§9.5.1τούτων μὲν εἵνεκα ἀπέπεμψε Μουρυχίδην ἐς Σαλαμῖνα, ὁ δὲ ἀπικόμενος ἐπὶ τὴν βουλὴν ἔλεγε τὰ παρὰ Μαρδονίου.
正因这些缘故,马尔多尼乌斯将穆里基德斯派往萨拉米斯;穆里基德斯抵达后,便前往议事会,传达了马尔多尼乌斯的提议。
τῶν δὲ βουλευτέων Λυκίδης εἶπε γνώμην ὡς ἐδόκεε ἄμεινον εἶναι δεξαμένους τὸν λόγον, τόν σφι Μουρυχίδης προφέρει, ἐξενεῖκαι ἐς τὸν δῆμον.
在议员之中,吕西达斯发表意见,认为接受穆里基德斯向他们提出的建议并将其提交给公民大会似乎更好。
§9.5.2ὃ μὲν δὴ ταύτην τὴν γνώμην ἀπεφαίνετο, εἴτε δὴ δεδεγμένος χρήματα παρὰ Μαρδονίου, εἴτε καὶ ταῦτά οἱ ἑάνδανε·
他公开表达这一意见,或许是因为他收受了马尔多尼乌斯的贿赂,又或许是这一提议确实合他的心意。
Ἀθηναῖοι δὲ αὐτίκα δεινὸν ποιησάμενοι οἵ τε ἐκ τῆς βουλῆς καὶ οἱ ἔξωθεν ὡς ἐπύθοντο, περιστάντες Λυκίδην κατέλευσαν βάλλοντες, τὸν δὲ Ἑλλησπόντιον Μουρυχίδην ἀπέπεμψαν ἀσινέα.
然而,雅典人——无论是议事会内的人,还是在外面听说此事的人——立即视其为滔天大罪,他们围住吕西达斯,用石头将他砸死,却放走了赫勒斯滂人穆里基德斯,让他平安离去。
§9.5.3γενομένου δὲ θορύβου ἐν τῇ Σαλαμῖνι περὶ τὸν Λυκίδην, πυνθάνονται τὸ γινόμενον αἱ γυναῖκες τῶν Ἀθηναίων, διακελευσαμένη δὲ γυνὴ γυναικὶ καὶ παραλαβοῦσα ἐπὶ τὴν Λυκίδεω οἰκίην ἤισαν αὐτοκελέες, καὶ κατὰ μὲν ἔλευσαν αὐτοῦ τὴν γυναῖκα κατὰ δὲ τὰ τέκνα.
当萨拉米斯发生关于吕西达斯的骚乱时,雅典的妇女们得知了所发生的事情;她们妇人之间互相鼓动,并聚集起来,自发前往吕西达斯的住所,用石头砸死了他的妻子,同时也砸死了他的孩子们。