§9.44.1μετὰ δὲ τὴν ἐπειρώτησιν τῶν χρησμῶν καὶ παραίνεσιν τὴν ἐκ Μαρδονίου νύξ τε ἐγίνετο καὶ ἐς φυλακὰς ἐτάσσοντο.
在关于神托的询问以及来自马多尼乌斯的鼓励之后,夜幕降临,他们被派往哨所驻防。
ὡς δὲ πρόσω τῆς νυκτὸς προελήλατο καὶ ἡσυχίη ἐδόκεε εἶναι ἀνὰ τὰ στρατόπεδα καὶ μάλιστα οἱ ἄνθρωποι εἶναι ἐν ὕπνῳ, τηνικαῦτα προσελάσας ἵππῳ πρὸς τὰς φυλακὰς τὰς Ἀθηναίων Ἀλέξανδρος ὁ Ἀμύντεω, στρατηγός τε ἐὼν καὶ βασιλεὺς Μακεδόνων, ἐδίζητο τοῖσι στρατηγοῖσι ἐς λόγους ἐλθεῖν.
当夜色已深,军营里一片寂静,人们大都已入睡时,就在那时,阿敏塔斯之子亚历山大——他既是马其顿人的将军也是国王——骑马来到雅典人的哨所前,请求与将军们交谈。
§9.44.2τῶν δὲ φυλάκων οἱ μὲν πλεῦνες παρέμενον, οἳ δʼ ἔθεον ἐπὶ τοὺς στρατηγούς, ἐλθόντες δὲ ἔλεγον ὡς ἄνθρωπος ἥκοι ἐπʼ ἵππου ἐκ τοῦ στρατοπέδου τοῦ Μήδων, ὃς ἄλλο μὲν οὐδὲν παραγυμνοῖ ἔπος, στρατηγοὺς δὲ ὀνομάζων ἐθέλειν φησὶ ἐς λόγους ἐλθεῖν.
在卫兵中,大多数人留守原处,其他人则奔向将军们。 他们到达后报告说,有一个人骑马从米底人的军营前来,他没有透露别的话,只是指名道姓地要求与将军们交谈。