§9.7B.1ὑμεῖς δὲ ἐς πᾶσαν ἀρρωδίην τότε ἀπικόμενοι μὴ ὁμολογήσωμεν τῷ Πέρσῃ, ἐπείτε ἐξεμάθετε τὸ ἡμέτερον φρόνημα σαφέως, ὅτι οὐδαμὰ προδώσομεν τὴν Ἑλλάδα, καὶ διότι τεῖχος ὑμῖν διὰ τοῦ Ἰσθμοῦ ἐλαυνόμενον ἐν τέλεϊ ἐστί, καὶ δὴ λόγον οὐδένα τῶν Ἀθηναίων ποιέεσθε, συνθέμενοί τε ἡμῖν τὸν Πέρσην ἀντιώσεσθαι ἐς τὴν Βοιωτίην προδεδώκατε, περιείδετέ τε προεσβαλόντα ἐς τὴν Ἀττικὴν τὸν βάρβαρον.
然而,你们当时虽然极度担心我们会与波斯人达成和解,但是一旦你们清楚地了解了我们的决心,即我们绝不会背叛希腊,并且因为你们横跨地峡修筑的城墙已经完工,你们现在就完全不把雅典人放在眼里了。 尽管你们曾与我们约定在波奥蒂亚迎击波斯人,你们却背弃了盟约,并眼睁睁地看着蛮族侵入阿提卡。
§9.7B.2ἐς μέν νυν τὸ παρεὸν Ἀθηναῖοι ὑμῖν μηνίουσι· οὐ γὰρ ἐποιήσατε ἐπιτηδέως.
因此,对于目前的局势,雅典人对你们非常愤怒;因为你们没有做出得体的事。
νῦν δὲ ὅτι τάχος στρατιὴν ἅμα ἡμῖν ἐκέλευσαν ὑμέας ἐκπέμπειν, ὡς ἂν τὸν βάρβαρον δεκώμεθα ἐν τῇ Ἀττικῇ· ἐπειδὴ γὰρ ἡμάρτομεν τῆς Βοιωτίης, τῆς γε ἡμετέρης ἐπιτηδεότατον ἐστὶ μαχέσασθαι τὸ Θριάσιον πεδίον.
但现在他们要求你们尽可能迅速地同我们一起派出一支军队,以便我们在阿提卡迎击蛮族;因为既然我们已经错失了波奥蒂亚,在我们自己的领土上,特里亚平原便是最适合交战的地方。