔχων ἦλθε ἐς ἡμέας οὕτω ὀϊζυρὴν ἔχοντας ἀπαιρησόμενος. ταῦτα μὲν Παυσανίην λέγεται εἰπεῖν πρὸς τοὺς στρατηγοὺς τῶν Ἑλλήνων.
When the meal was prepared and there was a vast difference between the two, Pausanias laughed and sent for the generals of the Greeks. When they had assembled, Pausanias pointed to each of the two preparations of dinner and said: "Men of Greece, I have gathered you for the sake of these things, wishing to show you the folly of this leader of the Medes, who, having such a lifestyle as this, came to us who have one so wretched, to rob us of it." These things Pausanias is said to have spoken to the generals of the Greeks.