Humanitext Reader

希罗多德 · 历史 §9.45.1-9.45.3

亚历山大向雅典人密告马多尼乌斯的突袭计划

第 1500 段,共 1577 段 · 希腊语

内容简介

马其顿国王亚历山大要求雅典将军们保密,并透露马多尼乌斯计划不顾不祥的祭祀征兆在次日黎明发起突袭。他请求在希腊获胜后帮助他获得解放,随后骑马返回。

§9.45.1οἳ δὲ ἐπεὶ ταῦτα ἤκουσαν, αὐτίκα εἵποντο ἐς τὰς φυλακάς·
\n他们听了这话,便立刻跟着前往哨所。
ἀπικομένοισι δὲ ἔλεγε Ἀλέξανδρος τάδε. ἄνδρες Ἀθηναῖοι, παραθήκην ὑμῖν τὰ ἔπεα τάδε τίθεμαι, ἀπόρρητα ποιεύμενος πρὸς μηδένα λέγειν ὑμέας ἄλλον ἢ Παυσανίην, μή με καὶ διαφθείρητε·
当他们到达时,亚历山大对他们说:\n“雅典的男子汉们,我把这些话作为托付交在你们手里,并把它们作为秘密,要求你们除了保萨尼亚斯之外不要告诉任何其他人,以免你们毁灭了我。
οὐ γὰρ ἂν ἔλεγον, εἰ μὴ μεγάλως ἐκηδόμην συναπάσης τῆς Ἑλλάδος.
因为,若非我极深地关切着整个希腊,我是不会说这些话的。
§9.45.2αὐτός τε γὰρ Ἕλλην γένος εἰμὶ τὠρχαῖον καὶ ἀντʼ ἐλευθέρης δεδουλωμένην οὐκ ἂν ἐθέλοιμι ὁρᾶν τὴν Ἑλλάδα.
\n\n因为我本人自古以来就有着希腊人的血统,我不愿看到希腊被奴役而失去自由。
λέγω δὲ ὦν ὅτι Μαρδονίῳ τε καὶ τῇ στρατιῇ τὰ σφάγια οὐ δύναται καταθύμια γενέσθαι· πάλαι γὰρ ἂν ἐμάχεσθε.
所以我要告诉你们,祭祀的征兆对于马多尼乌斯和他的军队来说并不顺意;否则,你们早就已经交战了。
νῦν δέ οἱ δέδοκται τὰ μὲν σφάγια ἐᾶν χαίρειν, ἅμʼ ἡμέρῃ δὲ διαφωσκούσῃ συμβολὴν ποιέεσθαι·
但现在,他已经决定不予理会那些征兆,而是在天亮时发起交战。
καταρρώδηκε γὰρ μὴ πλεῦνες συλλεχθῆτε, ὡς ἐγὼ εἰκάζω.
因为据我推测,他害怕你们会有更多人聚集起来。
πρὸς ταῦτα ἑτοιμάζεσθε.
因此,你们要为此做好准备。
ἢν δὲ ἄρα ὑπερβάληται τὴν συμβολὴν Μαρδόνιος καὶ μὴ ποιέηται, λιπαρέετε μένοντες· ὀλιγέων γάρ σφι ἡμερέων λείπεται σιτία.
如果马多尼乌斯推迟交战而不进行战斗,你们也要耐心地留守原地,因为留给他们的粮食只够维持几天了。
§9.45.3ἢν δὲ ὑμῖν ὁ πόλεμος ὅδε κατὰ νόον τελευτήσῃ, μνησθῆναι τινὰ χρὴ καὶ ἐμεῦ ἐλευθερώσιος πέρι, ὃς Ἑλλήνων εἵνεκα οὕτω ἔργον παράβολον ἔργασμαι ὑπὸ προθυμίης, ἐθέλων ὑμῖν δηλῶσαι τὴν διάνοιαν τὴν Μαρδονίου, ἵνα μὴ ἐπιπέσωσι ὑμῖν ἐξαίφνης οἱ βάρβαροι μὴ προσδεκομένοισί κω.
\n\n如果这场战争能如你们所愿般结束,那么你们中必须有人在关于我获得解放的事情上记住我。 我为了希腊人,出于热忱而承担了如此冒险的事情,甘愿向你们表明马多尼乌斯的意图,以免蛮族在你们尚未防备之时突然袭击你们。
εἰμὶ δὲ Ἀλέξανδρος ὁ Μακεδών.
我是马其顿的亚历山大。
ὃ μὲν ταῦτα εἴπας ἀπήλαυνε ὀπίσω ἐς τὸ στρατόπεδον καὶ τὴν ἑωυτοῦ τάξιν.
”\n他说完这些话,就骑马返回营地,回到了自己的防线。

词汇与语法注释

  1. 9.45.1οὐ γὰρ ἂν ἔλεγον, εἰ μὴ μεγάλως ἐκηδόμην — 虚拟条件句,条件从句中的未完成过去时(εἰ μὴ... ἐκηδόμην)和带有 ἂν 的主句未完成过去时(οὐ γὰρ ἂν ἔλεγον)共同表示与事实相反的假设,体现了发言者对希腊持续的关切以及当前说话的违背事实性。
  2. 9.45.2πάλαι γὰρ ἂν ἐμάχεσθε — 动词 ἐμάχεσθε 是第二人称复数,主语是“你们(希腊人)”。它作为违背事实条件句的主句,意思是“(如果祭祀征兆好玩的话)你们早就已经开始战斗了”。
  3. 9.45.2ἐᾶν χαίρειν — 习惯用语 χαίρειν ἐῶ(字面意为“任其欢送”,引申为“不予理会”、“置之不理”)的不定式。此处形容马多尼乌斯不顾不吉利的祭祀征兆。
  4. 9.45.3ὃς Ἑλλήνων εἵνεκα — 关系代名词 ὃς(主格单数阳性)的前行词是前句中属格的人称代名词 ἐμεῦ(我)。由于关系从句中的动词是第一人称单数(ἔργασμαι),前行词的人称属性被传递到了关系从句中。

引用这一段

希罗多德, 历史 §9.45.1-9.45.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:9.45.1-9.45.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。