§9.57.1Ἀμομφάρετος δὲ ἀρχήν γε οὐδαμὰ δοκέων Παυσανίην τολμήσειν σφέας ἀπολιπεῖν, περιείχετο αὐτοῦ μένοντας μὴ ἐκλιπεῖν τὴν τάξιν·
アモムパレトスは、そもそもパウサニアスが自分たちを置き去りにするような大胆な真似をするとは全く思っていなかったので、その場に留まって陣地を離れないようにと固執していた。
προτερεόντων δὲ τῶν σὺν Παυσανίῃ, καταδόξας αὐτοὺς ἰθέῃ τέχνῃ ἀπολείπειν αὐτόν, ἀναλαβόντα τὸν λόχον τὰ ὅπλα ἦγε βάδην πρὸς τὸ ἄλλο στῖφος·
しかし、パウサニアスに率いられた者たちが前進していくと、彼らが本当に自分を置き去りにしようとしているのだと思い、部隊に武器を取らせて、歩調を揃えて他の本隊の方へと率いて行った。
§9.57.2τὸ δὲ ἀπελθὸν ὅσον τε δέκα στάδια ἀνέμενε τὸν Ἀμομφαρέτου λόχον, περὶ ποταμὸν Μολόεντα ἱδρυμένον Ἀργιόπιόν τε χῶρον καλεόμενον, τῇ καὶ Δήμητρος Ἐλευσινίης ἱρὸν ἧσται.
一方、本隊はおよそ十スタディオン退却したところでアモムパレトスの部隊を待っていた。 モロエイス川の近く、アルギオピオスと呼ばれる、エレウシスのデメテルの神殿が建てられている場所に陣取って。
ἀνέμενε δὲ τοῦδε εἵνεκα, ἵνα ἢν μὴ ἀπολείπῃ τὸν χῶρον ἐν τῷ ἐτετάχατο ὁ Ἀμομφάρετός τε καὶ ὁ λόχος, ἀλλʼ αὐτοῦ μένωσι, βοηθέοι ὀπίσω παρʼ ἐκείνους.
彼らが待っていたのは次の理由からであった。 すなわち、もしアモムパレトスとその部隊が、自分たちの配置されていた場所を離れずにそこに留まるようなことがあれば、彼らのもとへ引き返して救援するためであった。
§9.57.3καὶ οἵ τε ἀμφὶ τὸν Ἀμομφάρετός παρεγίνοντό σφι καὶ ἡ ἵππος ἡ τῶν βαρβάρων προσέκειτο πᾶσα.
そして、アモムパレトスとその部下たちが本隊に追いつくと、異民族の騎兵隊が総力を挙げて襲いかかってきた。
οἱ γὰρ ἱππόται ἐποίευν οἷον καὶ ἐώθεσαν ποιέειν αἰεί, ἰδόντες δὲ τὸν χῶρον κεινὸν ἐν τῷ ἐτετάχατο οἱ Ἕλληνες τῇσι προτέρῃσι ἡμέρῃσι, ἤλαυνον τοὺς ἵππους αἰεὶ τὸ πρόσω καὶ ἅμα καταλαβόντες προσεκέατό σφι.
というのも、騎兵たちは常日頃行っていた通りの行動をとったからである。 すなわち、前日までにギリシア軍が配置されていた場所が空になっているのを見て、馬を絶えず前方へと進め、追いつくと同時に、彼らに襲いかかったのである。